§3#1Λέγωμεν δ’ ἐφεξῆς περὶ τῶν μόνας τὰς τρεῖς ἡγουμένων, οὐ μὴν ἐκ τῆς ἰδίας φύσεως ἑκάστην διαγινωσκόντων, ἀλλ’ ἐκ τῶν κατὰ τοὺς παροξυσμοὺς ἀνταποδόσεων.
次に、周期は三つだけと考えつつも、それぞれの特有の性質から診断するのではなく、発作の対応関係から診断する人々について語ろう。
οὕτω γὰρ εἰώθασιν ὀνομάζειν αὐτοὶ τὰς ἀναλογίας τῶν παροξυσμῶν.
彼らは発作の比例関係をそのように呼ぶのが常だからである。
οἱ τοιοῦτοι δ’ εἰ μὴ διὰ παντὸς, ὥσπερ οἱ πρότεροι, τὸν ἐσόμενον παροξυσμὸν ἀγνοήσουσιν, ἀλλὰ μέχρι τῆς τετάρτης ἢ πέμπτης ἡμέρας ἐξ ἀνάγκης.
このような人々は、先の人々のように常にではないにしても、第四日または第五日までは必然的に来るべき発作を知ることができないだろう。
ὑποκείσθω γὰρ ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἕνα γεγονέναι παροξυσμὸν, ἐν δὲ τῇ δευτέρᾳ δύο, καὶ δύο πάλιν ἐν τῇ τρίτῃ, καὶ δύο κατὰ τὴν τετάρτην.
なぜなら、第一日には一回の発作が起こり、第二日には二回、第三日にも再び二回、第四日にも二回起こったと仮定しよう。
ἐνδέχεται μὲν οὖν καὶ τοιαύτην εἶναι τὴν ἐπιπλοκὴν τῶν ἁπλῶν περιόδων, ὡς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀμφημερινὸν ἦρχθαι·
すると、単純な周期の重なりが次のようになっていることもありうる。
κατὰ δὲ τὴν δευτέραν τριταῖον· ἐν δὲ τῇ τρίτῃ δύνασθαι μὲν καὶ τριταῖον, δύνασθαι δὲ καὶ τεταρταῖον, ἄδηλον γὰρ τοῦτο πρὸ τῆς πέμπτης, εἶτ’ ἐν τῇ τετάρτῃ τοῦ τε κατὰ τὴν πρώτην ἡμέραν ἀρξαμένου τεταρταίου δεύτερον παροξυσμὸν, καὶ τοῦ κατὰ τὴν δευτέραν τριταίου δεύτερον.
すなわち、第一日に日日熱が始まり、第二日に三日熱が始まり、第三日には三日熱も始まりうれば四日熱も始まりうる(なぜなら、これは第五日の前には不明だからである)、そして第四日には、第一日に始まった四日熱の二回目の発作と、第二日に始まった三日熱の二回目の発作が起こる、というように。
εὔδηλον δὲ ὡς ἡ πέμπτη τῶν ἡμερῶν δύο παροξυσμοὺς ἕξει, τοῦ τε κατὰ τὴν τρίτην ἡμέραν ἀρξαμένου τριταίου τὸν δεύτερον καὶ τοῦ κατὰ τὴν δευτέραν ἡμέραν ἀρξαμένου τεταρταίου τὸν δεύτερον·
そして、第五日には二回の発作が起こることは明白である。 すなわち、第三日に始まった三日熱の二回目の発作と、第二日に始まった四日熱の二回目の発作である。
ἡ δ’ ἕκτη τοῦ κατὰ τὴν τρίτην ἠργμένου τεταρταίου τὸν δεύτερον, καὶ τοῦ κατὰ τὴν δευτέραν τριταίου τὸν τρίτον.
また、第六日には、第三日に始まった四日熱の二回目の発作と、第二日に始まった三日熱の三回目の発作が起こる。
ἐνδέχεται δὲ τῶν ἄλλων ὡσαύτως ἐχόντων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἦρχθαι δύο τριταίους ἄλλους, ἢ δύο τεταρταίους ἄλλους.
しかし、他の条件が同じであっても、第三日に別の二つの三日熱、あるいは別の二つの四日熱が始まっていることもありうる。
ἐπεὶ γὰρ ἡ τετάρτη τῶν ἡμερῶν κατὰ τὴν τοιαύτην ὑπόθεσιν οὐδεμίαν ἔχει πρὸς τὴν τρίτην κοινωνίαν, ἐνδέχεται καὶ δύο τριταίους καὶ δύο τεταρταίους, καὶ τριταῖον καὶ τεταρταῖον ἕνα κατὰ τὴν τρίτην ἡμέραν ἄρξασθαι.
なぜなら、そのような仮定においては第四日は第三日と何の共通点もないので、第三日に二つの三日熱、あるいは二つの四日熱、あるいは一つの三日熱と一つの四日熱が始まることもありうるからである。
θαυμάσαι δ’ ἔστι τὰς τοιαύτας ἐπιπλοκὰς συντιθέντων, εἰ μηδέποτε ἐνενόησαν ἐνδέχεσθαι τῶν δύο τύπων εἰς τὴν αὐτὴν ὥραν συνελθεῖν τοὺς παροξυσμοὺς, ὅπερ εἰ γένοιτο, διέφθαρται τὰ τῆς ἀνταποδόσεως αὐτοῖς γνωρίσματα.
このような重なりを組み立てる人々については、二つの型の発作が同じ時刻に重なりうるということ、そしてもしそれが起これば、彼らの言う対応関係の指標が台無しになってしまうということに、これまで一度も気づかなかったのだろうかと驚かざるをえない。
κατὰ γοῦν τὴν προκειμένην ὑπόθεσιν ἐγχωρεῖ τὸν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀρχόμενον τεταρταῖον ὥρᾳ δευτέρᾳ, τὸν δὲ τεταρταῖον ἑνδεκάτῃ.
たとえば、提示された仮定に従えば、第一日に始まる四日熱が第二時に、もう一つの四日熱が第十一時に起こることが可能である。
τούτων δ’ οὕτως ἐχόντων, εἷς ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ἐστι παροξυσμός ὁ κατὰ τὴν δευτέραν ὥραν.
これらがこのようであるなら、第四日には第二時に一回だけの発作があることになる。
οὐ μὴν ἕνα λέγουσί ποτε γενέσθαι κατὰ τὴν ὑποκειμένην ὑπόθεσιν, ἀλλ’ ἀεὶ δύο.
しかし彼らは、仮定された前提において一回だけ起こるとは決して言わず、常に二回と言う。
θέασαι δ’ ὅπως ἐγχωρεῖ καὶ τρεῖς ἅμα παροξυσμοὺς εἰς μίαν ὥραν συνδραμεῖν, καὶ διὰ τοῦτ’ οὐκ ἀγνοηθῆναι τὴν ἐπιπλοκὴν τοῖς εἰδόσιν ἑκάστου τύπου τῶν ἁπλῶν διαγινώσκειν τὸ εἶδος.
また、三つの発作が同時に一つの時刻に重なりうること、そして、それゆえにこそ、単純な型のそれぞれの種類を診断することを知っている人々にとっては、その重なりが不明なままにはならないということを、見てみるがよい。
ὑποκείσθω γὰρ ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ἦρχθαι τεταρταῖον ὥρᾳ τρίτῃ· ἐν δὲ τῇ δευτέρᾳ κατὰ τὴν αὐτὴν ὥραν τριταῖον· ἐν δὲ τῇ τρίτῃ κατὰ τὴν αὐτὴν ὥραν ἀμφημερινόν.
というのも、第一日には第三時に四日熱が始まり、第二日には同じ時刻に三日熱が、第三日には同じ時刻に日日熱が始まったと仮定しよう。
ἀνάγκη δὴ τούτων ὑποκειμένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὥρᾳ τρίτῃ γενέσθαι παροξυσμὸν ἕνα, τῶν τριῶν περιόδων ἐς ταὐτὸν ἀλλήλοις ἀφικομένων.
これらを仮定すると、三つの周期が互いに同じところに到達するため、第四日の第三時には一回だけの発作が起こることが必然である。
ἀλλ’ οὐδεὶς αὐτῶν ἔγραψε τοῦτο, πάντες δὲ ὥσπερ ἐξ ἑνὸς στόματος ἐπὶ τῇ προειρημένῃ νῦν ὑποθέσει κατὰ τὴν τετάρτην ἡμέραν τρεῖς λέγουσι γενέσθαι παροξυσμούς.
しかし、彼らのうち誰もこのことを書かず、皆がまるで一つの口から出るかのように、今述べた前提において第四日には三回の発作が起こると言う。
ἄν τέ τις (ἀναστρέψῃ) καθ’ ἑκάστην ἡμέραν ἅπαξ ὑποθῆται τὸν κάμνοντα παροξυνόμενον, ἔνιοι μὲν ἁπλῶς ἀμφημερινὸν ἀποφαίνονται, τινὲς δὲ ἐνδέχεσθαί φασι καὶ δύο τριταίους εἶναι καὶ τρεῖς τεταρταίους.
また、逆に、患者が毎日一回発作を起こすと仮定すると、ある者は単に日日熱であると宣言し、ある者は二つの三日熱や三つの四日熱である可能性もあると言う。