§2#2δεύτερον δὲ τεκμήριον ἐκ τῆς τοῦ αἵματος οὐσίας·
第二の証拠は、血液の性質(実質)から得られる。
οὐ γὰρ ὥσπερ πίττα καὶ ῥητίνη καὶ κηρὸς ὑπὸ ψύξεως πέπηγεν, ἀλλ’ ἔστιν ἀεί τε καὶ φύσει θερμότερον.
というのも、それはピッチや樹脂や蝋のように冷却によって凝固しているのではなく、常に、そして自然(本性)によってより温かいからである。
ἐκείνοις μὲν οὖν θερμαινομένοις εἰς τοὐναντίον ἡ μετάστασις· αἵματι δὲ κατὰ φύσιν ὑπάρχοντι θερμῷ γένοιτο μὲν ὀλίγῳ τινὶ ὁ μείζων ὄγκος, οὐ μὴν ἐπὶ τοσοῦτον, ὅσον ἐξαίρουσιν αἱ φλεγμοναὶ τὰ πάσχοντα μόρια.
したがって、前者のもの(ピッチなど)にとっては、加熱されると逆の状態への変化(移行)が起こるが、本性的に温かい状態にある血液にとっては、いくらかわずかに腫脹が大きくなることはあっても、炎症が患部を膨張させるほどに大きくはならない。
καίτοι γε πίττα καὶ ῥητίνη καὶ κηρὸς, εἰς τοσαύτην ἀφικνούμενα θερμασίαν, εἰς ὅσην ἥκει τὰ φλεγμαίνοντα, βραχὺ τοῦ ἐξ ἀρχῆς ἐπαύξεται.
しかも、ピッチや樹脂や蝋は、炎症を起こしている部位が達しているほどの高熱に達したとしても、元の大きさからほんのわずかしか増大しない。
καί σοι καὶ τοῦτό ἐστι τεκμήριον ἕτερον ἐπὶ τοῖς εἰρημένοις οὐ σμικρὸν τοῦ τὸν ὄγκον τῶν φλεγμαινόντων μορίων μὴ διὰ μόνην γίνεσθαι τὴν χύσιν.
そして、このこともまた、既に述べられたことに加えて、炎症を起こしている部位の腫脹が単なる拡散によって生じているのではないという、あなたにとって小さくない別の証拠である。
ὀλίγη μὲν γάρ ἐστιν ἡ κατὰ θερμασίαν ἀλλοίωσις τοῦ αἵματος, οὐκ ὀλίγῳ δὲ μείζων ὁ ὄγκος.
なぜなら、熱による血液の変質はわずかであるが、腫脹の増大はわずかではないからである。
ἱκανὸν δὲ τεκμήριον ἔστω σοι καὶ αὐτὸ τὸ φαινόμενον.
そして、現に目に見える現象そのものも、あなたにとって十分な証拠となるはずである。
οὐ γὰρ ὥσπερ ἡ ῥητίνη καὶ ἡ πίττα καὶ ὁ κηρὸς θερμαινόμενα σφοδρότερον ἐπιπλεῖστον ἥκουσι χύσεως, οὕτω καὶ τὸ αἷμα·
なぜなら、樹脂やピッチや蝋が激しく加熱されると最大限に拡散するようには、血液はそうならないからである。
φυλάττει δὲ, κᾂν ἐπὶ πυρὸς ἕψηται, τὸν ἔμπροσθεν ὄγκον, ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλάχιστον εἰς μέγεθος ἐξαιρόμενον.
むしろ、血液は火の上で煮沸されたとしても、元の体積を保ち、全く膨張しないか、あるいは大きさが極めてわずかに増大するだけだからである。
εἴρηται δέ μοι καὶ πρόσθεν, ὅτι ψυχομέναις ταῖς φλεγμοναῖς οὐκ ἀεὶ καθίστασθαι συμβαίνει.
また、私が以前にも述べたように、炎症は冷却されても常に治まるとは限らない。
τὴν γὰρ ἀκμάζουσάν τε καὶ μεγάλην, ἐφ’ ἧς ἐσφήνωται τὸ ῥεῦμα, κᾂν ἐπὶ πλέον ψύξῃς, οὐ καθαιρήσεις τὸν ὄγκον, ἀλλὰ πελιδνὸν ἐργάσῃ τὸ μέρος καὶ ψυχρὸν, εἰς σκίῤῥον τε μεταστήσεις τὸ πάθος.
というのも、流入液(リュウマ)が楔のように固着している、絶頂期にある大きな炎症に対しては、いくらそれ以上冷却したとしても、腫脹を減退させることはできず、むしろその部位を青黒く冷たくし、その疾患を硬結(スキロス)へと移行させてしまうからである。
εὐκολώτατα δὲ πρὶν μὲν σφηνωθῆναι τὸ ῥεῦμα τοῖς ψύχουσί τε καὶ στύφουσιν ἀναστέλλεται, καὶ μάλισθ’ ὅταν ὀλίγον ᾖ·
実際、流入液が楔のように固着する前であれば、冷却し収斂させる手段によって極めて容易に食い止められ、特にそれが少量であるときにはなおさらである。
δυσλύτως δὲ ἔμπροσθεν ἐμπλασθὲν, ὑπὸ μὲν τῶν στυφόντων καὶ ψυχόντων οὐδὲν ὀνίναται, κενωθῆναι δὲ δεῖται.
しかし、既に塞がれて容易に解消しえなくなった後には、収斂させ冷却する手段からは何の恩恵も得られず、排出(ケノーシス)されることを必要とする。
ἐξεύρηται τοιγαροῦν τηνικαῦτα τοῖς ἰατροῖς οὐ μόνον τοῖς θερμαίνουσι διαφορεῖν, ἀλλὰ καὶ αὐτοῦ τι τοῦ αἵματος αἰσθητῶς ἐκκενοῦν, ἀμυχὰς εἰς τὸ δέρμα ποιούντων.
それゆえ、そのような時には医師たちは、温めるものによって発散させる(霧散させる)だけでなく、皮膚に傷をつけることによって、血液そのものを感知できるほどに排出する方法を考案したのである。
πάντα ταῦτα οὖν μεγάλα γνωρίσματα τοῦ πεπληρῶσθαι τὸ φλεγμαῖνον αἱματώδους χυμοῦ.
したがって、これらすべては、炎症を起こしている部位が血液の体液で満たされていることの大きな証拠(指標)である。
θερμὸν δὲ ἀμέτρως οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ’ ἐν τῷ χρόνῳ γίνεται, διὰ τὴν ἔμφραξιν ἁπάντων τῶν πόρων ἰσχομένης τῆς ἀρχαίας ἀναπνοῆς.
そして、それは最初から過度に熱いのではなく、時間の経過とともにそうなる。 なぜなら、すべての孔(ポロス)が閉塞されることによって、元々の呼吸(発散)が妨げられるからである。
ἀναγκαῖον οὖν δήπου καὶ σήπεσθαι χρονίζοντι τῷ αἵματι.
したがって、当然、血液が長くとどまることで腐敗することも必然である。
πάντα γὰρ ὅσα θερμὰ καὶ ὑγρὰ σώματα, κατὰ θερμὸν ἀθροιζόμενα τόπον ἑτοίμως σήπεται, μήτε κενούμενα μήτε ἐμψυχόμενα, ὥστε καὶ ἡ ἐκ τῆς σηπεδόνος αὐτοῦ προέρχεται θερμότης, ἐφ’ ᾗ πρόσθεν εἶχεν.
なぜなら、温かく湿った物体はすべて、温かい場所に蓄積されると、排出されることも冷却されることもないため容易に腐敗し、その結果、腐敗から生じる熱が、それ以前に持っていた熱に加わるからである。
ὅτι μὲν οὖν ἐν τοῖς ἀγγείοις αἷμα πλεῖον ἤθροισται κατὰ τὰ φλεγμαίνοντα μόρια, τοῖς ὄγκοις αὐτῶν τεκμαρτέον, οὐχ ἥκιστα δὲ καὶ τῷ φαίνεσθαι φλέβας ἐν αὐτοῖς ἀοράτους ἔμπροσθεν οὔσας ὑπὸ σμικρότητος, οὐ γεννηθείσας δήπου κατὰ τὴν φλεγμονὴν, ἀλλ’ ἐκ τοῦ πληρωθῆναι τοῦ αἵματος εἰς μέγεθος ἀρθείσας τοσοῦτον, ὡς αἰσθητὰς γενέσθαι.
したがって、炎症を起こしている部位の血管の中により多くの血液が蓄積していることは、それらの腫脹から推測されねばならないが、とりわけ、それらの部位に、以前はその小ささゆえに見えなかった静脈が見えるようになることからも推測される。 それらの静脈は当然、炎症において新たに生み出されたのではなく、血液で満たされたことによって、感知されうるほどに大きくなったのである。
μάλιστα δὲ ἐν ὀφθαλμοῖς φαίνεται τοῦτο συμπῖπτον καὶ πόσθῃ καὶ τιτθοῖς.
そして、このことが起こるのが最もよく見られるのは、眼や、包皮、および乳房においてである。
ὅτι δὲ καὶ ἡ σύμπασα φαίνεται σὰρξ, ἧς ἤδη καὶ μάλιστα πάθος ἐστὶν ἡ φλεγμονὴ, πληροῦσθαι ῥεύματος αἱματώδους, ἥ τε χροιὰ καὶ ὁ ὄγκος αὐτὸς ἐνδείκνυται.
そして、炎症がまさにその第一の疾患であるところの肉全体もまた、血性の流入液で満たされているように見えることは、色とその腫脹自体が示している。
διὰ τοῦτο δὲ καὶ ὑγρὰ πᾶσα καὶ διάβροχος ὥσπερ ἔριον καὶ σπόγγος φαίνεται, καὶ τούτῳ μαρτυροῦσι καὶ οἱ ἐκρέοντες ἰχῶρες, ἐπειδὰν ἔχῃ στόμιον ἡ φλεγμονή.
このため、肉はすべて湿っていて、羊毛や海綿のように水浸しであるように見え、炎症に開口部があるときに流れ出る漿液もこのことを証言している。
εἰκότως δὲ, οἶμαι, καὶ τὸ δέρμα σὺν τοῖς ὄγκοις τῶν ὑποκειμένων ἐξαίρεται καὶ περιτείνεται, καὶ τῷ χρόνῳ δὲ δέχεται καὶ αὐτὸ τοῦ ῥεύματος, ὥσπερ καὶ οἱ τῶν ἀγγείων χιτῶνες.
そして当然のことながら、私の思うに、皮膚も下層の腫脹とともに持ち上がり、張り詰め、時間の経過とともに、血管の膜(外套)と同じように、皮膚自体も流入液を受け入れるようになる。
οὕτω δὲ καὶ οἱ ὑμένες οἱ κατὰ τὸ φλεγμαῖνον μέρος, ἔτι δὲ καὶ τὰ νεῦρα καὶ οἱ τένοντες ἀπολαύουσιν ἐν τῷ χρόνῳ τῆς φλεγμονῆς, ἐνίοτε μέν τοι τρωθέντων αὐτῶν ἢ καὶ ἄλλως παθόντων, ἐξ αὐτῶν ἐκείνων πρῶτον ἄρχεται τὸ κακόν.
このようにして、炎症を起こしている部分にある種々の膜、さらには神経や腱までもが、時間の経過とともに炎症の影響を被る。 もっとも、それらが傷ついたり他の方法で患ったりした時には、まさにそれら自体からまず悪(疾患)が始まるのであるが。
ὅλως δὲ οὐδὲν τῷ φλεγμαίνοντι μορίῳ κατὰ φύσιν ἔχον ἀκριβῶς διαμένει χρονιζούσης τῆς φλεγμονῆς, ἀλλὰ συναπολαύει τῇ σαρκὶ πάντα τοῦ ῥεύματος, ὥστ’ ἐνίοτε καὶ τῶν ὀστῶν ἅπτεται, ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ πασχόντων.
総じて、炎症が長引くと、炎症を起こしている部位で厳密に自然な状態に留まるものは何もなく、むしろすべてのものが肉とともに流入液の影響を被り、その結果、時には骨にさえ及び、少なくとも(周囲の諸部分が)罹患しているうちに、本来は自然な状態において緩んでいる(弱っている)ものであるのに。
ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ ἐστι τὸ δέρμα τοῖς γε μὴ παχέσιν, ἥ τ’ ἐν τῷ μεταξὺ χώρα κενὴ, καθ’ ἧς ἐπιπέπτωκεν·
少なくとも、肥満していない人々においては、自然な状態においては皮膚は緩んでおり、皮膚がその上に被さっている中間の空間は空っぽである。
ὡσαύτως δὲ καὶ αἱ κατὰ τὴν σάρκα χῶραι, περὶ ὧν ἐπὶ πλέον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέλεκται, κεναὶ πᾶσαι τυγχάνουσιν οὖσαι, καὶ μάλιστά γε αἱ περὶ τὰς ἀρτηρίας ἐν κύκλῳ ταῖς διαστολαῖς αὐτῶν ἀνακείμεναι·
同様に、肉の間にある空間も(これについては解剖の実践書でより詳しく述べられているが)、すべて空っぽであり、特に動脈の周囲をぐるりと取り囲む、動脈の拡張のために確保されている空間はそうである。
κατὰ δὲ τὰς φλεγμονὰς ἅπασαι πληροῦνται τοῦ αἵματος, ἐκ μὲν τῶν ἀγγείων διιδρουμένου κατὰ τοὺς χιτῶνας αὐτῶν, ἐν παντὶ δὲ μορίῳ τῆς σαρκὸς ἀναμιγνυμένου δροσοειδῶς.
しかし、炎症においては、それらすべての空間が血液で満たされ、血液は血管の膜を通って浸み出し、肉のあらゆる部分に露のように混ざり合うのである。