Humanitext Reader

柏拉图 · 申辩篇 §17-18

直言真理的宣言与对早期控告者的抗辩

第 1 段,共 19 段 · 希腊语

内容简介

苏格拉底谴责控告者们虚妄的说服力,宣布自己将只说质朴的真话,并请求众人谅解其对法庭环境的不熟悉;随后,他将那些长期植入偏见的老控告者与近期的控告者区分开来,并决定首先对前者进行申辩。

§17ὅτι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα·
雅典的市民们,我的控告者们对你们产生了怎样的影响,我不得而知。
ἐγὼ δʼ οὖν καὶ αὐτὸς ὑπʼ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον.
但我自己也差点被他们说得忘乎所以,因为他们说得如此动听、如此有说服力。
καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν.
然而,可以毫不夸张地说,他们没有一句是真话。
μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ᾧ ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπʼ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν.
在他们撒的许多谎中,我最感到惊奇的是,他们说你们必须小心防范,以免被我欺骗,因为我是一个善于言辞的人。
τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπʼ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδʼ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα·
因为,当我暴露出自己根本不善于言辞时,他们就会立刻被事实戳穿,而他们对此竟毫不羞耻,这在我看来是他们最无耻的地方,除非他们所谓的“善于言辞”是指“说真话的人”。
εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ.
如果他们是这个意思,那我倒愿意承认自己是一个辩论家,尽管和他们不同。
οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν—οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλʼ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν—πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω—καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως·
正如我所说的,这些人几乎没有或者完全没有说真话,但你们将从我这里听到全部的真理——雅典的市民们,指宙斯起誓,这绝不会是像他们那样用词藻和语句精美装饰起来的华丽演说,相反,你们将听到我用随手拈来的词汇随性地交谈——因为我相信我所说的是公正的——你们谁也不要抱有其他的期待。
οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι.
因为,诸位,在这个年纪像个年轻人一样编造辞藻来到你们面前,实在是不成体统。
καὶ μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι·
而且,雅典的市民们,我特别向你们请求并恳求:如果你们听到我用平时在市场上、在许多人听到过我说话的钱庄桌子旁,以及在其他地方所惯用的同样言辞来进行申辩,请不要为此感到惊讶,也不要喧哗。
ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου διʼ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα.
因为情况是这样的。
ἔχει γὰρ οὑτωσί. νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα·
今天是我七十岁来第一次登上法庭,因此对于这里的言辞,我完全是个外行。
ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως. §18ὥσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶν—ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη—αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή·
正如,如果我真的恰好是个外邦人,我若用我从小长大的那种方言和方式说话,你们肯定会原谅我一样,现在我也向你们提出这个在我看来是公正的请求:请原谅我的言辞方式——因为这方式也许较差,也许较好——而只去关注和留意这一件事:我所说的是否公正。
δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.
因为这才是法官的德行,而辩论家的德行则是说真话。
πρῶτον μὲν οὖν δίκαιός εἰμι ἀπολογήσασθαι, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ πρῶτά μου ψευδῆ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους, ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς ὑστέρους.
雅典的市民们,因此我首先应该针对最早对我进行的虚假控告和最早的控告者们进行申辩,然后针对后来的控告和后来的控告者们进行申辩。
>ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντες, οὓς ἐγὼ μᾶλλον φοβοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον, καίπερ ὄντας καὶ τούτους δεινούς·
因为在你们面前,控告我的人有很多,而且已经有很多年了,他们说的话没有一句是真的,我怕他们甚于怕阿尼图斯及其同伙,虽然这些人也很厉害。
ἀλλʼ ἐκεῖνοι δεινότεροι, ὦ ἄνδρες, οἳ ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες ἔπειθόν τε καὶ κατηγόρουν ἐμοῦ μᾶλλον οὐδὲν ἀληθές, ὡς ἔστιν τις Σωκράτης σοφὸς ἀνήρ, τά τε μετέωρα φροντιστὴς καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκὼς καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν.
但是,诸位,那些人更厉害,他们从你们许多人孩提时代起就接管了你们,说服你们并对我进行毫无根据的控告,说“有一个叫苏格拉底的智者,思索天上的事,探究地底的一切,并且把弱势的论证变成强势的论证”。
οὗτοι, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ ταύτην τὴν φήμην κατασκεδάσαντες, οἱ δεινοί εἰσίν μου κατήγοροι· οἱ γὰρ ἀκούοντες ἡγοῦνται τοὺς ταῦτα ζητοῦντας οὐδὲ θεοὺς νομίζειν.
雅典的市民们,正是这些散布这种谣言的人,才是我可怕的控告者;因为听信他们的人会认为,探究这些事情的人甚至不信神。
ἔπειτά εἰσιν οὗτοι οἱ κατήγοροι πολλοὶ καὶ πολὺν χρόνον ἤδη κατηγορηκότες, ἔτι δὲ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες πρὸς ὑμᾶς ἐν ᾗ ἂν μάλιστα ἐπιστεύσατε, παῖδες ὄντες ἔνιοι ὑμῶν καὶ μειράκια, ἀτεχνῶς ἐρήμην κατηγοροῦντες ἀπολογουμένου οὐδενός.
此外,这些控告者人数众多,且已经控告了很长时间,而且他们是在你们最容易相信的年龄对你们说这些话的,当时你们中有些人还是孩子和少年,在完全没有人申辩的情况下,他们实际上是在进行缺席控告。
ὃ δὲ πάντων ἀλογώτατον, ὅτι οὐδὲ τὰ ὀνόματα οἷόν τε αὐτῶν εἰδέναι καὶ εἰπεῖν, πλὴν εἴ τις κωμῳδοποιὸς τυγχάνει ὤν.
而最不合理的是,我们甚至无法知道并说出他们的名字,除非其中恰好有喜剧作家。
ὅσοι δὲ φθόνῳ καὶ διαβολῇ χρώμενοι ὑμᾶς ἀνέπειθον—οἱ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους πείθοντες—οὗτοι πάντες ἀπορώτατοί εἰσιν·
至于那些出于嫉妒和诽谤而说服你们的人——以及那些自己被说服后又去说服别人的人——所有这些人都是最难对付的。
οὐδὲ γὰρ ἀναβιβάσασθαι οἷόν τʼ ἐστὶν αὐτῶν ἐνταυθοῖ οὐδʼ ἐλέγξαι οὐδένα, ἀλλʼ ἀνάγκη ἀτεχνῶς ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν τε καὶ ἐλέγχειν μηδενὸς ἀποκρινομένου.
因为既不可能把他们中的任何人传唤到这里来,也不可能对任何人进行驳斥,只能完全像在和影子搏斗一样进行申辩,在无人回答的情况下进行驳斥。
ἀξιώσατε οὖν καὶ ὑμεῖς, ὥσπερ ἐγὼ λέγω, διττούς μου τοὺς κατηγόρους γεγονέναι, ἑτέρους μὲν τοὺς ἄρτι κατηγορήσαντας, ἑτέρους δὲ τοὺς πάλαι οὓς ἐγὼ λέγω, καὶ οἰήθητε δεῖν πρὸς ἐκείνους πρῶτόν με ἀπολογήσασθαι· καὶ γὰρ ὑμεῖς ἐκείνων πρότερον ἠκούσατε κατηγορούντων καὶ πολὺ μᾶλλον ἢ τῶνδε τῶν ὕστερον.
因此,正如我所说,请你们也认为我的控告者是双重的:一类是刚才控告我的人,另一类是很久以前控告我的人,也就是我现在所说的那些人;并且请认为我必须先向后者申辩,因为你们也是先听到他们的控告,而且听得比后来的这些人的控告多得多。

词汇与语法注释

  1. 17aὀλίγου ἐμαυτοῦ ἐπελαθόμην — 副词性属格 ὀλίγου(意为“几乎、差一点”)与支配属格的动词 ἐπελαθόμην(ἐπιλανθάνομαι“忘记”的第一人称单数直陈式过去时中动态)及其宾语反身代词 ἐμαυτοῦ 连用。构成一个夸张的表达,意为“我差一点忘掉了我自己”。
  2. 17bτὸ γὰρ μὴ αἰσχυνθῆναι... τοῦτό μοι ἔδοξεν — 由中性单数主格定冠词 τὸ 引导的词组化不定式从句(τὸ μὴ αἰσχυνθῆναι...,“不感到羞耻之事”)作为主句动词 ἔδοξεν 的主语,并与指示代词 τοῦτο 处于同格关系。这种结构通过将长主语置于句首并用 τοῦτο 予以承接,起到了强调的作用。
  3. 18aὥσπερ οὖν ἄν, εἰ... ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν — 紧跟在连词 ὥσπερ 之后的第一个 ἄν 属于归结从句的动词 συνεγιγνώσκετε,与使用直陈式过去时的反事实条件从句 εἰ... ἐτύγχανον ὤν 相关。助词 ἄν 在句子后半部分再次出现(重复)。这是希腊语长条件句中的典型现象,即为了预先提示虚拟/反事实语气而将 ἄν 前置,并在其本来的位置(如动词后)再次重复。
  4. 18aδίκαιός εἰμι ἀπολογήσασθαι — 形容词 δίκαιος 以人称结构(主格与不定式结合)的形式出现,相当于英语的 "I have a right to defend myself" 或 "It is just that I should defend myself"(“我进行申辩是正当的”或“我有义务进行申辩”)。这与非人称结构 δίκαιόν ἐστιν ἐμὲ ἀπολογήσασθαι 同义。

引用这一段

柏拉图, 申辩篇 §17-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg002.humanitext-grc2:17-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。