§1#2ὅτι δ᾿ οἶνος ὁ ἀκρατέστε-ρος καὶ ὅτι τὰ ὀπτὰ κρέα θερμαίνει καὶ ξηραίνει, παρα-βαλλόμενα μάζῃ τε καὶ λαχάνοις, οὐδεὶς ἀγνοεῖ.
もっと生のワインや、焼いた肉が、大麦餅や野菜と比較されるとき、温めかつ乾燥させるということは、誰もが知っている。
παραπλη-σίως δὲ καὶ ὁ ἄρτος, εἰ παραβάλλοιτο μάζῃ, θερμαίνειν τε καὶ ξηραίνειν λεχθήσεται.
同様に、パンもまた、もし大麦餅と比較されるならば、温めかつ乾燥させると言われるであろう。
ταῦτα οὖν ὡς παραδείγματα νο-μιστέον εἰρῆσθαι τἀνδρὶ.
したがって、これらのことは、その人物によって例として語られたものとみなさなければならない。
σὺ δὲ καὶ τῶν ὀσπρίων ἐπιλέξῃ τὰ θερμαίνοντα καὶ ξηραίνοντα, καθάπερ τὴν φακήν.
あなたはまた、豆類の中からも、レンズ豆のように温めかつ乾燥させるものを選択するであろう。
ἀλλὰ καὶ τῶν λαχάνων, ὅσα ταύτην ἔχει τὴν δύναμιν, ὥσπερ ἡ κράμβη. καὶ τῶν κρεῶν ὡσαύτως, οἷα τὰ τῶν ἀγρίων ζώων ἐστὶ καὶ τὰ ταριχευθέντα.
しかし、野菜の中からも、キャベツのようにこの力を持つすべてのものを、また肉類についても同様に、野生動物の肉や塩蔵された肉のようなものを選択するであろう。
ταῦτα δὲ λέλεκται κᾀμοὶ πάντα παραδείγματος ἕνεκεν.
そして、これらのことは私によってもまた、すべて例のために述べられた。
ἡ δὲ σύμπασα κατὰ μέρος ὕλη τῶν τροφῶν ἐν τρισὶν ὑπομνήμασι σύγκειται, τήνδε ἐπιγραφὴν ἔχουσα, περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων.
食物の個々の原料全体は、三つの註釈書にまとめられており、『食物の力について』という題名を持っている。
ὥσπερ οὖν ταῦτα καλῶς εἴρηται περὶ τῆς κατὰ τὰς ποιό-τητας αἱρέσεως τε καὶ φυγῆς σιτίων, οὕτω καὶ τὰ περὶ τῆς τῶν σιτίων ποσότητος.
したがって、食物の性質による選択と忌避についてこれらのことが見事に語られているのと同様に、食物の量に関する事柄も同様である。
ἐσθίειν γὰρ ὡς πρὸς τὰς ἄλλας ὥρας πλεῖστα συγχωρητέον ἐν χειμῶνι, μεμαθηκότας ἐν ἀφορισμοῖς ὀρθῶς εἰρῆσθαι.
なぜなら、冬においては、他の季節と比較して最も多く食べることを容認すべきだからであり、それはアフォリズムにおいて次のように正しく語られているのを学んでいるからである。
θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.
「夏と秋には食物を最も苦労して受け入れ、冬には最も容易に、春には二番目に容易に受け入れる。
εἰ δὲ καὶ διὰ τί γίνεται ταῦτα μαθεῖν ἐθέλοι τις, ἐδίδαξε καὶ τοῦτο κατὰ τοὺς ἀφορισμοὺς εἰπών.
」そして、もしなぜこれらのことが起こるのかを学びたいと思う人がいるなら、彼はアフォリズムにおいて次のように述べてこのことも教えた。
αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερ-μόταται φύσει, διότι τὸ περιέχον ψυχρὸν ὂν, ἐναποστέγει στεγανοῦν καὶ κατακλείει τὸ ἔμφυτον θερμὸν ἐν τῷ βάθει τοῦ σώματος.
「胃は冬と春には自然と最も温かくなる。 なぜなら、それを取り囲む環境が冷たいことで、外側を閉ざし、体内の深部に先天的な熱を閉じ込めるからである。
ἐν δὲ τῷ θέρει διαφορεῖται μὲν τοῦτο διὰ τῆς διαπνοῆς.
」しかし、夏においては、これは皮膚発散を通じて発散される。
διὰ τῆς ἀναπνοῆς δὲ ἕλκεται τὸ περιέχον θερμόν.
一方で、呼吸を通じて取り囲む熱が引き入れられる。
ὀνομάζω δὲ ἀναπνοὴν μὲν τὴν διὰ τοῦ στόματος ἔξω τε καὶ εἴσω φορὰν τοῦ πνεύματος, διαπνοὴν δὲ τὴν δι᾿ ὅλου τοῦ σώματος ὁμοίως γιγνομένην.
なお、私は呼吸を、口を通じた気息の外および内への運動と呼び、皮膚発散を、全身を通じて同様に行われるものと呼ぶ。
"Ὁκόταν δὲ τὸ ἔαρ ἐπιλαμβάνῃ, τό τε πόμα χρὴ πλέον πί-νειν οἶνον καὶ ὑδαρέστερον καὶ κατ᾿ ὀλίγον καὶ τοῖσι σι-τίοισι μαλθακωτέροισι χρέεσθαι καὶ ἐλάσσοσι·
"春が始まる時には、飲み物としてはポトをより多く、かつより水で薄めて、また少しずつ飲むべきであり、食物としてはより柔らかいものを、より少なく用いるべきである。
καὶ τὸν ἄρτον ἀφαιρέοντα μᾶζαν προστιθέναι· καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον ἀφαιρέειν, ἔκ τε τῶν ὀπτῶν πάντα ἑφθὰ ποιέεσθαι καὶ λαχάνοισιν ἤδη χρέεσθαι τοῦ ἦρος ὀλίγοισιν, ἕως ἐς τὴν θερίην καταστήσεται ὁ ἄνθρωπος.
そして、パンを減らして大麦餅を加え、おかずも同じ割合で減らし、焼いたものからすべて煮たものにし、春にはすでに野菜を少しずつ用いるべきであり、それは人が夏の状態に落ち着くまで続ける。
τοῖσί τε σιτίοισι πᾶσι μαλακωτέροισι χρεόμενος καὶ τοῖσιν ὄψοισιν ἑφθοῖσι καὶ λαχάνοισιν ὠμοῖσι καὶ ἑφθοῖσι, ὡσαύτως καὶ τοῖσι πόμασιν ὡς ὑδαρεστάτοισι καὶ πλεί-στοισι, καὶ ὅκως μὴ μεγάλη ἡ μεταβολὴ ἔσται κατὰ μι-κρὸν, μὴ ἐξαπίνης χρεομένῳ.
すべてのより柔らかい食物を用い、おかずは煮たものにし、野菜は生のものや煮たものにし、同様に飲み物もできるだけ水で薄めたものをできるだけ多くし、変化が大きくならないように、急に用いるのではなく、少しずつ行うようにする。
"[q. 1]
Πλεῖον εἶπε καὶ ὑδαρέστερον, οὐ πλεῖστον οὐδὲ ὑδαρέ-στατον ἐν τῷ ἦρι τὸ πόμα προσφέρεσθαι.
"[q.1] 彼は、春に摂取される飲み物について、「より多く」かつ「より水で薄めた」と言ったのであり、「最も多く」や「最も水で薄めた」と言ったのではない。
τὸ γὰρ πλεῖ-στον καὶ ὑδαρέστατον ἐν τῷ θέρει κελεύει πίνειν, ὡς ἐναν-τίαν ἔχοντι τὴν κρᾶσιν ἧς ὁ χειμὼν ἔχει.
なぜなら、最も多く、かつ最も水で薄めたものを飲むようにと彼は夏において命じているからであり、それは[夏が]冬の持つ気質とは反対の気質を持っているからである。
τὸ δὲ ἔαρ, ὥσπερ ἐν τῷ μεταξὺ τῶν ἄκρων ἔχει τὴν κρᾶσιν, οὕτω καὶ τῆς διαίτης μέσης δεῖται, ψυχροτέρας μὲν καὶ ὑγροτέρας, ὡς πρὸς τὸν χειμῶνα, θερμοτέρας δὲ καὶ ξηροτέρας, ὡς πρὸς τὸ θέρος.
しかし春は、極端なものの中間にその気質を持っているのと同様に、養生法も中間のものを必要としており、それは冬に比べればより冷たく、より湿っているが、夏に比べればより温かく、より乾燥している。
ἐκ τούτων οὖν δῆλόν ἐστιν ὅπως ἀκούειν χρὴ τῆς κατὰ τὸ θέρος καὶ φθινόπωρον εἰρημένης ὑπ᾿ αὐ-τοῦ διαίτης·
したがって、これらのことから、彼によって語られた夏と秋の養生法をどのように理解すべきかは明白である。
ὥστ᾿ ἐμοὶ μὲν ὑπερβαίνειν αὐτὸ προσήκει, τοῖς δ᾿ ἀναγινώσκουσι πολλάκις ἐπιμελῶς τε προσέχουσι τὸν νοῦν εἴρηται πάντα σαφῶς, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι περὶ τὰς ἄχρι δεῦρο λελεγμένας.
それゆえ、私にとってはそれを省くことが適当であるが、何度も注意深く読み、心を配る人々にとっては、これまでに語られたことについていかなる註釈も必要としないほど、すべてが明快に語られている。
"Τοῦ δὲ θέρεος τῇ τε μάζῃ μαλακῇ τρέφεσθαι καὶ τῷ ποτῷ ὑδαρέϊ καὶ πολλῷ καὶ τοῖσιν ὄψοισι πᾶσιν ἑφθοῖσι, καὶ οὕτω δεῖ χρέεσθαι τουτέοισιν ὁκόταν τὸ θέρος ᾖ, ὅκως ψυχρὸν εἴη τὸ σῶμα καὶ μαλακόν.
"夏においては、柔らかい大麦餅を主食とし、飲み物は水で薄めたものを多く、おかずはすべて煮たものとすべきである。 夏であるときには、身体が冷たくかつ柔らかくなるように、これらをそのように用いるべきである。
καὶ γὰρ ἡ ὥρη θερμή τε καὶ ξηρὴ καὶ ποιέει τὰ σώματα καυματώδεα καὶ αὐ-χμηρά.
なぜなら、この季節は温かくかつ乾燥しており、身体を熱く、かつカサカサにさせるからである。
δεῖ οὖν τοῖσιν ἐπιτηδεύμασιν τουτέοισιν ἀλέξα-σθαι, κατὰ δὲ τὸν αὐτὸν λόγον, ὥσπερ ἐκ τοῦ χειμῶνος εἰς τὸ ἤρ, οὕτω καὶ ἐκ τοῦ ἦρος εἰς τὸ θέρος καταστῆσαι, τῶν μὲν σιτίων ἀφαιρέων, τῷ δὲ ποτῷ προστιθεὶς καὶ οὕτως τὰ ἐνιαύσια ποιέοντα καταστῆσαι ἐκ τοῦ θέ-ρεος εἰς τὸν χειμῶνα.
したがって、これらの日課によってそれらを防ぐべきであり、同じ比率によって、ちょうど冬から春へ移行したように、そのように春から夏へと落ち着かせるべきであり、食物を減らす一方で、飲み物を加え、このようにして一年の変化を行いながら、夏から冬へと落ち着かせるべきである。
ἐν δὲ τῷ φθινοπώρῳ πάλιν τὰ μὲν σιτία πλείω ποιεόμενον καὶ ξηρότερα καὶ τὰ ὄψα κατὰ τὸν αὐτὸν λόγον, τὰ δὲ ποτὰ ἐλάσσω τε καὶ ἀκρητέστερα, ὅκως ὅ τε χειμὼν ἀγαθὸς ἔσται καὶ ὁ ἄνθρωπος διαχρή-σεται τοῖσί τε πόμασιν ἀκρητεστέροισι καὶ ὀλίγοισι καὶ τοῖσι σιτίοισιν ὡς πλείστοισί τε καὶ ξηροτάτοισιν, οὕτω γὰρ ἂν καὶ ὑγιαίνοι μάλιστα καὶ ῥιγῴη ἥκιστα.
また秋には再び、食物をより多く、かつ乾燥したものにし、おかずも同じ比率にし、飲み物はより少なく、かつより生に近いものにし、冬が良い状態になり、人間がより生に近く、かつ少ない飲み物と、できるだけ多く、かつ最も乾燥した食物を使い続けるようにすべきである。 このようにすれば、最も健康であり、かつ最も寒がらないであろう。
ἡ γὰρ ὥρη λίαν ψυχρή τε καὶ ὑγρή.
なぜなら、この季節は非常に冷たくかつ湿っているからである。
"[q. 2]
Τὰ παρόντα διὰ ταῦτα τεμάχια οὔτε τινὸς ἐξηγητοῦ δέονται, πασὶ δῆλα τοῦ Πολύβου ποιήσαντος, οὔτε τινὰ μέ-θοδον ἀκραιφνῆ ζητοῦντος, ἀλλὰ καθὰ κεῖται, αὐτὰ καὶ μόνα δῆλα καθεστήκασι.
"[q.2] これらの記述は、これらの理由から、いかなる註釈家も必要としない。 ポリュボスがすべての人に明白にしたからであり、いかなる純粋な方法論を求めているわけでもなく、ただ提示されている通りに、それ自体のみで明白になっているからである。
"Τοῖσι δὲ εἴδεσι τοῖσι σαρκώδεσι καὶ πλείω μαλακοῖσι καὶ ἐρυθροῖσι ξυμφέρει δὴ τὸν πλείονα χρόνον τοῦ ἐνιαυτοῦ ξηροτέροισι διαιτήμασι χρέεσθαι, ὑγρὴ γὰρ ἡ φύσις τῶν εἰδέων τουτέων.
"肉付きが良く、かつかなり柔らかく、赤みのある体質の人々にとっては、一年の大半の時間を、より乾燥した養生法を用いて過ごすことが有益である。
"[q.
なぜなら、これらの体質の自然は湿っているからである。
3]
"[q.3]