Humanitext Reader

ガレノス · 異常な腫瘍について §3-4

化膿の過程と膿瘍の定義および病態把握の重要性

4 / 8 箇所 · ギリシア語

要旨

自然が流入液に打ち勝って膿を形成する過程と、アポステーマやコルポスなどの病理的定義について説明される。治療においては名称の分類よりも実際の病態の把握が極めて重要であることが強調される。

§3Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται τῆς σαρκὸς, ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν ἀλλοτρίων.
しかし、時間の経過とともに自然が打ち勝ち、流入液のすべてが共熟して、膿が生じると、肉の内部にある異物を排泄する力によって、それは肉の外部へと押し出される。
ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος, οἷον ὀχετός τις ἐκροῆς περιττωμάτων παρεσκευασμένος, ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιὸν, τοῦ πύου τὸ μέν τι διαπνεῖται, τὸ δὲ αἰσθητῶς ἐκρεῖ·
それゆえ、排泄物の流出のために用意されたある種の水路のような、注目に値する自然な通路が存在するか、あるいはその場所自体がそこで希薄である場合には、膿の一部は蒸散し、一部は感知できる形で流出する。
ἔνθα δὲ περίκειται τὸ δέρμα πυκνὸν καὶ σκληρὸν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται ἐνταῦθα τὸ πύον, ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκὸς, εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι καὶ διεξέρχεται πρὸς τοὐκτὸς, εἰ μή τις φθάσῃ σχάσας αὐτό.
しかし、私たちの外面にあるような、稠密で硬い皮膚が周囲を覆っている場合には、膿はそこに留まり、その下層にある肉から皮膚を引き離し、次いでその刺激性によって浸食し、外部へと通り抜けていく。 ただし、誰かが先手を打ってそれを切開した場合は別である。
κρατηθείσης δὲ τῆς φύσεως ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον, ἀλλ’ εἰς ἀλλόκοτόν τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα.
しかし、自然が流入液に屈した場合には、血液はもはや膿へとではなく、時によって様々に異なる、何か奇妙な変化へと至る。
καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους ἔνδον ἐστίν·
このようなものはすべて、ほとんどの医師によって一般にアポステーマと呼ばれており、特に深部に内在するものがそうである。
ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαιοῦσιν, ἀλλ’ ἐκεῖνα μόνον, ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθορὰν ἑτέραν τινὰ, οὐκ εἰς τὸ συνηθές τε καὶ χρηστὸν ἴσχει πύον.
しかし、一部の者はすべてをそのように呼ぶのが正しいとはせず、変化が通常かつ良好な膿へとではなく、他の何らかの変質へと至るものだけをそう呼ぶ。
ὡς τά γε ἐκπυΐσκοντα ἅπαντα τινὲς μὲν ἐμπυήματα προσαγορεύουσιν, ἔνιοι δὲ διαπυήματα, καθάπερ καὶ αὐτὸ ἐκπυΐσκειν, καὶ διαπυΐσκειν·
というのは、膿を形成するものすべてを、ある人々はエムピュエーマと呼び、別の者はディアピュエーマと呼ぶからであり、それは「膿を形成する」および「完全に化膿する」に対応している。
ἔνιοι δὲ οὐχ οὕτως, ἀλλ’ ὅταν ἐν σπλάγχνῳ γένηταί τι τοιοῦτον, ἐκεῖνο μόνον ἐμπύημα προσαγορεύουσι, καὶ τοὺς οὕτω πάσχοντας ἐμπύους·
しかし一部の者はそうではなく、内臓にそのようなことが生じたとき、それだけをエムピュエーマと呼び、このように罹患している人々をエムピュオスと呼ぶ。
ἄλλοι δ’ αὖ τινες ἰατροὶ μόνους ἐκείνους ὀνομάζειν ἐμπύους δικαιοῦσιν, οἷς ἤθροισται πύον ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ.
さらに別の医師たちは、胸壁と肺の間の空間に膿が蓄積した人々だけをエムピュオスと呼ぶのが正しいとする。
τῶν μὲν οὖν ὀνομάτων, ὅπερ ἀεί μοι λέλεκται, φροντίζειν χρὴ τοσοῦτον, ὡς ἑρμηνεύεσθαι σαφῶς τὸ δηλούμενον·
したがって、名称については、私が常に言ってきたように、示されている意味が明確に説明される程度に気にかければよい。
αὐτὰ δὲ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, εὑρίσκειν οὕτως σπουδαστέον, ὡς μηδὲν ἐξ αὐτῶν διαλάθοι.
しかし、議論の対象である事象そのものについては、それらの何一つとして見過ごされることのないよう、発見することに努めねばならない。
σύμπαντα γὰρ ταῦτα παρασκευαστικὰ πρὸς τὴν θεραπευτικήν εἰσι μέθοδον, ἐν ᾗ τὰς διαθέσεις, οὐ τὰς προσηγορίας αὐτῶν ἰώμεθα.
これらすべては治療法のための準備となるものであり、治療法においては私たちは状態を治療するのであって、それらの名称を治療するのではないからである。
τούτων τοίνυν ἀεὶ μεμνημένους ἐπὶ τὰ λείποντα αὖθις τῶν πραγμάτων ἰτέον.
それゆえ、これらのことを常に記憶にとどめつつ、事象の残された部分へと再び進まねばならない。
§4Ὅταν ἀποδείρῃ τὰ σώματα τὸ πύον, ἀποστήσῃ τε καὶ διαστήσῃ τῶν ὑποκειμένων τὰ περιέχοντα, κᾄπειτα κενωθέντος αὐτοῦ καθ’ ὁντιναοῦν τρόπον, ἀδυνατήσει τὰ διαστάντα τὴν ἀρχαίαν ἀπολαβεῖν κατάστασιν, ὀνομάζεται τὸ πάθος κόλπος.
膿が諸物体を剥離し、周囲を囲む部分をその下層にあるものから引き離し、その後、それがどのような方法であれ排出されたとき、引き離された部分が元の状態を取り戻すことができなくなると、その病態はコルポスと呼ばれる。
εἰ δὲ μὴ ταχέως τις αὐτὸν θεραπεύσῃ, τυλοῦται καὶ σκληρὸς γίνεται τῷ χρόνῳ, καὶ οὐχ οἷός τέ ἐστι κολλᾶσθαι τοῖς ὑποκειμένοις αὐτῷ.
しかし、もし誰かが速やかにそれを治療しなければ、それは時間とともに胼胝化して硬くなり、その下層にあるものと接着することができなくなる。
προστέλλεται μέντοι ξηρανθεὶς ὑπό τε φαρμάκων καὶ διαίτης, ὡς δοκεῖν ὑγιὲς ἀμέμπτως ὑπάρχειν τὸ μόριον.
もっとも、薬物や養生法によって乾燥させられると、それは縮小し、その部位が非の打ち所なく健康であるように見えるほどになる。
εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις διαιτώμενος, ὑγιεινὸν ἀληθῶς ἔχει καὶ ἀπέριττον τὸ σῶμα, προσεσταλμένος ὁ κόλπος μένει·
もし、常に厳密に養生して、身体を真に健康で余剰物のない状態に保っているなら、収縮したコルポスはそのまま留まる。
περιττώματος δέ τινος ὑποτραφέντος, αὖθις πληροῦται καὶ γίνεται πάλιν ὅ περ ἐξ ἀρχῆς ἦν ἀπόστημα·
しかし、ある種の余剰物がひそかに蓄積されると、再び満たされて、元々そうであったアポステーマに再び戻る。
καὶ αὖθίς γε, δεόντως ἰωμένων, ἐκκενοῦται καὶ ξηραίνεται καὶ προστέλλεται, καὶ ἀεὶ πολὺ ῥᾴονα ἅπαντ’ αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς ἀποστάντων.
そして再び、適切に治療されれば、排出され、乾燥し、収縮する。 そして、これらすべての過程は、最初に剥離したときよりも、彼にとって常にはるかに容易になる。
οὔτε γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια, διέστηκε γὰρ ἤδη·
なぜなら、諸部位が引き裂かれるときに痛みを感じない(既に分離しているからである)。
καὶ πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ ῥεῦμα·
また、コルポスが流入液を容易に受け入れるため、極めて速やかに満たされる。
καὶ δὴ καὶ κενοῦται ταχέως, ὡδοποιημένων αὐτῷ τῶν ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτὰ, πάλιν ὀδυνῶνται, ῥηγνυμένου τοῦ ἀποστήματος.
さらに、流出路がすでに形成されているため、速やかに排出される。 これに反して、もしそれらが接着してしまった場合には、アポステーマが破れるときに再び痛みを感じることになる。
οὐ μόνον δὲ ἐκ φλεγμονῆς ἡ γένεσις τοῖς ἀποστήμασιν, ἀλλὰ καὶ εὐθὺς ἐξ ἀρχῆς ἐνίοτε δι’ ἄλλον χυμὸν ὁντιναοῦν ἀποδέροντα τῷ χρόνῳ καὶ ἀφιστάντα τῶν ὑποκειμένων τὰ περιέχοντα.
アポステーマの発生は炎症からだけではなく、時には最初から直接、時間の経過とともに剥離し、周囲の部分を下層のものから引き離す、他のいかなる体液によっても生じる。
καὶ τοίνυν καὶ τμηθέντων, παντοίαν ἰδέαν ὑγρῶν τε καὶ στερεῶν σωμάτων ἐντὸς ἔχοντα φαίνεται.
そして、それらが切開されたとき、内部に多種多様な液体および固体の物体を含んでいるのが見られる。
καὶ γὰρ βορβόρῳ, καὶ οὔρῳ, καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει, καὶ μυξώδει, καὶ ὀστοῖς, καὶ λίθοις, καὶ πώροις, ὄνυξί τε καὶ θριξὶν, ἐν ἀποστήμασιν εὑρίσκεται παραπλήσια σώματα, καὶ μὴν καὶ ζῶα πολλάκις εὕρηνται, σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιότατα.
なぜなら、アポステーマの中には、泥や、尿、血塊、蜂蜜のような液、粘液、骨、石、石灰沈着物、爪、髪の毛に類似した物体が見出されることがあり、さらには、腐敗から発生するほぼすべてのものに酷似した生物がしばしば見出されるからである。

語釈・文法注

  1. §3φθάσῃ σχάσας — 動詞 `φθάνω` が分詞を伴い、「〜することに先んじる」「あらかじめ〜する」という時間的先行を表現する構文である。
  2. §3ἰτέον — 自動詞 `εἶμι`(行く)の非人称動形容詞。直前の対格分詞 `μεμνημένους` は、この動形容詞が表す義務の行為者を示しており、「私たちは進まねばならない」という解釈になる。
  3. §4ἰωμένων — 現在分詞の属格による属格絶対構文。ここでは意味上の主語(治療を行う者、すなわち医師たち)が文脈から自明であるため省略されている。

この箇所を引用する

ガレノス, 異常な腫瘍について §3-4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg054.humanitext-grc1:3-4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。