§173ΣΩ. τὴν γὰρ αὔξην καὶ τὸ εὐθύ τε καὶ τὸ ἐλευθέριον ἡ ἐκ νέων δουλεία ἀφῄρηται, ἀναγκάζουσα πράττειν σκολιά, μεγάλους κινδύνους καὶ φόβους ἔτι ἁπαλαῖς ψυχαῖς ἐπιβάλλουσα, οὓς οὐ δυνάμενοι μετὰ τοῦ δικαίου καὶ ἀληθοῦς ὑποφέρειν, εὐθὺς ἐπὶ τὸ ψεῦδός τε καὶ τὸ ἀλλήλους ἀνταδικεῖν τρεπόμενοι πολλὰ κάμπτονται καὶ συγκλῶνται, ὥσθʼ ὑγιὲς οὐδὲν ἔχοντες τῆς διανοίας εἰς ἄνδρας ἐκ μειρακίων τελευτῶσι, δεινοί τε καὶ σοφοὶ γεγονότες, ὡς οἴονται.
ソクラテス:というのも、若い頃からの奴隷状態が、成長や、まっすぐさ、そして自由なあり方を奪ってしまい、曲がったことを行うよう強制し、まだ柔軟な魂に大きな危険と恐怖を課すからだ。 これらを正義や真実とともに耐え忍ぶことができず、彼らはすぐに偽りや、互いに不正をし合うことへと転じ、多く歪められ、打ち砕かれる。 その結果、思考において何ら健全なものを持たずに、若者から大人へと行き着き、彼ら自身が思っているように、抜け目がなく賢い者となるのだ。
καὶ οὗτοι μὲν δὴ τοιοῦτοι, ὦ Θεόδωρε·
さて、テオドロスよ、この人々はまさにこのような者たちだ。
τοὺς δὲ τοῦ ἡμετέρου χοροῦ πότερον βούλει διελθόντες ἢ ἐάσαντες πάλιν ἐπὶ τὸν λόγον τρεπώμεθα, ἵνα μὴ καί, ὃ νυνδὴ ἐλέγομεν, λίαν πολὺ τῇ ἐλευθερίᾳ καὶ μεταλήψει τῶν λόγων καταχρώμεθα;
他方、私たちの合唱隊に属する人々については、彼らについて詳しく語った上でにするか、それともそのままにしておいて、再び議論に戻ることを望むかね。 私たちが、今しがた言っていたように、議論の自由と変更を過度に濫用しすぎることのないようにするためにね。
ΘΕΟ. μηδαμῶς, ὦ Σώκρατες, ἀλλὰ διελθόντες.
テオドロス:決してそうしないでください、ソクラテスよ、そうではなく、詳しく語ってください。
πάνυ γὰρ εὖ τοῦτο εἴρηκας, ὅτι οὐχ ἡμεῖς οἱ ἐν τῷ τοιῷδε χορεύοντες τῶν λόγων ὑπηρέται, ἀλλʼ οἱ λόγοι ἡμέτεροι ὥσπερ οἰκέται, καὶ ἕκαστος αὐτῶν περιμένει ἀποτελεσθῆναι ὅταν ἡμῖν δοκῇ·
というのも、あなたの言ったこれは極めて正しいからです。 すなわち、このような合唱で踊っている私たちは、議論の従僕ではなく、むしろ議論が私たちの奴隷のようなものであって、その議論の一つ一つが、私たちの気が向いたときに完成されるのを待っているのです。
οὔτε γὰρ δικαστὴς οὔτε θεατὴς ὥσπερ ποιηταῖς ἐπιτιμήσων τε καὶ ἄρξων ἐπιστατεῖ παρʼ ἡμῖν.
なぜなら、詩人に対するように、私たちを非難したり支配したりするような裁判官も観客も、私たちのそばで監督してはいないからです。
ΣΩ. λέγωμεν δή, ὡς ἔοικεν, ἐπεὶ σοί γε δοκεῖ, περὶ τῶν κορυφαίων·
ソクラテス:それでは、どうやら君がそう望むのだから、指導的な人々について語ることにしよう。
τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι;
というのも、哲学においてお粗末に時間を過ごしている人々について、なぜ誰かが語る必要があろうか。
οὗτοι δέ που ἐκ νέων πρῶτον μὲν εἰς ἀγορὰν οὐκ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον·
さて、この人々は、若い頃から、第一に広場への道を知らないし、法廷や評議会、その他ポリスのいかなる公共の集会場がどこにあるかも知らない。
νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι·
また、口頭で述べられ、あるいは書かれた法律や決議を目にすることも耳にすることもない。
σπουδαὶ δὲ ἑταιριῶν ἐπʼ ἀρχὰς καὶ σύνοδοι καὶ δεῖπνα καὶ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς.
さらに、官職を得るための党派の熱心な活動や、集会、宴会、笛吹き女たちを伴うお祭り騒ぎなど、夢の中でさえ彼らがそれを行うことは頭に浮かびもしない。
εὖ δὲ ἢ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς ἢ πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ οἱ τῆς θαλάττης λεγόμενοι χόες.
また、ポリスの中で誰かが高貴に生まれたか卑しく生まれたか、あるいは先祖から男系・女系を通じて誰かにどんな不名誉が伝わっているかなど、彼は、いわゆる海の波の数よりも、それらについてまったく気づかないのだ。
καὶ ταῦτα πάντʼ οὐδʼ ὅτι οὐκ οἶδεν, οἶδεν·
そして、これらのすべてのことについて、自分がそれを知らないということさえ、彼は知らない。
οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν, ἀτιμάσασα πανταχῇ πέτεται κατὰ Πίνδαρον
τᾶς τε γᾶς ὑπένερθε
καὶ τὰ ἐπίπεδα γεωμετροῦσα,
οὐρανοῦ θʼ ὕπερ
ἀστρονομοῦσα, καὶ πᾶσαν πάντῃ φύσιν ἐρευνωμένη τῶν ὄντων ἑκάστου ὅλου, εἰς τῶν ἐγγὺς οὐδὲν αὑτὴν συγκαθιεῖσα.
なぜなら、彼は評判を得るためにそれらから身を遠ざけているのではないからだ。 そうではなく、実際には、ただ彼の体だけがポリスの中に置かれ、滞在しているのであって、彼の知性は、これらすべてを小さく、無に等しいものと見なし、軽蔑して、ピンダロスの言うように、いたるところへと飛び去っている。 すなわち、地の底を、地表を測量し、天の彼方を、星を観測し、存在するもののそれぞれの全体について、そのすべての本性をくまなく探求し、身近にあるものには何一つ自らを低めて関わろうとはしないのだ。
§174ΘΕΟ. πῶς τοῦτο λέγεις, ὦ Σώκρατες;
テオドロス:それはどういう意味で言っているのですか、ソクラテスよ。
ΣΩ. ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δʼ ἔμπροσθεν αὐτοῦ καὶ παρὰ πόδας λανθάνοι αὐτόν.
ソクラテス:テオドロスよ、ちょうどタレスが天体を観測して上を見上げていたときに井戸に落ちてしまい、気の利いた魅力的なトラキア人の小間使いが彼をからかってこう言ったと伝えられているのと同じことだ。 すなわち、彼は天にあるものを知ることに熱心である一方で、目の前にあるものや足元にあるものは彼から隠されている、とね。
ταὐτὸν δὲ ἀρκεῖ σκῶμμα ἐπὶ πάντας ὅσοι ἐν φιλοσοφίᾳ διάγουσι.
そして、これと同じからかいは、哲学のうちに時を過ごすすべての人々に十分に当てはまる。
τῷ γὰρ ὄντι τὸν τοιοῦτον ὁ μὲν πλησίον καὶ ὁ γείτων λέληθεν, οὐ μόνον ὅτι πράττει, ἀλλʼ ὀλίγου καὶ εἰ ἄνθρωπός ἐστιν ἤ τι ἄλλο θρέμμα·
なぜなら、実際、そのような人にとっては、隣人や近所の人が何をしているかだけでなく、その人が人間であるのか、それとも何か他の動物であるのかさえも、ほとんど気づかないからだ。
τί δέ ποτʼ ἐστὶν ἄνθρωπος καὶ τί τῇ τοιαύτῃ φύσει προσήκει διάφορον τῶν ἄλλων ποιεῖν ἢ πάσχειν, ζητεῖ τε καὶ πράγματʼ ἔχει διερευνώμενος.
しかし、人間とは一体何であるのか、そしてそのような本性にとって、他と異なって何をなすべき、あるいは被るべきかがふさわしいのかを、彼は探求し、調べ尽くすことに苦労を惜しまないのだ。
μανθάνεις γάρ που, ὦ Θεόδωρε·
テオドロスよ、君は理解できるね。
ἢ οὔ;
それともできないかね。
ΘΕΟ. ἔγωγε·
テオドロス:私は理解します。
καὶ ἀληθῆ λέγεις.
そしてあなたの言うことは真実です。
ΣΩ. τοιγάρτοι, ὦ φίλε, ἰδίᾳ τε συγγιγνόμενος ὁ τοιοῦτος ἑκάστῳ καὶ δημοσίᾳ, ὅπερ ἀρχόμενος ἔλεγον, ὅταν ἐν δικαστηρίῳ ἤ που ἄλλοθι ἀναγκασθῇ περὶ τῶν παρὰ πόδας καὶ τῶν ἐν ὀφθαλμοῖς διαλέγεσθαι, γέλωτα παρέχει οὐ μόνον Θρᾴτταις ἀλλὰ καὶ τῷ ἄλλῳ ὄχλῳ, εἰς φρέατά τε καὶ πᾶσαν ἀπορίαν ἐμπίπτων ὑπὸ ἀπειρίας, καὶ ἡ ἀσχημοσύνη δεινή, δόξαν ἀβελτερίας παρεχομένη·
ソクラテス:それゆえに、友よ、そのような人が個人的に各人と交わるときも、あるいは公の場で交わるときも、――まさに私が初めに言っていたことだが――彼が法廷や他のどこかで、足元にあるものや目の前にあるものについて議論することを強いられるとき、彼はトラキア人の小間使いたちだけでなく、他の大衆に対しても笑いものを提供するのだ。 経験不足のために、井戸やあらゆる行き詰まりに落ち込んでしまい、その不恰好さは凄じく、愚か者という評判を自ら与えてしまうのだ。
ἔν τε γὰρ ταῖς λοιδορίαις ἴδιον ἔχει οὐδὲν οὐδένα λοιδορεῖν, ἅτʼ οὐκ εἰδὼς κακὸν οὐδὲν οὐδενὸς ἐκ τοῦ μὴ μεμελετηκέναι·
なぜなら、悪口の言い合いの場において、彼は誰かを非難するための独自の事柄を何一つ持っていないからだ。 関心を払ってこなかったために、誰についてもいかなる悪事も知らないからだ。
ἀπορῶν οὖν γελοῖος φαίνεται.
それゆえ、途方に暮れて、滑稽に見えるのだ。
ἔν τε τοῖς ἐπαίνοις καὶ ταῖς τῶν ἄλλων μεγαλαυχίαις οὐ προσποιήτως ἀλλὰ τῷ ὄντι γελῶν ἔνδηλος γιγνόμενος ληρώδης δοκεῖ εἶναι.
また、他人の賛辞や自慢話の場においては、作り笑いではなく、本当に笑っているのが明白になってしまうために、彼は愚か者であると思われるのだ。
τύραννόν τε γὰρ ἢ βασιλέα ἐγκωμιαζόμενον, ἕνα τῶν νομέων, οἷον συβώτην ἢ ποιμένα ἤ τινα βουκόλον, ἡγεῖται ἀκούειν εὐδαιμονιζόμενον πολὺ βδάλλοντα·
というのも、僭主や王が称賛されているのを聞くとき、彼は、例えば豚飼いや羊飼いや牛飼いのような、牧者の一人が、多くの乳を搾りながら幸福を祝われているのを聞いているのだと思うからだ。
δυσκολώτερον δὲ ἐκείνων ζῷον καὶ ἐπιβουλότερον ποιμαίνειν τε καὶ βδάλλειν νομίζει αὐτούς, ἄγροικον δὲ καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίγνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβεβλημένον.
しかし、王たちが牧し、乳を搾っているのは、それらの家畜よりも扱いにくく、より陰険な動物であると彼は考える。 そして、そのような支配者は、多忙さのために、山の羊小屋の中に城壁を巡らせている牧者たちに劣らず、野蛮で無教養にならざるを得ないのだと考える。
γῆς δὲ ὅταν μυρία πλέθρα ἢ ἔτι πλείω ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθει κέκτηται, πάνσμικρα δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν.
また、誰かが1万プレトロン、あるいはそれ以上の土地を所有しており、驚くべき広さの土地を手にしていると聞くとき、彼は、地球全体を見つめることに慣れているため、極めて小さなことを聞いているのだと思う。