§17ὅτι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα·
アテナイの市民の皆さん、私の告発者たちによって皆さんがどのような影響を受けたのか、私にはわかりません。
ἐγὼ δʼ οὖν καὶ αὐτὸς ὑπʼ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον.
しかし私自身、彼らの言葉があまりにも説得力に満ちていたために、自分自身を忘れそうになるほどでした。
καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν.
とはいえ、彼らは真実を何一つ語っていないと言っても過言ではありません。
μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ᾧ ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπʼ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν.
とりわけ、彼らが弄した多くの嘘の中で、私が最も驚いたのは、私が話すのが上手いから、私に騙されないように用心しなければならないと彼らが語っていた点です。
τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπʼ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδʼ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα·
なぜなら、私が少しも話の上手い者ではないことが事実によってすぐに証明されるはずなのに、それを恥じようともしないこと、これこそが彼らの最も破廉恥な点であると私には思われたからです。 もっとも、彼らが「真実を語る者」を「話の上手い者」と呼んでいるのでない限りは。
εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ.
もし彼らがそうした意味で言っているのなら、私は彼らとは異なる種類の弁論家であることを認めましょう。
οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν—οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλʼ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν—πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω—καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως·
さて、彼らは私が言うように、真実をほとんど、あるいはまったく語っていません。 しかし皆さんは、私からすべての真実を聞くことになるでしょう。 ただし、アテナイの市民の皆さん、ゼウスに誓って、彼らのもののように、洗練された表現や単語で美しく飾られた議論ではありません。 むしろ、ありあわせの言葉で、行き当たりばったりに語られるのを聞くことになるでしょう。 私は自分の言うことが正しいと信じているからです。 そして皆さんの誰も、それ以外のことを期待しないでください。
οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι.
なぜなら、皆さん、この年齢になって、若者のように言葉を飾り立てて皆さんの前に出ることは、およそふさわしくないことだからです。
καὶ μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι·
そして、アテナイの市民の皆さん、私は皆さんに次のことを切にお願いし、懇願します。
ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου διʼ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα.
もし私が弁明するにあたり、市場の両替商の台の周りでいつも語り、そこで皆さんの多くが聞いておられるような、また他の場所でも語っているような、まさにそれと同じ言葉で語るのをお聞きになっても、そのことで驚いたり騒ぎ立てたりしないでいただきたいのです。
ἔχει γὰρ οὑτωσί.
事情はこういうことなのです。
νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα·
現在、私は七十歳になって初めて裁判所に立ちました。
ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως.
したがって、私はここの話し方にはまったく不慣れなのです。
§18ὥσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶν—ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη—αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή·
したがって、ちょうど私が本当によそ者であって、もし自分が育てられたあの言葉や話し方で語っていたなら皆さんが許してくださるであろうように、今まさに私は皆さんに次のように懇願します。 これは正当な要求であると私には思われますが、私の話し方の巧拙は大目に見ていただき(なぜなら、それは劣っているかもしれないし、あるいは優れているかもしれないからです)、ただ次のこと、すなわち私の言うことが正しいか正しくないか、それだけに注目し、心を配っていただきたいのです。
δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.
なぜなら、それこそが裁判官の美徳であり、弁論家の美徳は真実を語ることだからです。
πρῶτον μὲν οὖν δίκαιός εἰμι ἀπολογήσασθαι, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ πρῶτά μου ψευδῆ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους, ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς ὑστέρους.
まず最初に私は、アテナイの市民の皆さん、以前になされた偽りの告発と最初の告発者たちに対して弁明する義務があり、その後に、後になされた告発と後者の告発者たちに対して弁明する義務があります。
>ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντες, οὓς ἐγὼ μᾶλλον φοβοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον, καίπερ ὄντας καὶ τούτους δεινούς·
というのも、私を告発する者たちは、すでに何年も前から皆さんの前に大勢現れており、真実を何一つ語ってきませんでした。 私は彼らのことを、アニュトスの一派よりも恐れています。 彼らもまた恐るべき存在ではありますが。
ἀλλʼ ἐκεῖνοι δεινότεροι, ὦ ἄνδρες, οἳ ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες ἔπειθόν τε καὶ κατηγόρουν ἐμοῦ μᾶλλον οὐδὲν ἀληθές, ὡς ἔστιν τις Σωκράτης σοφὸς ἀνήρ, τά τε μετέωρα φροντιστὴς καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκὼς καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν.
しかし、アテナイの皆さん、より恐るべきなのは、皆さんの多くを子供の頃から捕らえて信じ込ませ、私に対する事実無根の告発をしてきた者たちです。 すなわち、「ソクラテスという知恵のある男がいて、天の事象を思索し、地下のあらゆることを探求し、弱い議論を強い議論に仕立て上げている」と。
οὗτοι, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ ταύτην τὴν φήμην κατασκεδάσαντες, οἱ δεινοί εἰσίν μου κατήγοροι·
アテナイの市民の皆さん、このような噂を振りまいた者たちこそが、私の恐るべき告発者たちなのです。
οἱ γὰρ ἀκούοντες ἡγοῦνται τοὺς ταῦτα ζητοῦντας οὐδὲ θεοὺς νομίζειν.
なぜなら、それを聞く者たちは、こうしたことを探求する者たちは神々を信じてさえいないと考えるからです。
ἔπειτά εἰσιν οὗτοι οἱ κατήγοροι πολλοὶ καὶ πολὺν χρόνον ἤδη κατηγορηκότες, ἔτι δὲ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες πρὸς ὑμᾶς ἐν ᾗ ἂν μάλιστα ἐπιστεύσατε, παῖδες ὄντες ἔνιοι ὑμῶν καὶ μειράκια, ἀτεχνῶς ἐρήμην κατηγοροῦντες ἀπολογουμένου οὐδενός.
さらに、これらの告発者たちは大勢おり、すでに長い間告発し続けています。 その上、皆さんが最も信じ込みやすい年齢、すなわち皆さんのうちのある者が子供や若者であった時期に、対抗して弁明する者が誰もいない中で、文字通り、一方的な欠席裁判のような告発を行ってきたのです。
ὃ δὲ πάντων ἀλογώτατον, ὅτι οὐδὲ τὰ ὀνόματα οἷόν τε αὐτῶν εἰδέναι καὶ εἰπεῖν, πλὴν εἴ τις κωμῳδοποιὸς τυγχάνει ὤν.
そして最も理不尽なのは、彼らの名前を知ることも口にすることもできないことです。 ただし、たまたま喜劇作家である者を除いては。
ὅσοι δὲ φθόνῳ καὶ διαβολῇ χρώμενοι ὑμᾶς ἀνέπειθον—οἱ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους πείθοντες—οὗτοι πάντες ἀπορώτατοί εἰσιν·
しかし、妬みや誹謗によって皆さんを説得した者たち、また自ら確信した上で他者を説得している者たち、彼らは全員、最も対処しがたい者たちです。
οὐδὲ γὰρ ἀναβιβάσασθαι οἷόν τʼ ἐστὶν αὐτῶν ἐνταυθοῖ οὐδʼ ἐλέγξαι οὐδένα, ἀλλʼ ἀνάγκη ἀτεχνῶς ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν τε καὶ ἐλέγχειν μηδενὸς ἀποκρινομένου.
なぜなら、彼らのうちの誰もここに連れてきて尋問することはできず、まったく影と戦うように、誰も答える者がいない中で弁明し、論駁せざるを得ないからです。
ἀξιώσατε οὖν καὶ ὑμεῖς, ὥσπερ ἐγὼ λέγω, διττούς μου τοὺς κατηγόρους γεγονέναι, ἑτέρους μὲν τοὺς ἄρτι κατηγορήσαντας, ἑτέρους δὲ τοὺς πάλαι οὓς ἐγὼ λέγω, καὶ οἰήθητε δεῖν πρὸς ἐκείνους πρῶτόν με ἀπολογήσασθαι·
ですから、皆さんも、私が言うように、私の告発者には二つの種類があることを認めてください。 一方は今しがた告発した者たちであり、他方はずっと以前から告発している、私が今言っている者たちです。 そして、まず彼らに対して弁明しなければならないと考えてください。
καὶ γὰρ ὑμεῖς ἐκείνων πρότερον ἠκούσατε κατηγορούντων καὶ πολὺ μᾶλλον ἢ τῶνδε τῶν ὕστερον.
なぜなら、皆さんも彼らの告発を、後者の者たちよりも先に、そしてはるかに多く聞いてきたからです。