§48ΚΡ. οὐδαμῶς.
クリトン:決してそうではありません。
ΣΩ. ἀλλὰ τιμιώτερον;
ソクラテス:では、より価値があるのではないかね?
ΚΡ. πολύ γε.
クリトン:はるかに価値があります。
ΣΩ. οὐκ ἄρα, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλʼ ὅτι ὁ ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς καὶ αὐτὴ ἡ ἀλήθεια.
ソクラテス:それなら、親愛なる友よ、私たちは、多くの人々が私たちについて何と言うかをそれほど気にかけるべきではなく、正しいことと正しくないことについての専門家である、あのひとり、そして真理そのものが何と言うかを気にかけるべきなのだ。
ὥστε πρῶτον μὲν ταύτῃ οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων.
したがって、まず第一に、君は、正しいこと、美しいこと、良いこと、そしてその反対のことについて、私たちが多くの人々の評判を気にかけるべきだと提案することで、正しい提案をしていないことになる。
ἀλλὰ μὲν δή,
φαίη γʼ ἄν τις,
οἷοί τέ εἰσιν ἡμᾶς οἱ πολλοὶ ἀποκτεινύναι.
しかし、まさに、「多くの人々は私たちを死なせることができるのだ」と誰かが言うかもしれないね。
ΚΡ. δῆλα δὴ καὶ ταῦτα·
クリトン:それも明らかにそうです。
φαίη γὰρ ἄν, ὦ Σώκρατες.
ソクラテス、そう言う人がいるでしょう。
ἀληθῆ λέγεις.
君の言う通りです。
ΣΩ. ἀλλʼ, ὦ θαυμάσιε, οὗτός τε ὁ λόγος ὃν διεληλύθαμεν ἔμοιγε δοκεῖ ἔτι ὅμοιος εἶναι καὶ πρότερον·
ソクラテス:しかし、不思議な人よ、私たちが検討してきたこの議論は、私にとって依然として以前と同じように思えるのだ。
καὶ τόνδε δὲ αὖ σκόπει εἰ ἔτι μένει ἡμῖν ἢ οὔ, ὅτι οὐ τὸ ζῆν περὶ πλείστου ποιητέον ἀλλὰ τὸ εὖ ζῆν.
そして、次のようなことも、私たちにとってまだ維持されているかどうか、再びよく考えてみてくれ。 すなわち、ただ生きるということではなく、よく生きるということを最も重んじるべきだ、という主張だ。
ΚΡ. ἀλλὰ μένει.
クリトン:それは維持されています。
ΣΩ. τὸ δὲ εὖ καὶ καλῶς καὶ δικαίως ὅτι ταὐτόν ἐστιν, μένει ἢ οὐ μένει;
ソクラテス:そして、よく、美しく、正しく生きるということは同じことだということは、維持されているかね、いないかね?
ΚΡ. μένει.
クリトン:維持されています。
ΣΩ. οὐκοῦν ἐκ τῶν ὁμολογουμένων τοῦτο σκεπτέον, πότερον δίκαιον ἐμὲ ἐνθένδε πειρᾶσθαι ἐξιέναι μὴ ἀφιέντων Ἀθηναίων ἢ οὐ δίκαιον·
ソクラテス:それなら、合意された事柄に基づいて、次のことを検討しなければならない。 すなわち、アテナイの人々が私を釈放しないのに、私がここから脱出しようと試みることが正しいのか、それとも正しくないのか、ということだ。
καὶ ἐὰν μὲν φαίνηται δίκαιον, πειρώμεθα, εἰ δὲ μή, ἐῶμεν.
そして、もしそれが正しいと明らかになるなら試みることにし、そうでなければやめておこう。
ἃς δὲ σὺ λέγεις τὰς σκέψεις περί τε ἀναλώσεως χρημάτων καὶ δόξης καὶ παίδων τροφῆς, μὴ ὡς ἀληθῶς ταῦτα, ὦ Κρίτων, σκέμματα ᾖ τῶν ῥᾳδίως ἀποκτεινύντων καὶ ἀναβιωσκομένων γʼ ἄν, εἰ οἷοί τʼ ἦσαν, οὐδενὶ ξὺν νῷ, τούτων τῶν πολλῶν.
君が言う、金銭の出費や、評判や、子供たちの養育についての考慮事項は、クリトン、これらは本当に、人を簡単に死に追いやり、そしてもしできるなら、何の分別もなしに生き返らせるような、あの多くの人々の考慮事項ではないかと心配だ。
ἡμῖν δʼ, ἐπειδὴ ὁ λόγος οὕτως αἱρεῖ, μὴ οὐδὲν ἄλλο σκεπτέον ᾖ ἢ ὅπερ νυνδὴ ἐλέγομεν, πότερον δίκαια πράξομεν καὶ χρήματα τελοῦντες τούτοις τοῖς ἐμὲ ἐνθένδε ἐξάξουσιν καὶ χάριτας, καὶ αὐτοὶ ἐξάγοντές τε καὶ ἐξαγόμενοι, ἢ τῇ ἀληθείᾳ ἀδικήσομεν πάντα ταῦτα ποιοῦντες·
しかし、私たちにとっては、議論がそのように指し示している以上、先ほど言っていたこと以外に検討すべきことは何もないのではないか。 すなわち、私をここから連れ出す人々に対して金銭を支払い、感謝を示し、私たち自身が連れ出し、また連れ出されることで、私たちは正しいことを行うのか、それとも、真実、これらすべてのことを行うことによって不正を行うのか、ということだ。
κἂν φαινώμεθα ἄδικα αὐτὰ ἐργαζόμενοι, μὴ οὐ δέῃ ὑπολογίζεσθαι οὔτʼ εἰ ἀποθνῄσκειν δεῖ παραμένοντας καὶ ἡσυχίαν ἄγοντας, οὔτε ἄλλο ὁτιοῦν πάσχειν πρὸ τοῦ ἀδικεῖν.
そして、もし私たちがそれらのことを行うことで不正を行っていると明らかになるなら、ここに留まって静かに死を迎えるべきなのか、それとも不正を行う前に他にどのような目に遭うべきなのかといったことを、私たちは考慮に入れるべきではないのではないか。
ΚΡ. καλῶς μέν μοι δοκεῖς λέγειν, ὦ Σώκρατες, ὅρα δὲ τί δρῶμεν.
クリトン:ソクラテス、君は立派に語っているように思えるが、私たちがどうすべきか考えてみてくれ。
ΣΩ. σκοπῶμεν, ὦ ἀγαθέ, κοινῇ, καὶ εἴ πῃ ἔχεις ἀντιλέγειν ἐμοῦ λέγοντος, ἀντίλεγε καί σοι πείσομαι·
ソクラテス:親愛なる友よ、一緒に検討しよう。 そして、私が語ることに何か反論があるなら反論してくれ、君に従おう。
εἰ δὲ μή, παῦσαι ἤδη, ὦ μακάριε, πολλάκις μοι λέγων τὸν αὐτὸν λόγον, ὡς χρὴ ἐνθένδε ἀκόντων Ἀθηναίων ἐμὲ ἀπιέναι·
だが、もしないなら、幸いな人よ、アテナイ人々の意に反して私がここから去るべきだという、同じ主張を何度も私に繰り返すのはもうやめてくれ。
ὡς ἐγὼ περὶ πολλοῦ ποιοῦμαι πείσας σε ταῦτα πράττειν, ἀλλὰ μὴ ἄκοντος.
私は、君の意に反してではなく、君を説得した上でこれを行うことを大変重視しているのだから。
ὅρα δὲ δὴ τῆς σκέψεως τὴν ἀρχὴν ἐάν σοι ἱκανῶς λέγηται, καὶ πειρῶ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ᾗ ἂν μάλιστα οἴῃ.
さあ、この検討の出発点が、君にとって十分に正しく語られているかどうかを見届けて、尋ねられていることに、君が最も正しいと思うやり方で答えるよう努めてくれ。