§201ΣΩ. ὁ τὸν ποταμὸν καθηγούμενος, ὦ Θεαίτητε, ἔφη ἄρα δείξειν αὐτό·
ソク:テアイテトスよ、「川を案内する者」が、「進んでみればそれ自体が明らかにしてくれるだろう」と言ったのだ。
καὶ τοῦτο ἐὰν ἰόντες ἐρευνῶμεν, τάχʼ ἂν ἐμπόδιον γενόμενον αὐτὸ φήνειεν τὸ ζητούμενον, μένουσι δὲ δῆλον οὐδέν.
私たちも歩みを進めて探求するならば、行く手に立ち現れるそれ自体が、私たちの求めているものを明らかにしてくれるかもしれない。 しかし、立ち止まっている者には、何一つ明らかにならない。
ΘΕΑΙ. ὀρθῶς λέγεις·
テア:おっしゃる通りです。
ἀλλʼ ἴωμέν γε καὶ σκοπῶμεν.
さあ、進んで検討しましょう。
ΣΩ. οὐκοῦν τοῦτό γε βραχείας σκέψεως·
ソク:では、これについては短い検討で済む。
τέχνη γάρ σοι ὅλη σημαίνει μὴ εἶναι ἐπιστήμην αὐτό.
ある一つの技術全体が、それが知識ではないことを君に示しているのだからね。
ΘΕΑΙ. πῶς δή;
テア:それはどういうことですか。
καὶ τίς αὕτη;
また、その技術とは何ですか。
ΣΩ. ἡ τῶν μεγίστων εἰς σοφίαν, οὓς δὴ καλοῦσιν ῥήτοράς τε καὶ δικανικούς.
ソク:知恵において最も偉大とされる者たち、すなわち人々が弁論家や訴訟弁護士と呼ぶ者たちの技術だ。
οὗτοι γάρ που τῇ ἑαυτῶν τέχνῃ πείθουσιν οὐ διδάσκοντες ἀλλὰ δοξάζειν ποιοῦντες ἃ ἂν βούλωνται.
彼らは自分たちの技術によって、教えるのではなく、自分たちの望むことを思い込ませることで説得するのだからね。
ἢ σὺ οἴει δεινούς τινας οὕτω διδασκάλους εἶναι, ὥστε οἷς μὴ παρεγένοντό τινες ἀποστερουμένοις χρήματα ἤ τι ἄλλο βιαζομένοις, τούτοις δύνασθαι πρὸς ὕδωρ σμικρὸν διδάξαι ἱκανῶς τῶν γενομένων τὴν ἀλήθειαν;
それとも君は、金品を奪われたり、あるいは何か他の暴力を振るわれたりした現場に居合わせなかった者たちに対して、水時計のわずかな時間の間に、起きたことの真実を十分に教え込むことができるような、それほど優れた教師たちがいると思うかね。
ΘΕΑΙ. οὐδαμῶς ἔγωγε οἶμαι, ἀλλὰ πεῖσαι μέν.
テア:決してそのようには思いません。 ただ説得することはできると思いますが。
ΣΩ. τὸ πεῖσαι δʼ οὐχὶ δοξάσαι λέγεις ποιῆσαι;
ソク:しかし、説得するというのは、思い込ませるということではないかね。
ΘΕΑΙ. τί μήν;
テア:もちろんです。
ΣΩ. οὐκοῦν ὅταν δικαίως πεισθῶσιν δικασταὶ περὶ ὧν ἰδόντι μόνον ἔστιν εἰδέναι, ἄλλως δὲ μή, ταῦτα τότε ἐξ ἀκοῆς κρίνοντες, ἀληθῆ δόξαν λαβόντες, ἄνευ ἐπιστήμης ἔκριναν, ὀρθὰ πεισθέντες, εἴπερ εὖ ἐδίκασαν;
ソク:そうすると、目で見た者だけが知ることができ、他の方法では知ることができない事柄について、裁判官たちが正しく説得され、そのときそれらを聞き伝えによって判定し、真なる思い込みを得たのだとしたら、彼らは正しく説得されて、たとえ見事に裁判したとしても、知識なしに判定したことになるね。
ΘΕΑΙ. παντάπασι μὲν οὖν.
テア:まさにその通りです。
ΣΩ. οὐκ ἄν, ὦ φίλε, εἴ γε ταὐτὸν ἦν δόξα τε ἀληθὴς καὶ δικαστήρια καὶ ἐπιστήμη, ὀρθά ποτʼ ἂν δικαστὴς ἄκρος ἐδόξαζεν ἄνευ ἐπιστήμης·
ソク:友よ、もし真なる思い込みと知識が同一のものであるなら、いかに優れた裁判官であっても、知識なしに正しく思い込むことなど決してありえなかっただろう。
νῦν δὲ ἔοικεν ἄλλο τι ἑκάτερον εἶναι.
しかし、今やそれらはそれぞれ別のものであると思われる。
ΘΕΑΙ. ὅ γε ἐγώ, ὦ Σώκρατες, εἰπόντος του ἀκούσας ἐπελελήσμην, νῦν δʼ ἐννοῶ·
テア:ソクラテスよ、私が誰かが言うのを聞いて忘れていたことを、今思い出しました。
ἔφη δὲ τὴν μὲν μετὰ λόγου ἀληθῆ δόξαν ἐπιστήμην εἶναι, τὴν δὲ ἄλογον ἐκτὸς ἐπιστήμης·
その人は、説明を伴う真なる思い込みが知識であり、説明を伴わないものは知識の外にあると言っていました。
καὶ ὧν μὲν μή ἐστι λόγος, οὐκ ἐπιστητὰ εἶναι, οὑτωσὶ καὶ ὀνομάζων, ἃ δʼ ἔχει, ἐπιστητά.
そして、説明がないものは知られ得ぬものであり――彼もそのように呼んでいました――説明を持つものは知られ得るものである、と。
ΣΩ. ἦ καλῶς λέγεις.
ソク:実によく言ってくれた。
τὰ δὲ δὴ ἐπιστητὰ ταῦτα καὶ μὴ πῇ διῄρει, λέγε, εἰ ἄρα κατὰ ταὐτὰ σύ τε κἀγὼ ἀκηκόαμεν.
では、それらの知られ得るものと知られ得ぬものを、彼はどのように区別していたかね。 言ってごらん、君と私が同じように聞いていたかどうかを確かめるために。
ΘΕΑΙ. ἀλλʼ οὐκ οἶδα εἰ ἐξευρήσω·
テア:しかし、私にそれを説明しきれるかどうか分かりません。
λέγοντος μεντἂν ἑτέρου, ὡς ἐγᾦμαι, ἀκολουθήσαιμʼ ἄν.
ただ、他の人が言ってくれれば、私にも理解できると思います。
ΣΩ. ἄκουε δὴ ὄναρ ἀντὶ ὀνείρατος.
ソク:それなら、夢の代わりに夢を聞くがよい。
ἐγὼ γὰρ αὖ ἐδόκουν ἀκούειν τινῶν ὅτι τὰ μὲν πρῶτα οἱονπερεὶ στοιχεῖα, ἐξ ὧν ἡμεῖς τε συγκείμεθα καὶ τἆλλα, λόγον οὐκ ἔχοι.
というのも、私の方でもまた、私たちや他のすべてのものを構成している最初のいわば要素のようなものは、説明を持たない、と誰かが言うのを聞いたように思われるからだ。
§202ΣΩ. αὐτὸ γὰρ καθʼ αὑτὸ ἕκαστον ὀνομάσαι μόνον εἴη, προσειπεῖν δὲ οὐδὲν ἄλλο δυνατόν, οὔθʼ ὡς ἔστιν, οὔθʼ ὡς οὐκ ἔστιν·
ソク:なぜなら、それらの各々は、それ自体としてただ名前を呼ぶことだけが可能であり、それ以上は、それが「ある」とも「ない」とも、いかなることも付け加えて言うことはできないからだ。
ἤδη γὰρ ἂν οὐσίαν ἢ μὴ οὐσίαν αὐτῷ προστίθεσθαι, δεῖν δὲ οὐδὲν προσφέρειν, εἴπερ αὐτὸ ἐκεῖνο μόνον τις ἐρεῖ.
というのも、そうした時点で、すでに実在だとか非実在だとかをそれに付け加えることになってしまうが、もし誰かがそのものだけを語ろうとするならば、何一つ付け加えてはならないからだ。
ἐπεὶ οὐδὲ τὸ
αὐτὸ
οὐδὲ τὸ
ἐκεῖνο
οὐδὲ τὸ
ἕκαστον
οὐδὲ τὸ
μόνον
οὐδὲ
τοῦτο
προσοιστέον οὐδʼ ἄλλα πολλὰ τοιαῦτα·
なぜなら、「それ自体」も、「あのもの」も、「各々」も、「ただ」も、「これ」も、その他多くのそのような言葉も付け加えてはならないからだ。
ταῦτα μὲν γὰρ περιτρέχοντα πᾶσι προσφέρεσθαι, ἕτερα ὄντα ἐκείνων οἷς προστίθεται, δεῖν δέ, εἴπερ ἦν δυνατὸν αὐτὸ λέγεσθαι καὶ εἶχεν οἰκεῖον αὑτοῦ λόγον, ἄνευ τῶν ἄλλων ἁπάντων λέγεσθαι.
これらはあちこち動き回ってすべてのものに付け加えられるが、付け加えられる相手とは別のものである。 しかし、もしそのもの自体が語られ得て、それ自身の固有の説明を持つのだとしたら、それは他のすべてのものを交えずに語られなければならないはずだ。
νῦν δὲ ἀδύνατον εἶναι ὁτιοῦν τῶν πρώτων ῥηθῆναι λόγῳ·
しかし実際には、最初のもののいずれについても、説明によって語ることは不可能である。
οὐ γὰρ εἶναι αὐτῷ ἀλλʼ ἢ ὀνομάζεσθαι μόνον—ὄνομα γὰρ μόνον ἔχειν—τὰ δὲ ἐκ τούτων ἤδη συγκείμενα, ὥσπερ αὐτὰ πέπλεκται, οὕτω καὶ τὰ ὀνόματα αὐτῶν συμπλακέντα λόγον γεγονέναι·
なぜなら、それにはただ名付けられること以外には何もなく、ただ名前を持つだけだからだ。 これに対して、これらから構成された複合体は、それら自体が組み合わされているのと同様に、それらの名前が組み合わされることで説明となる。
ὀνομάτων γὰρ συμπλοκὴν εἶναι λόγου οὐσίαν.
名前の組み合わせこそが説明の本質だからだ。
οὕτω δὴ τὰ μὲν στοιχεῖα ἄλογα καὶ ἄγνωστα εἶναι, αἰσθητὰ δέ· τὰς δὲ συλλαβὰς γνωστάς τε καὶ ῥητὰς καὶ ἀληθεῖ δόξῃ δοξαστάς.
このようにして、要素は説明を欠いており知られ得ないが、感覚され得るものであり、他方で音節は知られ得て、語られ得て、真なる思い込みによって思われ得るものである。
ὅταν μὲν οὖν ἄνευ λόγου τὴν ἀληθῆ δόξαν τινός τις λάβῃ, ἀληθεύειν μὲν αὐτοῦ τὴν ψυχὴν περὶ αὐτό, γιγνώσκειν δʼ οὔ·
したがって、ある人が説明なしに何かの真なる思い込みを得たとき、彼の魂はその対象について真実を捉えているが、それを認識しているわけではない。
τὸν γὰρ μὴ δυνάμενον δοῦναί τε καὶ δέξασθαι λόγον ἀνεπιστήμονα εἶναι περὶ τούτου·
なぜなら、説明を与えたり受け取ったりすることができない者は、その対象についての知識を持たないからだ。
προσλαβόντα δὲ λόγον δυνατόν τε ταῦτα πάντα γεγονέναι καὶ τελείως πρὸς ἐπιστήμην ἔχειν.
しかし、説明を付け加えるならば、これらすべてが可能となり、完全に知識をそなえた状態になる。
οὕτως σὺ τὸ ἐνύπνιον ἢ ἄλλως ἀκήκοας;
君はこの夢をこのように聞いたかね、それとも別の形かね。
ΘΕΑΙ. οὕτω μὲν οὖν παντάπασιν.
テア:まさに全くその通りです。
ΣΩ. ἀρέσκει οὖν σε καὶ τίθεσαι ταύτῃ, δόξαν ἀληθῆ μετὰ λόγου ἐπιστήμην εἶναι;
ソク:では、君はこれに満足し、説明を伴う真なる思い込みが知識であるという立場をとるのだね。
ΘΕΑΙ. κομιδῇ μὲν οὖν.
テア:完全にその通りです。
ΣΩ. ἆρʼ, ὦ Θεαίτητε, νῦν οὕτω τῇδε τῇ ἡμέρᾳ εἰλήφαμεν ὃ πάλαι καὶ πολλοὶ τῶν σοφῶν ζητοῦντες πρὶν εὑρεῖν κατεγήρασαν;
ソク:テアイテトスよ、私たちはこのようにして、今日この日に、かつて多くの知者たちが探し求めながら、見出す前に年老いていってしまったものを手に入れたのだろうか。
ΘΕΑΙ. ἐμοὶ γοῦν δοκεῖ, ὦ Σώκρατες, καλῶς λέγεσθαι τὸ νῦν ῥηθέν.
テア:ソクラテスよ、少なくとも私には、今言われたことは見事に語られているように思われます。
ΣΩ. καὶ εἰκός γε αὐτὸ τοῦτο οὕτως ἔχειν·
ソク:そして、まさにそのこと自体がその通りであるのも尤もだ。
τίς γὰρ ἂν καὶ ἔτι ἐπιστήμη εἴη χωρὶς τοῦ λόγου τε καὶ ὀρθῆς δόξης;
説明と正しい思い込みを切り離して、他に一体いかなる知識がありうるだろうか。
ἓν μέντοι τί με τῶν ῥηθέντων ἀπαρέσκει.
しかし、語られたことの中で、一つだけ私に気に入らない点がある。
ΘΕΑΙ. τὸ ποῖον δή;
テア:一体、どのような点ですか。
ΣΩ. ὃ καὶ δοκεῖ λέγεσθαι κομψότατα, ὡς τὰ μὲν στοιχεῖα ἄγνωστα, τὸ δὲ τῶν συλλαβῶν γένος γνωστόν.
ソク:最も巧妙に語られていると思われる点、すなわち、要素は知られ得ないが、音節の類は知られ得る、とされていることだ。
ΘΕΑΙ. οὐκοῦν ὀρθῶς;
テア:それは正しくないのですか。
ΣΩ. ἰστέον δή·
ソク:それを確かめねばならない。
ὥσπερ γὰρ ὁμήρους ἔχομεν τοῦ λόγου τὰ παραδείγματα οἷς χρώμενος εἶπε πάντα ταῦτα.
というのも、その説を語った者がこれらすべてを言う際に用いた範例を、私たちは議論の人質として握っているからだ。
ΘΕΑΙ. ποῖα δή;
テア:一体、どのような範例ですか。
ΣΩ. τὰ τῶν γραμμάτων στοιχεῖά τε καὶ συλλαβάς.
ソク:文字の要素と音節だ。
ἢ οἴει ἄλλοσέ ποι βλέποντα ταῦτα εἰπεῖν τὸν εἰπόντα ἃ λέγομεν;
それとも君は、その説を語った者が、私たちが今語っていることとは別の何かを見据えてこれらを言ったと思うかね。
ΘΕΑΙ. οὔκ, ἀλλʼ εἰς ταῦτα.
テア:いいえ、まさにこれらを見据えてのことだと思います。