Humanitext Reader

盖伦 · 论泻药的功效 §2

对立学派的泻下理论与临床反驳

第 2 段,共 5 段 · 希腊语

内容简介

盖伦概述了阿斯克莱皮亚德斯派和埃拉西斯特拉托斯派关于泻下的基本原则,并向诡辩家们提出实际挑战,列举了放血与下药对黄疸和水肿患者的不同临床疗效。

§2Ἀναμνήσω δ’ αὐτῶν τὰ κεφάλαια.
我将提醒他们其主要原则。
κατὰ μὲν τοὺς Ἀσκληπιάδας ἁπάντων τῶν ἐν ταῖς φλεψὶ χυμῶν ὁμότιμός ἐστιν ἡ ἐν ταῖς φλεβοτομίαις κένωσις, οὐχ ὁμότιμος  δ’ ἡ ἐν ταῖς καθάρσεσιν, ἀλλὰ τῶν ἄλλων ἀφαίρεσις, ὡς καθαρὸν ἀποφῆναι τὸ αἷμα.
根据阿斯克莱皮亚德斯派,静脉中所有体液的排空在放血中是均等的,但在泻下中是不均等的;相反,它是对其他物质的清除,以使血液呈现纯净。
κατὰ δὲ τοὺς περὶ Ἐρασίστρατον ὁμότιμος ἁπάντων ἐστὶν ὥσπερ ἐν ταῖς φλεβοτομίαις, οὕτω κᾀν ταῖς καθάρσεσιν ἡ κένωσις, ἃς οὐδὲ καθάρσεις ὄντως, ἀλλὰ κενώσεις ἅμα διαφθορᾷ καὶ ἀλλοιώσει τῶν κενουμένων ὑπάρχειν ἐροῦσιν.
而根据埃拉西斯特拉托斯派的观点,所有体液的排空在放血中和泻下中都是均等的,他们会说泻下并不是真正的净化,而是在排空的同时伴随着排出物的破坏和变质。
ἥκοντες τοίνυν ἐπὶ τὸν ἆθλον οἵ τε μετρίως ἀναίσχυντοι τῶν σοφιστῶν οἵ τε ἐσχάτως ἀγωνιζέσθωσαν ὥσπερ ἐν σταδίῳ μὴ λόγοις πρός με μηδὲ λήροις μακροῖς, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις εἰς ἃ προσκαλοῦμαι κατὰ τὴν πολυανθρωποτάτην πόλιν τήνδε, μυρίων ὁσημέραι μὲν κατ’ αὐτὴν ἰκτεριώντων εὑρεθῆναι δυναμένων, μυρίων δὲ ὑδερικῶν.
因此,让那些稍微有些无耻的诡辩家和那些极其无耻的诡辩家都来到竞技场吧,像在体育场上一样进行较量,不要用言语或长篇废话来对抗我,而是用我在这座人口极为稠密的城市中所挑战他们的实际行动。 在这座城市里,每天都可以找到成千上万的黄疸患者和成千上万的水肿患者。
ἀρκεῖ γάρ μοι περὶ τούτων πρῶτον ποιήσασθαι λόγον.
因为对我来说,首先就这些患者展开论述就已经足够了。
ἀγέτω τις πρός με τούτων δή τινα χωρὶς πυρετοῦ μεστὸν ἔχων τῆς πικρᾶς χολῆς τὸ σύμπαν σῶμα, καὶ θεασάσθω πῶς μετὰ τὸ παρασκευάσαι τὸν ἄνθρωπον ἡμέραις τισὶν, ὅταν ἤδη μοι καιρὸς εἶναι δοκῇ, δοὺς ὑπήλατόν τι τῶν χολαγωγῶν, εἰς τὸ κατὰ φύσιν ἐκ τῆς τοιαύτης καθάρσεως ἐπανάγω τὸν ἄνθρωπον, οὐδὲν ὅλως ἔτι περὶ τὸ σῶμα πραγματευσάμενος.
让谁把这些患者中一个没有发烧、全身充满苦胆汁的人带到我这里来,并让他亲眼看看,在对这个人进行了几天的准备之后,当我认为时机已经成熟时,通过给予一种驱胆汁的下药,我如何通过这种泻下使这个人恢复到自然状态,而根本不需要对他的身体进行任何其他处理。
ἀλλὰ τοῦθ’ ἡμεῖς οὐχ ἅπαξ ἢ δὶς, ἀλλὰ πάνυ πολλάκις ἐπεδειξάμεθα τοῖς ἡμιμοχθήροις αὐτῶν, καὶ πολλοὺς ἐπὶ τὰ βέλτια μετεστήσαμεν.
事实上,我们向他们中那些半坏的人展示这一点不是一次两次,而是非常多次,并且使许多人转变了观念。
οὐ μὴν τούτου γε ἕνεκεν, ὦ σοφιστὰ, πιστεύειν σε κελεύω τοῖς μαρτυροῦσιν, ἀλλὰ σαυτὸν, ὅτε βούλει, θεάσασθαι μιᾷ καθάρσει τὸν ἰκτεριῶντα, τὴν κατὰ φύσιν ἀπολαμβάνοντα χρόαν.
然而,噢,诡辩家,我绝不是因为这个原因才让你相信那些见证者,而是让你自己在你想看的时候,亲眼看到黄疸患者通过一次泻下就恢复了自然的肤色。
ὅταν οὖν ἴδῃς τοῦτο γινόμενον, ὦ γενναῖε, τολμήσῃς ἐν τῷ μέσῳ καταστὰς λαμπρᾷ τῇ φωνῇ, κήρυκος γοῦν δίκην αἴρων αὐτὴν, ἀποτεῖναι λόγον μακρὸν, οἷον πολλάκις τοῖς μαθηταῖς, ὡς οὐχ ἕλκεται τὸ οἰκεῖον ὑφ’ ἑκάστου τῶν καθαιρόντων, ἀλλὰ τὸ περιεχόμενον ἐν ταῖς φλεψὶν ἅπαν, ὁποῖον ἂν εἴη, μεταβάλλεται πρὸς ὅπερ ἂν ἡ τοῦ φαρμάκου δύναμις ἀλλοιοῦν αὐτὸ φύσιν ἔχῃ.
因此,高尚的人啊,当你看到这发生时,你敢站在人群中,像个传令官一样提高声音,高声长篇大论,就像你经常对弟子们说的那样,声称“每种下药并没有吸引其同类的物质,而是静脉中包含的所有东西,无论是什么,都会被改变为药物的力量本性所能转化成的物质”吗?
καὶ νῦν οὗτος ὁ θεραπευθεὶς τὸν ἴκτερον οὐ τῷ κενωθῆναι τὸν χυμὸν, ἀλλὰ τῷ κοινῷ λόγῳ τῆς κενώσεως ὤνητο.
并且声称“现在这个治愈了黄疸的人,并不是因为体液被排空而获益,而是因为排空的普遍原理而获益”吗?
θεάσασθε γοῦν ὅπως ἐγὼ τῶν οὕτως ἐχόντων ἕτερον ἤτοι φλεβοτομήσας, ἢ δοὺς ἄλλο τι τῶν ὑπηλάτων ὁμοίως ὠφελήσω.
“至少让我们看看,我如何通过对另一个处于这种状况的人进行放血,或者给予其他某种下药,同样能使他获益。
ταῦτ’ εἰπὼν ἐφεξῆς μοι δύο τῶν ἰκτεριώντων, τὸν μὲν φλεβοτόμησον, τὸν δὲ διά τινος τῶν τοιούτων ὑπηλάτων ἐκκένωσον, ὃ σύμπαντες μὲν ἄνθρωποι τὴν μέλαιναν χολὴν κενοῦν, σὺ δὲ οὐ κενοῦν, ἀλλὰ γεννᾷν πέπεισαι.
”说过这些之后,请连续带两个黄疸患者给我,对其中一个进行放血,对另一个则通过这样一些下药进行排空——所有人都在服用它以排空黑胆汁,而你却深信它不是排空黑胆汁,而是产生黑胆汁。
κᾄπειτ’ ἐὰν ὠφελήσῃς αὐτὸν, εὔχρουν ἀποφήνας τὸ σῶμα, πᾶν ὁτιοῦν ἂν ἐθελήσας με παθεῖν, συγχωρήσω σοι, μηδὲν μέντοι τὸν ἄνθρωπον ὀνήσας, ἀλλ’ εἰς τὸ ἔσχατον ἀγαγὼν βλάβης, ἐπὶ τὰ βελτίω μετάστηθι καὶ τὴν Ἱπποκράτους ζήλωσον τέχνην.
然后,如果你治好了他,使他的身体呈现健康的肤色,我将同意让你对我进行任何惩罚;然而,如果你对那个人毫无益处,反而将他带入极度的伤害中,那么请改变观点,效法希波克拉底的医术吧。
ἀλλὰ περὶ μὲν τῶν ἰκτεριώντων ἅλις.
但是关于黄疸患者的事情已经足够了。
ἐπὶ δὲ τὸν ὑδεριῶντα μεταβὰς θέασαι πάλιν καὶ τοῦτον οὐχ ὁμοίως ὑπό τε φλεβοτομίας διατιθέμενον καὶ φαρμάκου τινὸς τῶν ὑδραγωγῶν.
转到水肿患者,再次看看这个人,他在放血和服用某种驱水药后的状况是多么不同。
εἰ γὰρ μὴ δείξαιμι τὸ κατὰ τὸ ἦτρον ὑδατῶδες ἐκκενούμενον ὑπὸ φαρμάκου, τότ’ ἔνεστί σοι καταγνῶναι μὲν τοῦ παλαιοῦ λόγου νομίζοντος οὐ γεννᾶσθαι τὸν τοιοῦτον χυμὸν, ὡς σὺ φῂς, ἀλλ’ ἐκ τοῦ σώματος ἕλκεσθαι πρὸς τοῦ φαρμάκου.
因为如果我不能证明下腹部的水样物质是被药物排出来的,那么你就有理由谴责那认为这种体液不是像你所说的那样产生、而是被药物从身体中吸引出来的古老学说。
καθ’ ἡμῶν δ’ ὅ τι βούλει πράξαι, καὶ μὴν εἰ μελαίνης χολῆς ἢ ξανθῆς ἀγωγὸν δοίης φάρμακον, οὐ κενώσεις τὸν ὄγκον, καὶ οὕτως ἕκαστον τῶν φαρμάκων οἰκείου τινὸς ἑλκτικόν ἐστι χυμοῦ.
而对我们,你愿意怎么做就怎么做。 况且,如果你给的是驱黑胆汁或驱黄胆汁的药,你将无法排空这肿胀,因此每种药物都是某种特定同类体液的吸引剂。
σὺ δ’ εἰ νομίζεις ἅπαντας ὁμοίως ἀλλοιοῦσθαι καὶ κένωσιν εἶναι κοινὴν, οὐ κάθαρσιν, τὸ γινόμενον, ἔξεστί σοι τέμνειν τὴν φλέβα.
但如果你认为所有的东西都是同样地被改变,发生的事情是普遍的排空,而不是净化,你就可以切开静脉。
ταῦτα εἰ μὲν ἐν Ἰνδοῖς τις ὢν γράφων προσεκαλεῖτο, χαλεπὸν ἦν ἐξελέγχειν αὐτόν.
如果这是某个在印度的人写下并提出挑战的,那将很难反驳他。
ἐπεὶ δ’ ἄνθρωπος ἑκάστης μὲν ἡμέρας ὑφ’ ἡμῶν βλεπόμενος, ἐπ’ αὐτὸν δὲ τὸν διὰ τῶν ἔργων ἔλεγχον προσκαλούμενος, οὐκ οἶδα πῶς οὐκ αἰσχύνεσθε φλυαροῦντας.
但既然这是一个每天被我们看到,并挑战你们通过实际行动来进行反驳的人,我不知道你们怎么能毫不羞耻地胡说八道。
οὐ μέλλω λέγειν, ὅτι παμπόλλων ἰκτεριώντων ἐξεκάθηρα τὸ σῶμα τοῦ χολώδους χυμοῦ καθάρσει μιᾷ· καὶ γὰρ μυρίοι περὶ τούτου μαρτυροῦσιν· εἰ δὲ οἱ ἀναισχυντότατοι σοφισταὶ προσποιήσονται πᾶσιν ἀνθρώποις ἀπιστεῖν, θεασάσθωσαν αὐτοὶ γιγνόμενον αὐτὸ τὸ ἔργον, ὁποσάκις ἂν βουληθῶσι.
我不打算说,我仅通过一次泻下就清除了无数黄疸患者体内的胆汁性体液——因为有无数人为此作证;但如果最无耻的诡辩家们假装不相信所有人,那就让他们自己在想看多少次就看多少次,亲眼看看这件事情的实际发生。

词汇与语法注释

  1. p.328ὡς καθαρὸν ἀποφῆναι τὸ αἷμα — 由表示结果的 ὡς 引导的不定式从句(“以至于……”)。它解释了阿斯克莱皮亚德斯派理论的机制,即通过泻下清除其他体液,从而使血液呈现纯净状态。
  2. p.329τολμήσῃς ... ἀποτεῖναι λόγον μακρὸν — 第二人称单数将来时直说语气(或不定过去时虚拟语气)的 `τολμήσῃς`(或 `τολμήσεις`)用于疑问句中,表示强烈的反问或讽刺(“你难道真敢发表长篇大论吗……?”)。
  3. p.330ὃ σύμπαντες μὲ n ἄνθρωποι τὴν μέλαιναν χολὴν κενοῦν, σὺ δὲ οὐ κενοῦν, ἀλλὰ γεννᾶν πέπεισαι — 关系代词 `ὅ` 指代前文的 `ὑπηλάτων`。不定式 `κενοῦν` 和 `γεννᾶν` 作为被动语态动词 `πέπεισαι`(“你确信”)的补足不定式,形成对比,将大众的认知(“排出”)与该诡辩家的个人信念(“产生”)进行对照。
  4. p.331ταῦτα εἰ μὲν ἐν Ἰνδοῖς τις ὢν γράφων προσεκαλεῖτο — 使用过去直说语气的现在相反虚拟条件句。条件从句使用 `προσεκαλεῖτο`(未完成过去时直说语气),而主句使用不带 `ἄν` 的 `ἦν`(未完成过去时直说语气),这在语法上依然保持着虚拟(反事实)的意义。

引用这一段

盖伦, 论泻药的功效 §2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg072.humanitext-grc1:2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。