§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΘΑΙΡΟΝΤΩΝ ΦΑΡΜΑΚΩΝ ΔΥΝΑΜΕΩΣ.
Κατὰ τὴν αὐτὴν αἰτίαν ἐοίκασιν οἱ παλαιότατοι τῶν ἰατρῶν τὰς πονηρὰς δόξας ἀνελέγκτους ἐᾶσαι, καθ’ ἣν καὶ τῶν νομοθετῶν οἱ ἀρχαιότατοι τὰ μέγιστα τῶν ἁμαρτημάτων ἀτιμώρητα.
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΘΑΙΡΟΝΤΩΝ ΦΑΡΜΑΚΩΝ ΔΥΝΑΜΕΩΣ. 同じ理由によって、最古の医師たちは、最古の立法者たちが最大級の犯罪を処罰しないままにしておいたのと同様に、有害な意見を反駁しないままにしておいたようである。
μετριωτέρας γὰρ οὔσης κατ’ ἐκεῖνον τὸν χρόνον τῆς κακίας καὶ μήτε ἀδικεῖν ἐπιχειρούντων τὰ μέγιστα μήτε ἀναισχυντεῖν ὑπομενόντων τὰ φανερώτατα, πῶς ἄν τις ἢ κόλασιν ὥριζε τοῖς μηδ’ ὅλως γεγενημένοις, ἢ ἔλεγχον ἐπῆγεν οἷς οὐδεὶς ὅλως εἶπεν;
というのも、その時代には邪悪さがより穏やかであり、人々は最も重大な不正を働くことを企てもせず、最も明らかな不謹慎をあえて行うこともしなかったため、全く起こってもいないことに対して誰が罰を規定したであろうか、あるいは誰も口にしなかったことに対して誰が反駁を試みたであろうか。
ἐπειδὴ δ’ ἐν τῷ χρόνῳ τῆς κακίας αὐξανομένης οὔτε ἀτόλμητον οὐδὲν ἔτι τοῖς ἀνθρώποις οὔτε ἄῤῥητον ἦν, οἱ μὲν νομοθέται πολλοὺς τρόπους καινοὺς ἐξευρίσκουσι τῶν ἐπὶ τοῖς ἀδικοῦσι τιμωριῶν.
しかし、時が経ち、邪悪さが増大するにつれて、人間にとって不敵な行いで行われないものはなくなり、口にされない言葉もなくなったので、一方では立法者たちは犯罪者に対する新しい多くの処罰の方法を見出している。
οἱ δ’ ἀλήθειαν τιμῶντες ἐλέγχων ἰδέας πολυτρόπους ἐπὶ τοῖς σοφισταῖς, ὅπερ νῦν ἐοίκαμεν καὶ ἡμεῖς ἂν δράσειν, ἐξελέγχοντες τοὺς ἀναιροῦντας μὲν τῶν καθαιρόντων φαρμάκων τὴν ἑλκτικὴν δύναμιν ὧν ἐκκενοῦσι χυμῶν, μεταβλητικὴν δέ τινα φάσκοντας ἔχειν ἁπάντων ὁμοτίμως τῶν πλησιαζόντων αὐτοῖς.
他方では、真理を重んじる人々は、ソフィストたちに対して多種多様な反駁の形式を見出している。 それは、今や我々自身も行うであろうと思われることであり、下剤が排出する体液を引き寄せる力を否定する一方で、それらの薬剤が自らに近づくすべての体液を同様に変質させる力を持っていると主張する者たちを論破することによってである。
λέλεκται δ’ οὐδὲν Ἱπποκράτει πρὸς τὴν τοιαύτην δόξαν.
しかし、ヒッポクラテスはこのような説に対して何も語っていない。
οὔπω γὰρ οὔτ’ Ἀσκληπιάδης ἦν κατ’ αὐτὸν, ὁ προφανῶς ἀναισχυντήσας τε καὶ ὥσπερ ἔπαθλόν τινα κατὰ τῆς ἀληθείας ἀποδυσάμενος, οὔτ’ Ἐρασίστρατος, ὁ μετ’ αἰδοῦς μέν τινος, ὅλον δ’ ἀνατρέψας τὸ κεφάλαιον αὐτὸ, ὃ περὶ τῶν καθαιρόντων φαρμάκων φανερῶς ὑπάρχει.
彼の時代には、公然と恥知らずな態度をとり、まるで賞品を目指すかのように真理に逆らって衣服を脱ぎ捨てて戦いを挑んだアスクレピアデスも、ある種の羞恥心を持ちつつも下剤に関して明白に存在する核心そのものを全面的に覆したエラシストラトスも、まだ現れていなかったからである。
τὴν γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν οὐκ οἶδεν Ἐρασίστρατος οὐδαμόθεν τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντ’ αὐτῆς χρῆται.
というのも、エラシストラトスは自然の最も精力的で最も適合した力である吸引力を彼の著作のどこにおいても認めておらず、むしろその代わりに空虚になる部分に引き続くことを用いているからである。
μέρος δέ ἐστι τῆς τῶν οἰκείων ἑλκτικῆς δυνάμεως ἡ ἐν τοῖς καθαίρουσι φαρμάκοις, ὥσπερ γε καὶ καθ’ ἣν ἡ χολὴ διακρίνεται καὶ τὸ οὖρον, ἄλλα τε πολλὰ κατά τε τὴν ὑγείαν τῶν ζώων ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ κατὰ τὰς ἰάσεις τῶν νοσημάτων καὶ κατὰ τὰ νοσήματα, ὑπό τε τῶν ἰατρῶν καὶ αὐτῆς τῆς φύσεως οὐχ ἥκιστα.
そして、下剤に備わる力は、同種の物質を引き寄せる力の一部である。 それはちょうど、胆汁や尿が分離される力や、動物の健康維持において自然によって成し遂げられる他の多くのこと、また病気の治療や病気そのものの際にも、医師たちや他ならぬ自然自身によって大いに成し遂げられることと同じである。
ἐπεὶ τοίνυν Ἱπποκράτης οὐδὲν εἶπεν πρὸς τοὺς ἀναιροῦντας ἐκ τῶν ὄντων τὴν ὁλκὴν, ὅτι μηδὲ προστάτην οὕτως ἰταμὸν ὁ λόγος ἔσχεν, οἷοι πολλοὶ τῶν μετ’ αὐτῶν ἐγένοντο, δίκαιον ἂν εἴη περὶ τῆς ἀληθείας ἀνθ’ Ἱπποκράτους ἡμᾶς ἀγωνίσασθαι καὶ πρῶτον μὲν οἷόν τι λέγουσιν ἀναμνῆσαι τοὺς ἄνδρας, εἶθ’ ἑξῆς ὡς οὐκ ὀρθῶς λέγοντας ἐπιδεῖξαι.
それゆえ、ヒッポクラテスの後代に現れた多くの者たちのような、これほど厚顔無恥な擁護者をその説が持っていなかったために、ヒッポクラテスが存在するものの中から吸引力を否定する者たちに対して何も語らなかったのであるから、我々がヒッポクラテスに代わって真理のために闘い、まず彼らがどのようなことを言っているかを人々に思い起こさせ、次いで彼らが正しく語っていないことを示すのが至当であろう。
ὁ μὲν δὴ λόγος αὐτῶν τοιόσδε.
さて、彼らの主張は次のようなものである。
τὸ καθαῖρον φάρμακον, οὗπερ ἂν ψαύσῃ χυμοῦ, τοῦτον εἰς τὴν ἰδίαν ἰδέαν ἀλλοιοῖ, χολὴν μὲν ξανθὴν ἐργαζόμενον, ὅπερ ὀνομάζουσι χολαγωγὸν, ὥσπερ καὶ φλέγμα, ὃ καλοῦσι φλεγμαγωγόν·
下剤は、触れたいかなる体液をも自身の固有の形態へと変化させる。 すなわち、彼らが胆汁排出薬と呼ぶものは体液を黄胆汁へと変化させ、同様に彼らが粘液排出薬と呼ぶものは体液を粘液へと変化させる。
ὑδατώδη δέ τινα φύσιν ἀποτελοῦν ὃ καλοῦσιν ὑδραγωγὸν, ἄλλο γε μέλαιναν χολὴν ἀποφαῖνον οὗπερ ἂν ἅψηται χυμοῦ.
また、水排出薬と呼ぶものは体液を水のような性質へと変化させ、別の薬は触れたいかなる体液をも黒胆汁へと変化させるのである。
συνελόντα δὲ φάναι, μεταβολὴ καὶ ἀλλοίωσίς ἐστι τῶν ἐν ταῖς φλεψὶ χυμῶν ἁπάντων, οὐ κένωσις ἑνὸς ἐξ αὐτῶν, ἡ προσαγορευομένη κάθαρσις, ὡς ὁ τούτων λόγος.
要約して言えば、彼らの説によれば、いわゆる瀉下とは、血管内のすべての体液の変化と変質であり、それらのうちの一つの排出ではない、ということになる。
ἀλλ’ εἴπερ ταῦτα βούλεσθε, λέγωμεν ἤδη πρὸς αὐτοὺς, ἄν τε χολῆς ἀγωγὸν, ἄν τε φλέγματος, ἄν τε μελαίνης, ἄν τε ὀῤῥώδους ὑγρότητος λάβῃ τὶς φάρμακον, ἅπαντας κενοῦσθαι τοὺς ἐκ τῶν φλεβῶν χυμούς.
しかし、もし君たちがこう望むのであれば、今や彼らに向かって言おう。 胆汁排出薬、粘液排出薬、黒胆汁排出薬、あるいは漿液性水分排出薬を服用するにせよ、血管からすべての体液が排出されるのだと。
καὶ μὴν ταύτῃ μόνον ἄρα διαλλάττει τὸ καθῆραί τινα τοιούτῳ φαρμάκῳ, τοῦ τέμνοντα φλέβα κενῶσαι τὸ αἷμα, καθόσον ἐν μὲν ταῖς φλεβοτομίαις οἷόν περ ἔμπροσθεν ἐνυπάρχει ἐκκρίνεται, κατὰ δὲ τὰς καθάρσεις ἐξαλλαττόμενόν ἐστιν οὐ τῇ χρόᾳ μόνον, ἀλλὰ καὶ τῇ συστάσει.
そして実に、そのような薬によって瀉下を行うことは、血管を切り開いて血液を排出させること、すなわち瀉血と、ただ次の点でのみ異なることになる。 すなわち、瀉血においては以前から存在していた通りの状態で排出されるのに対し、瀉下においては、単に色においてだけでなく、その稠度においても変化させられている、という点においてのみである。
τὸ μὲν γὰρ τῶν ὑδατωδῶν ἀγωγὸν ὑγρὰ καὶ λεπτὰ πάντα ποιεῖται τὰ κατὰ τὰς φλέβας, εἰ καὶ τύχοι πρότερον ὄντα παχύτατα τὸ δὲ τῆς μελαίνης ἔμπαλιν ἅπαντα παχέα καὶ στάσιμα, κᾂν εἰ πρόσθεν ἦν ὑγρότατα.
なぜなら、水様成分排出薬は、たとえ血管内のものが以前はきわめて濃厚であったとしても、それらをすべて液状で希薄なものにするからであり、黒胆汁排出薬は逆に、たとえ以前はきわめて液状であったとしても、すべてを濃厚で停滞したものにするからである。
καὶ τοίνυν καὶ ἡ ἔκλεξις ἡμῖν τοῦ φλεβοτομῆσαί τε καὶ καθῆραι κατ’ ἄλλους μέν τινας ἔσται σκοποὺς, κατ’ αὐτὴν δὲ τὴν ἰδέαν τῶν κενουμένων οὐκ ἔσται.
したがって、我々が瀉血を行うか瀉下を行うかの選択は、何か他の指標に基づいてなされることになり、排出されるものの性質そのものに基づいてなされることはないだろう。
τίνες δ’ ἄλλοι σκοποί;
では、その他の指標とは何か。
πολλοὶ μὲν ἑτοιμότεροι πρὸς φλεβοτομίαν εἰσὶ τῶν ἄλλων, ἔνιοι δὲ πρὸς κάθαρσιν, ὥσπερ γε καὶ ἄλλοι θᾶττον ὁτιοῦν πάθειεν ἢ φλεβοτομοῖεν.
多くの人々は他の手段よりも瀉血を快く受け入れ、ある人々は瀉下を快く受け入れる。 また、瀉血されるくらいならどんなことでも甘んじて受けるという人々もいる。
ἔνιοι δὲ ἀποκοπῆναι μᾶλλον ὑπομένουσι μόριόν τι τοῦ σώματος ἢ καταπιεῖν φάρμακον.
ある人々は、薬を飲み干すくらいなら、むしろ体の一部を切断される方に耐えるほどである。
καὶ μὲν δὴ καὶ τινὲς μὲν ἀνατρέπονται τὸν στόμαχον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, ἕτεροι δὲ ἀλύπως λαμβάνουσιν.
そしてさらに、ある人々は下剤によって胃をかき乱されるが、他の人々は苦痛なしに服用する。
ἀπὸ τῶν τοιούτων οὖν σκοπῶν ἐνίους μὲν τῶν ἀνθρώπων φλεβοτομήσομεν, ἐνίοις δὲ τὸ καθαῖρον φάρμακον δώσομεν, οὐκ ἀφ’ ὧν ἐνόμιζον οἱ Ἀσκληπιάδαι, φλεβοτομίαν μὲν ὁμοτίμως ἐκκενοῦν ἅπαντας τοὺς ἐν ταῖς φλεψὶ νομίζοντες χυμοὺς, τὴν κάθαρσιν δ’ οὐχ ὁμοτίμως, ἀλλ’ ἕνα μέν τινα καὶ μόνον ἐκεῖνον, οὗπερ ἂν ἀγωγὸν εἶναι λέγεται.
それゆえ、このような指標に基づいて、我々はある人々には瀉血を行い、ある人々には下剤を与えるのであって、アスクレピアデス派の人々が考えていたような基準に基づくのではない。 彼らは、瀉血は血管内のすべての体液を等しく排出するが、瀉下は等しくではなく、排出薬がそれを引き出すと言われているところの、ただ一つの特定の体液のみを排出すると考えていたのである。
διὸ καὶ καθαίρεσθαι φασὶ τὸ αἷμα ὑπὸ τῶν τοιούτων φαρμάκων, οὐ κενοῦσθαι καθάπερ ἐν ταῖς φλεβοτομίαις.
それゆえ、血液はそのような薬剤によって浄化されるのであって、瀉血におけるように排出されるのではない、と彼らは主張する。
ταῦτα ὑμῶν ἕπεται ταῖς ὑποθέσεσιν ἑκόντων τε καὶ ἀκόντων.
望むと望まざるとにかかわらず、これが君たちの前提から導かれる帰結なのである。