§9Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα.
次に、胆汁性の流出について語らねばならない。
νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος, ἄν τε χολὴν ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμὸν, ἀκούειν ἡμᾶς τὴν ὠχρὰν καὶ πικρὰν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν.
というのも、どういうわけか、私たちが単に胆汁と呼ぶにせよ、胆汁性の体液と呼ぶにせよ、黄褐色で苦いもの(黄胆汁)を理解し、酸性で黒いもの(黒胆汁)を理解しないことが、医師たちの慣習において支配的になっているからである。
ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι, συνάπτοντες τῇ προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν.
というのも、彼らは後者(黒胆汁)を呼ぶときには常に付け加えをして、その体液の名称に色を結合させるからである。
ὅταν οὖν κατασκήψῃ χολῶδες ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν ἰχῶρσιν ἢ αἵματι συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ.
したがって、胆汁性の流出が襲うとき、純粋なものは皮膚に潰瘍を作り、水っぽい漿液や血液と混じり合ったものは、刺激性がより弱く、むしろその部位を腫脹させるか、あるいは潰瘍を作る。
τουτὶ μὲν οὖν ἐρυσίπελας ὀνομάζεται, θάτερος δὲ ἕρπης.
それゆえ、一方は丹毒と呼ばれ、他方はヘルペスと呼ばれる。
ἐνδείκνυται δὲ τὸν ἐργασάμενον χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν.
そして、その病態を生み出した体液を、色と熱が指し示している。
ἐπεὶ δὲ αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι, οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης, ὑπὸ δὲ θατέρου τὸν ἕτερον, ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην τοὔνομα ἔθεντο, διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ κατὰ τὸ δέρμα.
さらに、刺激性の強いものの中にも、あるものはより弱く、あるものはより強くそのような性質を持っているので、より刺激性の強いものの上には食性ヘルペスが成立し(ヒポクラテスはそれをそのように呼んだ)、他方のものの上にはもう一つのヘルペスが成立することを知るべきである。 ヒポクラテス以後の人々の中には、それに『ケングリアス(粟粒疹)』という名前を付けた者もいるが、それは皮膚に粟粒に似た突起を作り出すからである。
φλέγματι μὲν οὖν μοι δοκεῖ μεμῖχθαι τὸ τοιοῦτον ῥεῦμα·
したがって、私にはそのような流出は粘液と混ざり合っているように思われる。
τὸ δὲ ἕτερον ἀκριβοῦς εἶναι χολῆς.
しかし、もう一方は純粋な胆汁によるものである。
διὰ τοῦτο καὶ μετὰ ἀναβρώσεως γίγνεται, τὸ συνεχὲς ἀεὶ τοῦ δέρματος ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ καὶ τοὔνομα.
このために、それは(皮膚を)浸食することを伴って生じ、その病態は常に隣接する皮膚を侵食していく。 それゆえ、それにその名前がある。
μιχθέντος δὲ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν ἐρυσιπέλατός τε καὶ φλεγμονῆς.
そして、血液が胆汁と等量混ざり合うとき、両者の病態はその外観と性質において、丹毒と炎症の中間に位置する。
εἰ δὲ πολὺ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ τοῦ κρατοῦντος ἡ προσηγορία τῷ πάθει, κατηγορεῖται δὲ αὐτῷ τὸ μιχθέν.
もし一方が大きく勝るならば、支配的なものから病態の名前が付けられ、混ざり合ったものがそれに形容詞(属性)として付される。
ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ κρατούσῃ, φλεγμονὴ δὲ ἐρυσιπελατώδης ἐπὶ τῷ κρατοῦντι αἵματι λέγεται.
したがって、黄胆汁が支配的な場合には「炎症性丹毒」と呼ばれ、血液が支配的な場合には「丹毒性炎症」と呼ばれる。
παραπλήσιος δὲ καὶ ἡ τῶν ἄλλων μίξεων ἑρμηνεία, φλεγμονὴ σκιῤῥώδης, καὶ σκίῤῥος φλεγμονώδης, οἴδημά τε φλεγμονῶδες καὶ οἰδηματώδης φλεγμονή.
他の混合の表現も同様であり、「硬化腫性炎症」と「炎症性硬化腫」、また「炎症性浮腫」と「浮腫性炎症」である。
τέτταρα γὰρ ταῦτ’ ἔστι συνεχῶς γινόμενα πάθη δι’ ἐπιῤῥοὴν ὑγρῶν, ἐρυσίπελας καὶ οἴδημα καὶ φλεγμονὴ καὶ σκίῤῥος.
これら四つ、すなわち丹毒、浮腫、炎症、硬化腫は、液体の流入によって連続的に生じる病態である。
ἐρυσίπελας μὲν οὖν, ὡς εἴρηται, χολώδους ῥεύματος κρατήσαντος· φλεγμονὴ δὲ, αἱματώδους· οἴδημα δὲ λεπτοῦ τὴν σύστασιν φλέγματος, ὥσπέρ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίῤῥων·
したがって、丹毒は、言われたように、胆汁性の流出が支配したときであり、炎症は、血液性のとき、浮腫は、その組成が希薄な粘液の場合であり、これに対し、もう一つの種類の硬化腫は、濃厚で粘り気のある粘液の場合である。
τὸν γὰρ ἕτερον ἡ ἰλὺς τοῦ αἵματος ἀπεργάζεται.
というのも、もう一つの硬化腫は血液の澱が作り出すからである。
ἔστι δὲ δήπου καὶ αὐτὴ διττὴ, τὸ μὲν ἕτερον εἶδος, ὅπερ Ἱπποκράτης ὀνομάζει μέλαιναν· τὸ δ’ ἕτερόν ἐστι μὲν καὶ τοῦτο μέλαν, ἰδίαν δὲ ἔχει τὴν προσηγορίαν· ὀνομάζεται γὰρ μέλαινα χολή.
そしてこれもまた確かに二種類あり、一方は、ヒポクラテスが「黒いもの」と呼ぶものであり、もう一方は、これも黒いのではあるが、独自の名称を持っており、それは「黒胆汁」と呼ばれる。
ταύτης μὲν οἱ καρκῖνοι, θατέρου δὲ τοῦ μέλανος ἕν τι τῶν σκίῤῥων εἶδος ἔγγονον ὑπάρχει.
これ(黒胆汁)からは癌が生じ、他方の黒いものからは硬化腫の一つの種類が生じる。
διορίζεται δὲ ἀπὸ θατέρου τοῦ φλεγματικοῦ τῇ χρόᾳ.
それは粘液性のもう一方の硬化腫から、その色によって区別される。
κοινὰ δ’ ἀμφοῖν ὁ μείζων τοῦ κατὰ φύσιν ὄγκος ἀνώδυνός τε καὶ σκληρὸς, ἥ τε γένεσις ἀμφοτέρων ἐνίοτε μὲν ἐξ ἀρχῆς, ἔστιν ὅτε δὲ ἐκ μεταπτώσεως ἤτοι φλεγμονῆς, ἢ ἐρυσιπελάτων, ἢ οἰδήματος, ἐμψυχθέντων ἀμετρότερον.
両者に共通するのは、自然な状態よりも大きく、無痛で硬い腫瘍であること、また両者の発生が、時には最初から直接であり、時には度を超して冷却された炎症、丹毒、あるいは浮腫からの転移によることである。
§10Ἐγγὺς δ’ ἐστὶ σκίῤῥου τά τε ἐκχυμώματα καλούμενα καὶ τὰ μελάσματα, πρεσβύταις μάλιστα συμβαίνοντα θλασθεισῶν τῶν φλεβῶν.
硬化腫に近いのは、いわゆる内出血と黒斑であり、これらは特に静脈が打撲された高齢者に起こる。
ἔστι δὲ καὶ τούτων ἔνια μὲν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται ταῦτα, διὰ σμικρὰς προφάσεις·
そしてこれらの中にも、言われたように黒いものがあり、これは特に老人に、ごくわずかな原因によって生じる。
ἔνιοι δὲ καὶ ἐρυθροὶ καὶ μέλανες ἐν τῷ μεταξὺ, τὰ καλούμενα πελιδνά.
また、赤と黒の中間のものもあり、これらはいわゆる鉛色のものである。
γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου, ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’ ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας.
これらすべては、静脈から血液が漏れ出すことによって生じるが、ある時は被膜が打撲されたことによってであり、ある時は末端において開口したことによってである。
§11Ἀρτηρίας δ’ ἀναστομωθείσης τὸ πάθος ἀνεύρυσμα καλεῖται.
動脈が開口したときの病態は動脈瘤と呼ばれる。
γίγνεται δὲ τρωθείσης αὐτῆς, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προσκείμενον αὐτῇ δέρμα, μένῃ δὲ τῆς ἀρτηρίας ἕλκος μήτε συμφυθείσης μήτε συνουλωθείσης μήτε σαρκὶ φραχθείσης.
これは動脈が傷ついたときに生じる。 すなわち、それに隣接する皮膚が傷跡(瘢痕)に達しても、動脈の潰瘍が癒着せず、瘢痕化せず、肉によって塞がれずにとどまるときである。
διαγινώσκεται δὲ τὰ τοιαῦτα παθήματα τῶν σφυγμῶν τῶν ἐργασαμένων ἀρτηριῶν, ἀλλὰ καὶ θλιβομένων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας, ἣν ἐδείξαμεν ἐν ἄλλοις ἅμα λεπτὸν καὶ ξανθὸν εἶναι αἷμά τι πνεύματι λεπτῷ καὶ πολλῷ συμμιγές.
このような病態は、それを引き起こした動脈の拍動によって診断される。 また、圧迫されると腫瘍全体が消失するが、これは、それを引き起こしている実体が動脈へと逆流するからであり、この実体は、私たちが他の箇所で示したように、薄く黄褐色を帯びた血液であり、同時に薄く多量のプネウマと混ざり合っている。
εὐθὺς δὲ καὶ θερμότερόν ἐστι τὸ αἷμα τοῦτο τοῦ κατὰ τὰς φλέβας καὶ τρωθέντος τοῦ ἀνευρύσματος ἐξακοντίζεται δυσεπισχέτως.
そして、この血液は直ちに静脈のものよりも温かく、動脈瘤が傷つけられたときには、制止しがたく噴出する。
ὑποχωρεῖ μὲν οὖν κᾀν τοῖς οἰδήμασιν ἡ ὕλη θλιψάντων τῶν δακτύλων, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τούτῳ τῷ πάθει, καὶ ἡ χροιὰ λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε καὶ μεῖζον ἀνευρύσματος, πλὴν εἴποτε θρόμβος τις ἐγγενόμενος ἐξ ἀνευρύσματος σφάκελον ἐργάζοιτο.
浮腫においても、指で圧迫すると物質は退き、その部位にくぼみができるが、しかし、この病態においては拍動はなく、色はより白く、浮腫は動脈瘤よりもはるかに平たく、かつ大きい。 ただし、時には動脈瘤から生じた血栓が、壊死を引き起こす場合を除いて。
καλῶ δ’ οὕτω τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἅπασαν, ὡς καὶ τοῖς ὀστοῖς ἐγγίνεσθαι, μήτοι γε δὴ σαρξὶν, ἢ ἀγγείοις.
私は、骨においてすら生じるような、固形組織のあらゆる壊滅をこのように(スファケロスと)呼ぶ。 肉や血管においては言うまでもない。
ἡ δὲ γάγγραινα νέκρωσις καὶ αὕτη τῶν στερεῶν σωμάτων, ἀλλ’ οὔτ’ ὀστοῖς ἐπιγίγνεται καὶ ταῖς μεγίσταις ἕπεται φλεγμοναῖς, εἶδος μέν τι τῶν σφακελῶν ὑπάρχουσα, προσηγορίαν δὲ ἰδίαν ἐξαίρετον ἐπὶ τῇ κοινῇ κεκτημένη.
これに対し、壊疽もまた固形組織の壊死であるが、骨には生じず、極めて激しい炎症の後に起こり、スファケロス(壊死)の一種ではあるが、共通の名称に対して固有の特別な名称を持っている。
ταῦτ’ οὖν αὐτάρκως διώρισται, καὶ λέγειν ἤδη καιρὸς περὶ τῶν μελαγχολικῶν ῥευμάτων.
したがって、これらは十分に区別された。 今や黒胆汁性の流出について語るべき時である。