§2Ἀναμνήσω δ’ αὐτῶν τὰ κεφάλαια.
私は彼らの基本的な前提を思い出させよう。
κατὰ μὲν τοὺς Ἀσκληπιάδας ἁπάντων τῶν ἐν ταῖς φλεψὶ χυμῶν ὁμότιμός ἐστιν ἡ ἐν ταῖς φλεβοτομίαις κένωσις, οὐχ ὁμότιμος δ’ ἡ ἐν ταῖς καθάρσεσιν, ἀλλὰ τῶν ἄλλων ἀφαίρεσις, ὡς καθαρὸν ἀποφῆναι τὸ αἷμα.
アスクレピアデス派によれば、静脈内のすべての体液の排出は瀉血においては等しく行われるが、瀉下においては等しく行われず、むしろ他の成分が取り除かれることで血液が純粋なものとして残される。
κατὰ δὲ τοὺς περὶ Ἐρασίστρατον ὁμότιμος ἁπάντων ἐστὶν ὥσπερ ἐν ταῖς φλεβοτομίαις, οὕτω κᾀν ταῖς καθάρσεσιν ἡ κένωσις, ἃς οὐδὲ καθάρσεις ὄντως, ἀλλὰ κενώσεις ἅμα διαφθορᾷ καὶ ἀλλοιώσει τῶν κενουμένων ὑπάρχειν ἐροῦσιν.
他方、エラシストラトスの一派によれば、排出は瀉血においてと同様に瀉下においても、すべての体液について等しく行われる。 そして彼らは瀉下を真の意味での浄化ではなく、排出されるものの崩壊と変質を伴う排出であると言うだろう。
ἥκοντες τοίνυν ἐπὶ τὸν ἆθλον οἵ τε μετρίως ἀναίσχυντοι τῶν σοφιστῶν οἵ τε ἐσχάτως ἀγωνιζέσθωσαν ὥσπερ ἐν σταδίῳ μὴ λόγοις πρός με μηδὲ λήροις μακροῖς, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις εἰς ἃ προσκαλοῦμαι κατὰ τὴν πολυανθρωποτάτην πόλιν τήνδε, μυρίων ὁσημέραι μὲν κατ’ αὐτὴν ἰκτεριώντων εὑρεθῆναι δυναμένων, μυρίων δὲ ὑδερικῶν.
したがって、競技の場にやってきて、ソフィストたちのうち適度に恥知らずな者たちも、極限まで恥知らずな者たちも、言葉や長ったらしい戯言によって私と戦うのではなく、競技場におけるように、まさに事実そのものによって戦うがよい。 私はこのきわめて人口の多い都市において彼らをその事実へと招き寄せるのである。 この都市においては、毎日、数万人の黄疸患者や、数万人の水腫患者が見出され得るのであるから。
ἀρκεῖ γάρ μοι περὶ τούτων πρῶτον ποιήσασθαι λόγον.
というのも、私にとってはまずこれらについて議論を行うことで十分だからである。
ἀγέτω τις πρός με τούτων δή τινα χωρὶς πυρετοῦ μεστὸν ἔχων τῆς πικρᾶς χολῆς τὸ σύμπαν σῶμα, καὶ θεασάσθω πῶς μετὰ τὸ παρασκευάσαι τὸν ἄνθρωπον ἡμέραις τισὶν, ὅταν ἤδη μοι καιρὸς εἶναι δοκῇ, δοὺς ὑπήλατόν τι τῶν χολαγωγῶν, εἰς τὸ κατὰ φύσιν ἐκ τῆς τοιαύτης καθάρσεως ἐπανάγω τὸν ἄνθρωπον, οὐδὲν ὅλως ἔτι περὶ τὸ σῶμα πραγματευσάμενος.
誰でもよいから、これらの患者のうち、熱はなく、体全体が黄胆汁で満ちている者を私のところに連れてくるがよい。 そして、その人を数日間準備させた後、好機であると私に思われたときに、胆汁排出薬の一つを与えて、そのような瀉下によって、その体を治療する他のいかなる処置も一切施すことなしに、いかに私がその人を自然な状態へと連れ戻すかを見るがよい。
ἀλλὰ τοῦθ’ ἡμεῖς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις ἐπεδειξάμεθα τοῖς ἡμιμοχθήροις αὐτῶν, καὶ πολλοὺς ἐπὶ τὰ βέλτια μετεστήσαμεν.
だが、これを我々は一度や二度ではなく、きわめて度々、彼らのうちの半分邪悪な者たちに示し、多くの者をより良い見解へと転向させてきた。
οὐ μὴν τούτου γε ἕνεκεν, ὦ σοφιστὰ, πιστεύειν σε κελεύω τοῖς μαρτυροῦσιν, ἀλλὰ σαυτὸν, ὅτε βούλει, θεάσασθαι μιᾷ καθάρσει τὸν ἰκτεριῶντα, τὴν κατὰ φύσιν ἀπολαμβάνοντα χρόαν.
だが、おおソフィストよ、このことのゆえに私は汝に、証言する者たちを信じるよう求めているのではない。 むしろ汝自身が、望むときに、ただ一度の瀉下によって黄疸患者が自然な皮膚の色を取り戻すのを目撃するよう求めているのである。
ὅταν οὖν ἴδῃς τοῦτο γινόμενον, ὦ γενναῖε, τολμήσῃς ἐν τῷ μέσῳ καταστὰς λαμπρᾷ τῇ φωνῇ, κήρυκος γοῦν δίκην αἴρων αὐτὴν, ἀποτεῖναι λόγον μακρὸν, οἷον πολλάκις τοῖς μαθηταῖς, ὡς οὐχ ἕλκεται τὸ οἰκεῖον ὑφ’ ἑκάστου τῶν καθαιρόντων, ἀλλὰ τὸ περιεχόμενον ἐν ταῖς φλεψὶν ἅπαν, ὁποῖον ἂν εἴη, μεταβάλλεται πρὸς ὅπερ ἂν ἡ τοῦ φαρμάκου δύναμις ἀλλοιοῦν αὐτὸ φύσιν ἔχῃ.
それゆえ、おお高貴な友よ、これが行われるのを見たとき、汝は人々の真ん中に立って、あたかも布告役のように声を張り上げ、弟子たちに対してしばしば行うように、長々とした議論を展開する勇気があるだろうか。 すなわち、『下剤のそれぞれによって適切なものが引き寄せられるのではなく、血管内に含まれるすべてのものが、それがどのようなものであれ、薬の力がそれを変質させる本性を持つところのものへと変化させられるのだ。
καὶ νῦν οὗτος ὁ θεραπευθεὶς τὸν ἴκτερον οὐ τῷ κενωθῆναι τὸν χυμὸν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως ὤνητο.
そして今、黄疸を治療されたこの男は、特定の体液が排出されたことによってではなく、排出という一般的な原理によって益を得たのだ。
θεάσασθε γοῦν ὅπως ἐγὼ τῶν οὕτως ἐχόντων ἕτερον ἤτοι φλεβοτομήσας, ἢ δοὺς ἄλλο τι τῶν ὑπηλάτων ὁμοίως ὠφελήσω.
ともかく見よ、いかに私が、このように病んでいる別の者に対し、瀉血を行うか、あるいは他の何らかの下剤を与えることによって、同様に益するかを』と。
ταῦτ’ εἰπὼν ἐφεξῆς μοι δύο τῶν ἰκτεριώντων, τὸν μὲν φλεβοτόμησον, τὸν δὲ διά τινος τῶν τοιούτων ὑπηλάτων ἐκκένωσον, ὃ σύμπαντες μὲν ἄνθρωποι τὴν μέλαιναν χολὴν κενοῦν, σὺ δὲ οὐ κενοῦν, ἀλλὰ γεννᾷν πέπεισαι.
このように言った後で、私のために二人の黄疸患者を続けて連れてきて、一方には瀉血を施し、他方にはそのような下剤のいくつかによって排出させよ。 それは、すべての人間は黒胆汁を排出するものと信じているが、汝は排出するのではなく生み出すものと確信している薬である。
κᾄπειτ’ ἐὰν ὠφελήσῃς αὐτὸν, εὔχρουν ἀποφήνας τὸ σῶμα, πᾶν ὁτιοῦν ἂν ἐθελήσας με παθεῖν, συγχωρήσω σοι, μηδὲν μέντοι τὸν ἄνθρωπον ὀνήσας, ἀλλ’ εἰς τὸ ἔσχατον ἀγαγὼν βλάβης, ἐπὶ τὰ βελτίω μετάστηθι καὶ τὴν Ἱπποκράτους ζήλωσον τέχνην.
そして、もし汝がその人を益し、体を良い肌色にしたならば、私は汝に、私がどんな目に遭わされることも認めよう。 しかし、もし汝がその人を何ら益することなく、むしろ極限の害へと導いたならば、より良きものへと転向し、ヒッポクラテスの術に倣うがよい。
ἀλλὰ περὶ μὲν τῶν ἰκτεριώντων ἅλις.
しかし、黄疸患者についてはこれで十分である。
ἐπὶ δὲ τὸν ὑδεριῶντα μεταβὰς θέασαι πάλιν καὶ τοῦτον οὐχ ὁμοίως ὑπό τε φλεβοτομίας διατιθέμενον καὶ φαρμάκου τινὸς τῶν ὑδραγωγῶν.
水腫患者に話を移して、この患者もまた、瀉血と水排出薬のいずれによって処置されるかによって、同様でない影響を受けるのを見るがよい。
εἰ γὰρ μὴ δείξαιμι τὸ κατὰ τὸ ἦτρον ὑδατῶδες ἐκκενούμενον ὑπὸ φαρμάκου, τότ’ ἔνεστί σοι καταγνῶναι μὲν τοῦ παλαιοῦ λόγου νομίζοντος οὐ γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν, ὡς σὺ φῂς, ἀλλ’ ἐκ τοῦ σώματος ἕλκεσθαι πρὸς τοῦ φαρμάκου.
なぜなら、もし私が下腹部の水様成分が薬によって排出されることを示さないならば、そのときには汝は、そのような体液は汝が言うように生み出されるのではなく、薬によって体から引き寄せられるのだと考える古い学説を非難することが許されるからである。
καθ’ ἡμῶν δ’ ὅ τι βούλει πράξαι, καὶ μὴν εἰ μελαίνης χολῆς ἢ ξανθῆς ἀγωγὸν δοίης φάρμακον, οὐ κενώσεις τὸν ὄγκον, καὶ οὕτως ἕκαστον τῶν φαρμάκων οἰκείου τινὸς ἑλκτικόν ἐστι χυμοῦ.
そして我々に対して汝が望むことを何でも行うがよい。 だが、もし汝が黒胆汁あるいは黄胆汁の排出薬を与えるならば、汝はその腫れを空にすることはできない。 このようにおのおのの薬は固有の特定の体液を吸引するものなのである。
σὺ δ’ εἰ νομίζεις ἅπαντας ὁμοίως ἀλλοιοῦσθαι καὶ κένωσιν εἶναι κοινὴν, οὐ κάθαρσιν, τὸ γινόμενον, ἔξεστί σοι τέμνειν τὴν φλέβα.
しかし、もし汝が、起こっていることはすべて同様に変質させられることであり、瀉下ではなく一般的な排出であると考えるなら、静脈を切り開くが良い。
ταῦτα εἰ μὲν ἐν Ἰνδοῖς τις ὢν γράφων προσεκαλεῖτο, χαλεπὸν ἦν ἐξελέγχειν αὐτόν.
もし誰かがインドにいてこれらを書き、挑戦してきたならば、彼を論破することは困難であったろう。
ἐπεὶ δ’ ἄνθρωπος ἑκάστης μὲν ἡμέρας ὑφ’ ἡμῶν βλεπόμενος, ἐπ’ αὐτὸν δὲ τὸν διὰ τῶν ἔργων ἔλεγχον προσκαλούμενος, οὐκ οἶδα πῶς οὐκ αἰσχύνεσθε φλυαροῦντας.
しかし、毎日我々によって見られており、まさに事実による論破へと招かれている人間に対して、君たちがどのように恥じることもなく戯言を言い続けているのか、私には理解できない。
οὐ μέλλω λέγειν, ὅτι παμπόλλων ἰκτεριώντων ἐξεκάθηρα τὸ σῶμα τοῦ χολώδους χυμοῦ καθάρσει μιᾷ·
私は、非常に多くの黄疸患者の体から、ただ一度の瀉下によって胆汁性の体液を完全に排出したなどと言うつもりはない。
καὶ γὰρ μυρίοι περὶ τούτου μαρτυροῦσιν·
というのも、無数の人々がこのことを証言しているからである。
εἰ δὲ οἱ ἀναισχυντότατοι σοφισταὶ προσποιήσονται πᾶσιν ἀνθρώποις ἀπιστεῖν, θεασάσθωσαν αὐτοὶ γιγνόμενον αὐτὸ τὸ ἔργον, ὁποσάκις ἂν βουληθῶσι.
しかし、最も恥知らずなソフィストたちが、あらゆる人々を信用しないふりをするのであれば、彼ら自身が、望むときにはいつでも、その行為が実際に行われるのを見るが良い。