§41εἰ γάρ τις ἀφικόμενος εἰς Ἅιδου, ἀπαλλαγεὶς τουτωνὶ τῶν φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα φαύλη ἂν εἴη ἡ ἀποδημία;
もし、ある人が冥府へと到着し、ここにいる裁判官を自称する者たちから解放されて、あの世で真に裁判を行うと言われている真の裁判官たち、すなわちミノス、ラダマンテュス、アイアコス、トリプトレモス、および半神たちのうちで自らの人生において義しかった他のすべての人々を見出すことになるならば、その旅路ははたして悪いものでしょうか。
ἢ αὖ Ὀρφεῖ συγγενέσθαι καὶ Μουσαίῳ καὶ Ἡσιόδῳ καὶ Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τις δέξαιτʼ ἂν ὑμῶν;
あるいはまた、オルペウスやムーサイオス、ヘシオドス、ホメロスと共に過ごすためなら、あなた方のうちの誰が、どれほどの代償を払わないでしょうか。
ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι εἰ ταῦτʼ ἔστιν ἀληθῆ.
私自身、もしこれが真実であるなら、何度も喜んで死にたいと思うほどです。
ἐπεὶ ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκείνων—ὡς ἐγὼ οἶμαι, οὐκ ἂν ἀηδὲς εἴη—καὶ δὴ τὸ μέγιστον, τοὺς ἐκεῖ ἐξετάζοντα καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν σοφός ἐστιν καὶ τίς οἴεται μέν, ἔστιν δʼ οὔ.
というのも、私自身にとっても、そこでの滞在は素晴らしいものとなるでしょうから。 すなわち、パラメデスやテラモンの子アイアス、あるいは昔の人々のうち不当な裁判によって死んだ他の誰かに出会い、私自身の被った苦難を彼らの被った苦難と比較するとき――私としては、それは不快なことではないと思います――、そして何よりも大きなこととして、ここの人々に対して行ってきたように、あそこにいる人々を吟味し探索しながら、彼らのうち誰が知者であり、誰が知者であると思い込んでいるが実際はそうではないのかを調べて過ごすことは。
ἐπὶ πόσῳ δʼ ἄν τις, ὦ ἄνδρες δικασταί, δέξαιτο ἐξετάσαι τὸν ἐπὶ Τροίαν ἀγαγόντα τὴν πολλὴν στρατιὰν ἢ Ὀδυσσέα ἢ Σίσυφον ἢ ἄλλους μυρίους ἄν τις εἴποι καὶ ἄνδρας καὶ γυναῖκας, οἷς ἐκεῖ διαλέγεσθαι καὶ συνεῖναι καὶ ἐξετάζειν ἀμήχανον ἂν εἴη εὐδαιμονίας;
裁判官諸君、トロイアにあの大軍を率いた者や、オデュッセウス、あるいはシシュポス、その他にも男であれ女であれ、数え切れないほど多くの人々を吟味するためなら、人はどれほどの代償を払うでしょうか。 彼らとあそこで対話し、共に過ごし、吟味することは、計り知れない幸福でしょう。
πάντως οὐ δήπου τούτου γε ἕνεκα οἱ ἐκεῖ ἀποκτείνουσι·
いずれにせよ、あちらの人々がこのことを理由に人を死刑にすることは決してありません。
τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν ἐνθάδε, καὶ ἤδη τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν, εἴπερ γε τὰ λεγόμενα ἀληθῆ.
なぜなら、あちらにいる人々は他の点でもここの人々より幸福であるだけでなく、もし伝えられていることが真実であるならば、今や残されたすべての時間において不死なのですから。
ἀλλὰ καὶ ὑμᾶς χρή, ὦ ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς τὸν θάνατον, καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἀληθές, ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδὲν οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα·
しかし、裁判官諸君、あなた方も死に対して善い希望を持たねばなりません。 そして、次のこの一事こそが真実であると心に留めておきなさい。 すなわち、善い人間にとっては、生きている間も死んだ後も、いかなる悪も存在せず、その人の事柄が神々によって見捨てられることはない、ということです。
οὐδὲ τὰ ἐμὰ νῦν ἀπὸ τοῦ αὐτομάτου γέγονεν, ἀλλά μοι δῆλόν ἐστι τοῦτο, ὅτι ἤδη τεθνάναι καὶ ἀπηλλάχθαι πραγμάτων βέλτιον ἦν μοι.
私自身の今の出来事も、偶然に起こったのではありません。 むしろ私にとっては次のことが明らかです。 すでに死んで数々の煩わしい事柄から解放されることの方が、私にとってより善いことであったのだ、ということです。
διὰ τοῦτο καὶ ἐμὲ οὐδαμοῦ ἀπέτρεψεν τὸ σημεῖον, καὶ ἔγωγε τοῖς καταψηφισαμένοις μου καὶ τοῖς κατηγόροις οὐ πάνυ χαλεπαίνω.
このためにこそ、あの兆しは私をどこでも引き留めなかったのですし、私を死刑に投票した人々や私を告発した人々に対して、私は決して腹を立てていません。
καίτοι οὐ ταύτῃ τῇ διανοίᾳ κατεψηφίζοντό μου καὶ κατηγόρουν, ἀλλʼ οἰόμενοι βλάπτειν·
もっとも、彼らはそのような意図で投票し告発したのではなく、私に害を加えようと思ってそうしたのです。
τοῦτο αὐτοῖς ἄξιον μέμφεσθαι.
この点については、彼らを責めるに値します。
τοσόνδε μέντοι αὐτῶν δέομαι·
しかしながら、私は彼らにこれだけのお願いをします。
τοὺς ὑεῖς μου, ἐπειδὰν ἡβήσωσι, τιμωρήσασθε, ὦ ἄνδρες, ταὐτὰ ταῦτα λυποῦντες ἅπερ ἐγὼ ὑμᾶς ἐλύπουν, ἐὰν ὑμῖν δοκῶσιν ἢ χρημάτων ἢ ἄλλου του πρότερον ἐπιμελεῖσθαι ἢ ἀρετῆς, καὶ ἐὰν δοκῶσί τι εἶναι μηδὲν ὄντες, ὀνειδίζετε αὐτοῖς ὥσπερ ἐγὼ ὑμῖν, ὅτι οὐκ ἐπιμελοῦνται ὧν δεῖ, καὶ οἴονταί τι εἶναι ὄντες οὐδενὸς ἄξιοι.
私の息子たちが成人したときには、諸君、私が諸君を悩ませたのと同じ仕方で彼らを悩ませることで、彼らに報復してください。 もし彼らが徳よりも先に、金銭や他の何かに配慮しているように見えるなら、また、何者でもないのに自分をひとかどの者だと思い込んでいるなら、私が諸君を責めたように彼らを責め立ててください。 彼らが配慮すべきことに配慮せず、何の値打ちもないのにひとかどの者だと思い込んでいるからといって。
§42καὶ ἐὰν ταῦτα ποιῆτε, δίκαια πεπονθὼς ἐγὼ ἔσομαι ὑφʼ ὑμῶν αὐτός τε καὶ οἱ ὑεῖς.
そして、もしあなた方がこれを行うなら、私自身も息子たちも、あなた方から正しい扱いを受けたことになります。
ἀλλὰ γὰρ ἤδη ὥρα ἀπιέναι, ἐμοὶ μὲν ἀποθανουμένῳ, ὑμῖν δὲ βιωσομένοις·
しかし、もう去るべき時間です。 私は死ぬために、あなた方は生きるために。
ὁπότεροι δὲ ἡμῶν ἔρχονται ἐπὶ ἄμεινον πρᾶγμα, ἄδηλον παντὶ πλὴν ἢ τῷ θεῷ.
私たちのうちどちらがより善い事柄へと向かうのかは、神を除いて、誰にも明らかではありません。