§2Ἐπεὶ τοίνυν οὐδὲν οὕτω χρήσιμόν ἐστι, καὶ μάλιστα ἐν τοῖς πυρετοῖς, ὡς τὸ προγινώσκειν τὰς ἀρχὰς τῶν ἐσομένων παροξυσμῶν, ἐὰν μέν τις εὐθέως ἀπ’ ἀρχῆς οἷός τε ᾖ στοχασμῷ τεχνικῷ τοῦτ’ ἐξεργάζεσθαι, μέγιστα τὸν κάμνοντα δι’ ὅλου τοῦ νοσήματος ὠφελήσει· ἐὰν δ’ εὐθὺς μὲν ἐξ ἀρχῆς ἀδυνατήσῃ, προϊόντος δὲ τοῦ χρόνου δυνηθῇ, κατὰ τὸν ὑπόλοιπον χρόνον ὀνήσει τὸν κάμνοντα· καὶ ὅσῳ γὰρ θᾶττον εἰς πρόνοιαν ἀφίκηται τῆς τοῦ νοσήματος ἰδέας, τοσούτῳ πλέονα χρόνον ὠφελήσει τὸν νοσοῦντα.
因此,由于没有任何事情像预先知道将要发作的疾病的开始那样有用,特别是在热病中,如果有人能够一上来就立刻通过技术性的推断来做到这一点,他将在整个疾病过程中极大地造福病人;但如果他一上来不能立刻做到,而随着时间的推移能够做到,他将在剩余的时间里帮助病人;因为他越早预知疾病的形态,他造福病人的时间就越长。
πειρατέον μὲν οὖν εὐθὺς ἀπ’ ἀρχῆς διαγινώσκειν ὁποῖός τίς ἐστιν ὁ πυρετὸς, ὡς ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι δέδεικται, καὶ τά γε πολλὰ βεβαίως ἐστὶ γνῶναι τοῦτον διὰ τῶν ἐν ἐκείνοις γνωρισμάτων·
因此,必须一上来就立刻尝试诊断热病是哪种类型,正如在《关于危机》的注释书中所表明的那样,而且在大多数情况下,确实可以通过那些书中的特征来确实地了解它。
εἰ δέ τις ἀμφιβολία γενηθείη κατὰ τὴν πρώτην ἡμέραν, ἐν τῇ δευτέρᾳ διακριτέον αὐτήν· εἰ δὲ καὶ ταύτην γέ ποτε ἐκφύγοι, τῇ τρίτῃ γε πάντως γνωρισθήσεται· εἰ δ’ ἄρα καὶ ταύτην γέ ποτε διεκφύγοι κατὰ τὸ σπάνιον, ἀλλ’ ἐν τῇ τετάρτῃ ἐξ ἀνάγκης γνωρισθήσεται· εἰ δὲ μηδ’ ἐν ταύτῃ τις ἤδη τὴν ἰδέαν τοῦ νοσήματος ἐγνώρισεν, ἀλλ’ ἔτ’ ἀπορεῖ, πολὺ μέρος οὗτος τῆς τέχνης ἀγνοεῖ.
但如果在第一天产生了某种疑问,必须在第二天予以辨别;即使它有时逃过了这一天,也必定会在第三天被认识到;即使它极其罕见地有时连这一天也逃过了,但在第四天也必定会被认识到;如果有人到了这一天仍未认识到疾病的形态,而还在疑惑,那么他就对这门技术的大部分一无所知。
τά τε γὰρ ἄλλα καὶ οἱ παροξυσμοὶ πάντες οἱ ἐν τοῖς πυρετοῖς ἤτοι καθ’ ἑκάστην ἡμέραν, ἢ διὰ τρίτης, ἢ διὰ τετάρτης ἀπαντῶσιν· ἐν μὲν τοῖς πλείστοις νοσήμασιν, ἐφ’ ὧν δὴ καὶ μάλιστά ἐστι χρεία τῆς προγνώσεως τοῦ μέλλοντος ἔσεσθαι παροξυσμοῦ, διὰ τρίτης καὶ καθ’ ἑκάστην ἡμέραν· ἐν ὀλιγίστοις δέ τισι διὰ τετάρτης.
因为,除了其他事情之外,热病中的所有发作要么每天,要么每隔一天,要么每隔两天发生;在大多数确实最需要预知未来发作的疾病中,是每隔一天和每天发生;而在极少数疾病中是每隔两天。
ἀλλ’ ἴσως τίς φησι τῶν νεωτέρων τουτωνὶ σοφιστῶν καὶ διὰ πέμπτης ἡμέρας γίγνεσθαί τινας περιόδους καὶ δι’ ἕκτης καὶ ἑβδόμης, καί τινας ἄλλας ἄχρι παμπόλλων ἡμερῶν ἐκτεινομένας, οὓς ὄντως ἔστι μακαρίσαι τῆς θαυμαστῆς συνέσεως, εἰ μὴ παρακολουθοῦσιν ἐξ ὧν λέγουσιν ἄρδην ἀναιροῦντες τὸ χρήσιμον ἁπάσης τῆς περὶ τύπων πραγματείας.
但也许这些现代的诡辩家中的某人会说,也有一些每五天、每六天、每七天发生的周期,以及其他一些延伸到极多天的周期,如果他们没有因为自己所说的话而彻底摧毁了关于类型的整个研究的有用性,那么他们那惊人的理解力确实是值得庆幸的。
ὅσοι μὲν γὰρ ἀγνοεῖν ὁμολογοῦντες ἀπὸ τῆς πρώτης ἡμέρας εἴδη διαγινώσκειν πυρετῶν, ἀναμένουσι τὰς μέχρι τῆς τετάρτης, οὔτε πεμπταίαν τινὰ περίοδον, οὔθ’ ἑκταίαν, οὔτε τούτων ἐξωτέρω τινὰ ἑωρακέναι φάσκοντες, εἰ καὶ μὴ τῇ β΄ καὶ τῇ γ΄ τῶν ἡμερῶν, ἀλλὰ ταῖς γ΄ ἑξῆς ἐλπίζειν τι δύνανται περὶ τοῦ μέλλοντος παροξυσμοῦ· τοῖς δ’ εἰς πολὺ πλῆθος ἡμερῶν ἐκτείνουσι τὰς περιόδους ἀδύνατον προγνῶναι τὸν ἐσόμενον παροξυσμόν.
因为那些承认自己从第一天起就不知道如何诊断热病种类、而等待到第四天的人,虽然声称自己没有见过任何五日热、六日热或比这些更远的周期,但即使在第二天和第三天没有,在接下来的三天里他们也能对将要发作的疾病抱有一些预见;但对于那些将周期延伸到极多天的人来说,预先知道将要发作的疾病是不可能的。
αὐτίκα γοῦν τῷ κατὰ τὴν πρώτην ἡμέραν γενομένῳ δυνατόν ἐστι καὶ ἀμφημεριῷ καὶ τριταίνῳ καὶ τεταρταίῳ καὶ πεμπταίῳ καὶ πᾶσι τοῖς ἐφεξῆς ὑπάρχειν.
例如,对于在第一天发生的情况,它有可能是日日热、三日热、四日热、五日热以及其后连续的所有热病。
ἐὰν οὖν γενηθῇ κατὰ τὴν δευτέραν ἡμέραν παροξυσμὸς, ἄν τε καὶ μὴ, περὶ τῆς τρίτης ἡμέρας ἐλπίζειν οὐδὲν ἕξουσιν οἱ τὰς μακρὰς περιόδους εἰσηγούμενοι.
因此,无论第二天是否发生发作,引入长周期的人都无法对第三天有任何预见。
καὶ τοίνυν ὑποκείσθω μετὰ τὴν πρώτην ἡμέραν, μήτ’ ἐν τῇ δευτέρᾳ, μήτ’ ἐν τῇ τρίτῃ, μήτ’ ἐν τῇ τετάρτῃ γεγονέναι παροξυσμόν.
那么,让我们假定在第一天之后,第二天、第三天、第四天都没有发生发作。
οἱ μὲν τὰς τρεῖς μόνας εἰδότες περιόδους ἀνιστᾶσί τε τὸν ἄνθρωπον ἀπὸ τῆς κλίνης, καὶ τῶν συνήθων ἔχεσθαι κελεύουσιν, ἀπηλλάχθαι νομίζοντες ἁπάσης ὑποψίας· οἱ δὲ καὶ τὰς ἑξῆς, ὅσαι πολυήμεροι, γίγνεσθαι φάσκοντες, ὁμοίως ὑποπτεύειν τὴν ε΄ ἡμέραν εἰσὶ δίκαιοι, καθάπερ καὶ τῶν ἄλλων τῶν ἔμπροσθεν· οὕτω δὲ καὶ τὴν στ΄ καὶ τὴν ζ΄ καὶ τὰς ἄλλας τὰς ἐφεξῆς ὑποπτεύουσιν.
那些只知道这三个周期的人会让病人从床上起来,并吩咐他进行习惯的活动,认为他已经免除了所有的怀疑;但那些声称其后有多日周期发生的人,也有理由像对待之前的其他日子一样怀疑第五天;同样地,他们也怀疑第六天、第七天和其后连续的其他日子。
εἰ δὲ καὶ γένοιτό τις καὶ ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν παροξυσμὸς, ἄδηλον εἴτε κατ’ ἀμφημερινοῦ σχῆμα πρὸς τὸν ἐν τῇ πρώτῃ γεγονότα τὴν ἀναλογίαν ἐφύλαξεν, εἴτ’ ἐστὶν ἑτέρας ἀρχὴ περιόδου.
如果第二天也发生了某种发作,目前还不清楚它是按照日日热的形式对第一天发生的发作保持了规律性,还是另一周期的开始。
κατὰ ταὐτὰ δ’ εἰ καὶ κατὰ τὴν τρίτην ἐπὶ τῇ δευτέρᾳ γενηθείη.
同样地,如果第三天在第二天之后发生也是如此。
τῷ γὰρ ἀγνοοῦντι διαγινώσκειν εὐθὺς ἐξ ἀρχῆς, εἴτε ἀμφημερινός ἐστιν, εἴτε τριταῖος, εἴτ’ ἄλλος τις πυρετὸς, ἄδηλον εἴθ’ εἷς ἐστιν ἀμφημερινὸς, εἴτε δυοῖν ἐπιπλοκὴ τριταίοιν, εἴτε καὶ τριῶν τεταρταίων, καὶ περὶ τῶν ἄλλων δὲ τῶν μειζόνων περιόδων ὁ αὐτὸς λόγος.
因为对于一上来就无法立即诊断出是日日热、三日热还是其他某种热病的人来说,目前还不清楚它是一个日日热,还是两个三日热的重叠,或者是三个四日热的重叠,对于其他更大的周期也是同样的道理。
ὅτι μὲν οὖν ὅσοι νομίζουσι πολλὰς εἷναι περιόδους, οὐ μόνας τὰς τρεῖς, οὐδέποτε δυνήσονται προγνῶναι τὸν ἐσόμενον παροξυσμὸν, ἤδη δέδεικται.
因此,那些认为有许多周期而不仅是这三个周期的人,将永远无法预知将要发作的疾病,这一点已经得到了证明。