Humanitext Reader

ガレノス · 病型について書いた者たちへの反論 §2

熱病発作の早期予見と基本周期の限定

2 / 11 箇所 · ギリシア語

要旨

ガレノスは、熱病の発作時期を早期に予知することが治療に極めて有用であることを述べ、日日熱・三日熱・四日熱の3つの基本周期に限定することの必要性と、それ以上の長期周期を想定することの不可能性を論じる。

§2Ἐπεὶ τοίνυν οὐδὲν οὕτω χρήσιμόν ἐστι, καὶ μάλιστα ἐν τοῖς πυρετοῖς, ὡς τὸ προγινώσκειν τὰς ἀρχὰς τῶν ἐσομένων παροξυσμῶν, ἐὰν μέν τις εὐθέως ἀπ’ ἀρχῆς οἷός τε  ᾖ στοχασμῷ τεχνικῷ τοῦτ’ ἐξεργάζεσθαι, μέγιστα τὸν κάμνοντα δι’ ὅλου τοῦ νοσήματος ὠφελήσει·
それゆえ、来るべき発作の始まりを予見することほど有用なことはなく、特に熱病においてそうであるから、もし誰かが最初からすぐに技術的な推測によってこれを成し遂げることができるなら、病気全体を通じて病人を最大限に益するであろう。
ἐὰν δ’ εὐθὺς μὲν ἐξ ἀρχῆς ἀδυνατήσῃ, προϊόντος δὲ τοῦ χρόνου δυνηθῇ, κατὰ τὸν ὑπόλοιπον χρόνον ὀνήσει τὸν κάμνοντα·
しかし、もし最初には不可能であっても、時間が経つにつれて可能になるなら、残された時間において病人を助けるだろう。
καὶ ὅσῳ γὰρ θᾶττον εἰς πρόνοιαν ἀφίκηται τῆς τοῦ νοσήματος ἰδέας, τοσούτῳ πλέονα χρόνον ὠφελήσει τὸν νοσοῦντα.
そして、病気の形態をより早く予知すればするほど、それだけ長い時間、病人を益することになるからである。
πειρατέον μὲν οὖν εὐθὺς ἀπ’ ἀρχῆς διαγινώσκειν ὁποῖός τίς ἐστιν ὁ πυρετὸς, ὡς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι δέδεικται, καὶ τά γε πολλὰ βεβαίως ἐστὶ γνῶναι τοῦτον διὰ τῶν ἐν ἐκείνοις γνωρισμάτων·
したがって、最初からすぐに熱病がどのような種類のものであるかを診断するよう努めるべきであり、それは『危機について』の注釈書に示されている通りである。 そして、たいていの場合は、そこに書かれている指標によって、この熱病を確実に知ることができる。
εἰ δέ τις ἀμφιβολία γενηθείη κατὰ τὴν πρώτην ἡμέραν, ἐν τῇ δευτέρᾳ διακριτέον αὐτήν·
しかし、もし第一日に何らかの疑義が生じたならば、第二日にそれを判別しなければならない。
εἰ δὲ καὶ ταύτην γέ ποτε ἐκφύγοι, τῇ τρίτῃ γε πάντως γνωρισθήσεται·
そして、たとえこの日をも免れることがあったとしても、第三日には必ずや知られるであろう。
εἰ δ’ ἄρα καὶ ταύτην γέ ποτε διεκφύγοι κατὰ τὸ σπάνιον, ἀλλ’ ἐν τῇ τετάρτῃ ἐξ ἀνάγκης γνωρισθήσεται·
また、万一この日をも稀に免れることがあったとしても、第四日には必然的に知られるであろう。
εἰ δὲ μηδ’ ἐν ταύτῃ τις ἤδη τὴν ἰδέαν τοῦ νοσήματος ἐγνώρισεν, ἀλλ’ ἔτ’ ἀπορεῖ, πολὺ μέρος οὗτος τῆς τέχνης ἀγνοεῖ.
もしこの日に至ってもなお病気の形態を知らず、いまだに当惑している者がいるなら、その者は技術の大部分を知らないのである。
τά τε γὰρ ἄλλα καὶ οἱ παροξυσμοὶ πάντες οἱ ἐν τοῖς πυρετοῖς ἤτοι καθ’ ἑκάστην ἡμέραν, ἢ διὰ τρίτης, ἢ διὰ τετάρτης ἀπαντῶσιν·
なぜなら、他のこともさることながら、熱病におけるすべての発作は、毎日か、一日おきか、二日おきに起こるからである。
ἐν μὲν τοῖς πλείστοις νοσήμασιν, ἐφ’ ὧν δὴ καὶ μάλιστά ἐστι χρεία τῆς προγνώσεως τοῦ μέλλοντος ἔσεσθαι παροξυσμοῦ, διὰ τρίτης καὶ καθ’ ἑκάστην ἡμέραν· ἐν ὀλιγίστοις δέ τισι διὰ τετάρτης.
最も来るべき発作の予知が必要とされる多くの病気においては、一日おき、あるいは毎日であり、ごく少数の病気においては二日おきである。
ἀλλ’ ἴσως τίς φησι τῶν νεωτέρων τουτωνὶ σοφιστῶν καὶ διὰ πέμπτης ἡμέρας γίγνεσθαί τινας περιόδους καὶ δι’ ἕκτης καὶ ἑβδόμης, καί τινας ἄλλας ἄχρι παμπόλλων ἡμερῶν ἐκτεινομένας, οὓς ὄντως ἔστι μακαρίσαι τῆς θαυμαστῆς συνέσεως, εἰ μὴ παρακολουθοῦσιν ἐξ ὧν λέγουσιν ἄρδην ἀναιροῦντες τὸ χρήσιμον ἁπάσης τῆς περὶ τύπων πραγματείας.
しかし、これら現代のソフィストのうちの誰かは、第五日、第六日、第七日、さらには極めて多くの日に及ぶ他の周期もあると言うかもしれない。 彼らの驚くべき理解力については、もし彼らが自分たちの言うことによって、型に関する理論全体の有用性を根底から覆していることに気づいていないのでなければ、実に祝福すべきである。
ὅσοι μὲν γὰρ ἀγνοεῖν ὁμολογοῦντες ἀπὸ τῆς πρώτης ἡμέρας εἴδη διαγινώσκειν πυρετῶν, ἀναμένουσι τὰς μέχρι τῆς τετάρτης, οὔτε πεμπταίαν τινὰ περίοδον, οὔθ’ ἑκταίαν, οὔτε τούτων ἐξωτέρω τινὰ ἑωρακέναι φάσκοντες, εἰ καὶ μὴ τῇ β΄ καὶ τῇ γ΄ τῶν ἡμερῶν, ἀλλὰ ταῖς γ΄ ἑξῆς ἐλπίζειν τι δύνανται περὶ τοῦ μέλλοντος παροξυσμοῦ·
なぜなら、第一日から熱病の種類を診断することの無知を認め、第四日まで待つ人々は、五日熱や六日熱、あるいはそれ以上の周期を見たことがないと言いつつも、たとえ第二日や第三日ではなくとも、それに続く三日間に来るべき発作について何らかの予期を抱くことができるからである。
τοῖς δ’ εἰς πολὺ πλῆθος ἡμερῶν ἐκτείνουσι τὰς περιόδους ἀδύνατον προγνῶναι τὸν ἐσόμενον παροξυσμόν.
しかし、周期を多くの日に及ぼす人々にとっては、来るべき発作を予見することは不可能である。
αὐτίκα γοῦν τῷ κατὰ τὴν πρώτην ἡμέραν γενομένῳ δυνατόν ἐστι καὶ ἀμφημεριῷ καὶ τριταίνῳ καὶ τεταρταίῳ καὶ πεμπταίῳ καὶ πᾶσι τοῖς ἐφεξῆς ὑπάρχειν.
たとえば、第一日に起こったものについては、日日熱、三日熱、四日熱、五日熱、その他それに続くすべての熱病である可能性がある。
ἐὰν οὖν γενηθῇ κατὰ τὴν δευτέραν ἡμέραν παροξυσμὸς, ἄν τε καὶ μὴ, περὶ τῆς τρίτης ἡμέρας ἐλπίζειν οὐδὲν ἕξουσιν οἱ τὰς μακρὰς περιόδους εἰσηγούμενοι.
したがって、もし第二日に発作が起ころうと起こるまいと、長い周期を導入する人々は、第三日について何も予期することができないだろう。
καὶ τοίνυν ὑποκείσθω μετὰ τὴν πρώτην ἡμέραν, μήτ’ ἐν τῇ δευτέρᾳ, μήτ’ ἐν τῇ τρίτῃ, μήτ’ ἐν τῇ τετάρτῃ γεγονέναι παροξυσμόν.
そして、第一日の後、第二日にも第三日にも第四日にも発作が起こらなかったと仮定しよう。
οἱ μὲν τὰς τρεῖς μόνας εἰδότες περιόδους ἀνιστᾶσί τε τὸν ἄνθρωπον ἀπὸ τῆς κλίνης, καὶ τῶν συνήθων ἔχεσθαι κελεύουσιν, ἀπηλλάχθαι νομίζοντες ἁπάσης ὑποψίας·
三つの周期だけを知る人々は、あらゆる疑念が晴れたと考えて、患者をベッドから立たせ、通常の生活を送るよう命じる。
οἱ δὲ καὶ τὰς ἑξῆς, ὅσαι πολυήμεροι, γίγνεσθαι φάσκοντες, ὁμοίως ὑποπτεύειν τὴν ε΄ ἡμέραν εἰσὶ δίκαιοι, καθάπερ καὶ τῶν ἄλλων τῶν ἔμπροσθεν· οὕτω δὲ καὶ τὴν στ΄ καὶ τὴν ζ΄ καὶ τὰς ἄλλας τὰς ἐφεξῆς ὑποπτεύουσιν.
しかし、より多くの日にわたるそれ以降の周期も起こると主張する人々は、それ以前の日々と同じように、第五日を疑うのが当然であり、同様に第六日も第七日も、それに続く他の日々も疑う。
εἰ δὲ καὶ γένοιτό τις καὶ ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν παροξυσμὸς, ἄδηλον εἴτε κατ’ ἀμφημερινοῦ σχῆμα πρὸς τὸν ἐν τῇ πρώτῃ γεγονότα τὴν ἀναλογίαν ἐφύλαξεν, εἴτ’ ἐστὶν ἑτέρας ἀρχὴ περιόδου.
また、もし第二日に発作が起こったとしても、それが第一日に起こったものに対して日日熱の形式に従って規則性を保っているのか、それとも別の周期の始まりなのかは不明である。
κατὰ ταὐτὰ δ’ εἰ καὶ κατὰ τὴν τρίτην ἐπὶ τῇ δευτέρᾳ γενηθείη.
第二日に続いて第三日に起こった場合も同様である。
τῷ γὰρ ἀγνοοῦντι διαγινώσκειν εὐθὺς ἐξ ἀρχῆς, εἴτε ἀμφημερινός ἐστιν, εἴτε τριταῖος, εἴτ’ ἄλλος τις πυρετὸς, ἄδηλον εἴθ’ εἷς ἐστιν ἀμφημερινὸς, εἴτε δυοῖν ἐπιπλοκὴ τριταίοιν, εἴτε καὶ τριῶν τεταρταίων, καὶ περὶ τῶν ἄλλων δὲ τῶν μειζόνων περιόδων ὁ αὐτὸς λόγος.
最初からすぐに日日熱なのか、三日熱なのか、あるいは他の熱病なのかを診断できない者にとっては、それが一つの日日熱なのか、二つの三日熱の重なりなのか、あるいは三つの四日熱の重なりなのか不明であり、それ以上の大きな周期についても同様の議論が成り立つ。
ὅτι μὲν οὖν ὅσοι νομίζουσι πολλὰς εἷναι περιόδους, οὐ μόνας τὰς τρεῖς, οὐδέποτε δυνήσονται προγνῶναι τὸν ἐσόμενον παροξυσμὸν, ἤδη δέδεικται.
それゆえ、三つの周期だけでなく、多くの周期が存在すると考える人々は、来るべき発作を決して予見できないということが、すでに示された。

語釈・文法注

  1. p.480διὰ τρίτης — διὰ τρίτης(および διὰ τετάρτης)は、古典期から医学文献で頻出する表現。古代ギリシアの包摂的計算(両端を含める数え方)により、διὰ τρίτης(3日目ごとに=1日おき、隔日)、διὰ τετάρτης(4日目ごとに=2日おき)を意味する。古代の熱病(三日熱、四日熱)の分類と深く結びついている。
  2. p.481εἰ μὴ παρακολουθοῦσιν — εἰ μὴ(〜でなければ)に直説法現在が続く条件節。全体として「彼らが〜に気づいていないのでなければ(実に祝福すべきことだ)」という、強い皮肉(アイロニー)を伴う表現になっている。παρακολουθέω はここでは「(論理的帰結に)随伴する、気づく」の意味で用いられている。
  3. p.482δυοῖν ἐπιπλοκὴ τριταίοιν — ἐπιπλοκή(重なり、合併、混交)は、二つの異なる熱病の周期が重なって発生する病態を示す。ここでは、一見すると日日熱のように見える症状が、実は「二つの三日熱の重なり(二重三日熱)」である可能性を指摘しており、当時の複雑な病型診断の困難さを説明している。

この箇所を引用する

ガレノス, 病型について書いた者たちへの反論 §2. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg049.humanitext-grc1:2

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。