§17ὅτι μὲν ὑμεῖς, ὦ ἄνδρες Ἀθηναῖοι, πεπόνθατε ὑπὸ τῶν ἐμῶν κατηγόρων, οὐκ οἶδα· ἐγὼ δʼ οὖν καὶ αὐτὸς ὑπʼ αὐτῶν ὀλίγου ἐμαυτοῦ ἐπελαθόμην, οὕτω πιθανῶς ἔλεγον.
What you, men of Athens, have experienced at the hands of my accusers, I do not know; but for my part, I myself was almost carried away by them, so persuasively did they speak.
καίτοι ἀληθές γε ὡς ἔπος εἰπεῖν οὐδὲν εἰρήκασιν.
And yet, so to speak, they have said nothing true.
μάλιστα δὲ αὐτῶν ἓν ἐθαύμασα τῶν πολλῶν ὧν ἐψεύσαντο, τοῦτο ἐν ᾧ ἔλεγον ὡς χρῆν ὑμᾶς εὐλαβεῖσθαι μὴ ὑπʼ ἐμοῦ ἐξαπατηθῆτε ὡς δεινοῦ ὄντος λέγειν.
But most of all I wondered at one of the many lies they told, that in which they said that you must be on your guard lest you be deceived by me, since I am a clever speaker.
τὸ γὰρ μὴ αἰσχυνθῆναι ὅτι αὐτίκα ὑπʼ ἐμοῦ ἐξελεγχθήσονται ἔργῳ, ἐπειδὰν μηδʼ ὁπωστιοῦν φαίνωμαι δεινὸς λέγειν, τοῦτό μοι ἔδοξεν αὐτῶν ἀναισχυντότατον εἶναι, εἰ μὴ ἄρα δεινὸν καλοῦσιν οὗτοι λέγειν τὸν τἀληθῆ λέγοντα· εἰ μὲν γὰρ τοῦτο λέγουσιν, ὁμολογοίην ἂν ἔγωγε οὐ κατὰ τούτους εἶναι ῥήτωρ.
For their not being ashamed that they would immediately be refuted by me in deed, when I show myself to be not in the least a clever speaker, this seemed to me their most shameless act, unless indeed they call a "clever speaker" one who speaks the truth; for if they mean this, I would agree that I am an orator, though not of their kind.
οὗτοι μὲν οὖν, ὥσπερ ἐγὼ λέγω, ἤ τι ἢ οὐδὲν ἀληθὲς εἰρήκασιν, ὑμεῖς δέ μου ἀκούσεσθε πᾶσαν τὴν ἀλήθειαν—οὐ μέντοι μὰ Δία, ὦ ἄνδρες Ἀθηναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων, ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλʼ ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν—πιστεύω γὰρ δίκαια εἶναι ἃ λέγω—καὶ μηδεὶς ὑμῶν προσδοκησάτω ἄλλως· οὐδὲ γὰρ ἂν δήπου πρέποι, ὦ ἄνδρες, τῇδε τῇ ἡλικίᾳ ὥσπερ μειρακίῳ πλάττοντι λόγους εἰς ὑμᾶς εἰσιέναι.
These men, then, as I say, have said little or nothing true, but you will hear from me the whole truth—not, by Zeus, men of Athens, speeches finely phrased, like theirs, and adorned with words and phrases, but you will hear things spoken at random with the words that happen to hand—for I trust that what I say is just—and let none of you expect otherwise; for surely it would not be fitting, men, for one of this age to come before you like a youth framing speeches.
καὶ μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι· ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἀπολογουμένου διʼ ὧνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τραπεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μήτε θαυμάζειν μήτε θορυβεῖν τούτου ἕνεκα.
And indeed, men of Athens, I especially beg and entreat this of you: if you hear me defending myself with the same words which I am accustomed to speak both in the marketplace at the tables where many of you have heard me, and elsewhere, do not wonder or make a disturbance on this account.
ἔχει γὰρ οὑτωσί.
For the case stands thus.
νῦν ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναβέβηκα, ἔτη γεγονὼς ἑβδομήκοντα· ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως.
Now for the first time I have come before the court, being seventy years old; I am simply a stranger to the language here.
§18ὥσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὤν, συνεγιγνώσκετε δήπου ἄν μοι εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρόπον τῆς λέξεως ἐᾶν—ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη—αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή· δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.
Just as, then, if I really happened to be a stranger, you would surely forgive me if I spoke in that dialect and manner in which I had been brought up, so now I ask this of you as a just request, as it seems to me, to disregard the manner of my speech—for perhaps it may be worse, perhaps better—and to consider and give heed to this alone, whether I say what is just or not; for this is the virtue of a judge, and that of an orator is to speak the truth.
πρῶτον μὲν οὖν δίκαιός εἰμι ἀπολογήσασθαι, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ πρῶτά μου ψευδῆ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους, ἔπειτα δὲ πρὸς τὰ ὕστερον καὶ τοὺς ὑστέρους.
First of all, then, I am right to defend myself, men of Athens, against the first false accusations made against me and my first accusers, and then against the later accusations and the later accusers.
>ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντες, οὓς ἐγὼ μᾶλλον φοβοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον, καίπερ ὄντας καὶ τούτους δεινούς· ἀλλʼ ἐκεῖνοι δεινότεροι, ὦ ἄνδρες, οἳ ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμβάνοντες ἔπειθόν τε καὶ κατηγόρουν ἐμοῦ μᾶλλον οὐδὲν ἀληθές, ὡς ἔστιν τις Σωκράτης σοφὸς ἀνήρ, τά τε μετέωρα φροντιστὴς καὶ τὰ ὑπὸ γῆς πάντα ἀνεζητηκὼς καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν.
For many accusers have arisen against me before you, and already for many years, saying nothing true, whom I fear more than Anytus and his associates, though they too are clever; but those are cleverer, men, who, taking most of you from childhood, persuaded you and accused me with no more truth, saying that there is a certain Socrates, a wise man, a thinker on things aloft and one who has searched into all things under the earth, and who makes the weaker argument the stronger.
οὗτοι, ὦ ἄνδρες Ἀθηναῖοι, οἱ ταύτην τὴν φήμην κατασκεδάσαντες, οἱ δεινοί εἰσίν μου κατήγοροι· οἱ γὰρ ἀκούοντες ἡγοῦνται τοὺς ταῦτα ζητοῦντας οὐδὲ θεοὺς νομίζειν.
These men, men of Athens, who have spread this rumor, are my dangerous accusers; for those who hear them think that those who study these things do not even believe in the gods.
ἔπειτά εἰσιν οὗτοι οἱ κατήγοροι πολλοὶ καὶ πολὺν χρόνον ἤδη κατηγορηκότες, ἔτι δὲ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ λέγοντες πρὸς ὑμᾶς ἐν ᾗ ἂν μάλιστα ἐπιστεύσατε, παῖδες ὄντες ἔνιοι ὑμῶν καὶ μειράκια, ἀτεχνῶς ἐρήμην κατηγοροῦντες ἀπολογουμένου οὐδενός.
Moreover, these accusers are many and have been accusing for a long time already, and further they spoke to you at that age when you would most easily believe, some of you being children and youths, accusing in an absolute default of any defense.
ὃ δὲ πάντων ἀλογώτατον, ὅτι οὐδὲ τὰ ὀνόματα οἷόν τε αὐτῶν εἰδέναι καὶ εἰπεῖν, πλὴν εἴ τις κωμῳδοποιὸς τυγχάνει ὤν.
And what is most unreasonable of all, that it is not even possible to know and say their names, unless one happens to be a comic poet.
ὅσοι δὲ φθόνῳ καὶ διαβολῇ χρώμενοι ὑμᾶς ἀνέπειθον—οἱ δὲ καὶ αὐτοὶ πεπεισμένοι ἄλλους πείθοντες—οὗτοι πάντες ἀπορώτατοί εἰσιν· οὐδὲ γὰρ ἀναβιβάσασθαι οἷόν τʼ ἐστὶν αὐτῶν ἐνταυθοῖ οὐδʼ ἐλέγξαι οὐδένα, ἀλλʼ ἀνάγκη ἀτεχνῶς ὥσπερ σκιαμαχεῖν ἀπολογούμενόν τε καὶ ἐλέγχειν μηδενὸς ἀποκρινομένου.
But all those who, using envy and slander, persuaded you—and some who, being persuaded themselves, persuade others—all these are most difficult to deal with; for it is not even possible to bring any of them up here to court or to refute anyone, but it is necessary simply to fight with shadows, as it were, defending oneself and refuting when there is no one to answer.
ἀξιώσατε οὖν καὶ ὑμεῖς, ὥσπερ ἐγὼ λέγω, διττούς μου τοὺς κατηγόρους γεγονέναι, ἑτέρους μὲν τοὺς ἄρτι κατηγορήσαντας, ἑτέρους δὲ τοὺς πάλαι οὓς ἐγὼ λέγω, καὶ οἰήθητε δεῖν πρὸς ἐκείνους πρῶτόν με ἀπολογήσασθαι· καὶ γὰρ ὑμεῖς ἐκείνων πρότερον ἠκούσατε κατηγορούντων καὶ πολὺ μᾶλλον ἢ τῶνδε τῶν ὕστερον.
So do you also deem, as I say, that my accusers are twofold, some who have accused me just now, and others who did so long ago, whom I am speaking of, and think that I must defend myself against the latter first; for you also heard them accusing first, and much more than these who have accused me later.