§1## ΓΑΛΗΝΟΥ ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΤΥΠΩΝ ΓΡΑΨΑΝΤΑΣ Η ΠΕΡΙ ΠΕΡΙΟΔΩΝ ΒΙΒΛΙΟΝ.
Τοῖς μὲν παλαιοῖς ἰατροῖς ἀπόχρη μόνον τοῦτο εἰποῦσιν, ὡς κατὰ περίοδον ἐνίοις τῶν νοσημάτων οἱ παροξυσμοὶ γίνονται, μηκέτι προστιθεμένοις, τί σημαίνει τοὔνομα ἡ περίοδος.
## ガレノス著『型について書いた人々に対して、あるいは、周期についての書』古い医師たちにとっては、ただ、病気のいくつかにとっては周期に従って発作が起こると言うだけで十分であり、周期という名が何を意味するかを付け加えることはなかった。
ἠπίσταντο γὰρ Ἕλλησιν ἀνθρώποις γράφοντες τὰ βιβλία, σαφῶς εἰδόσιν, ὡς ἐπειδὰν δι’ ἴσον χρόνον γίγνηταί τι ταὐτὸν τῷ εἴδει, τὸν χρόνον τοῦτον ἅπαντες Ἕλληνες ὀνομάζουσι περίοδον.
というのも彼らは、等しい時間を経て同じ種の何かが起こるとき、この時間をすべてのギリシア人が周期と呼ぶということをはっきりと知っているギリシア人たちに向けて書物を提供していることを知っていたからである。
οὕτω γοῦν Ὀλυμπιακάς τέ τινας καὶ Πυθιακὰς ἐκάλουν περιόδους.
それゆえ例えば、彼らはある種のオリンピア周期やピュティア周期と呼んでいたのである。
οἱ νεώτεροι δὲ πρῶτον μὲν ἐπεισήγαγον ταῖς περιόδοις τὴν τοῦ τύπου προσηγορίαν.
しかし、より新しい医師たちは、第一に、周期に対して「型」という呼称を導入した。
εἶθ’ οἱ μὲν ταὐτὸν ἡγοῦντο σημαίνεσθαι πρὸς τῆς περίοδος φωνῆς καὶ τάξις καὶ τύπος·
そののち、ある人々は周期、秩序、型という言葉によって同じことが意味されると考え、他の人々は同じではないと考えた。
οἱ δὲ οὐ ταὐτόν.
そして他の人々はそれぞれ異なる方法でこれらすべてを定義しようと試み、自分たち自身の定義を構築するだけでなく、他の人々の定義に反論もしている。
ὁρίσαι δὲ πάντα ταῦτα ἐπιχειροῦσιν ἄλλοι ἄλλως, οὐ μόνον κατασκευάζοντες τοὺς ἰδίους ὅρους, ἀλλὰ καὶ τοῖς τῶν ἄλλων ἀντιλέγοντες. ὅσοι μὲν οὖν ἄχρι τῆς περὶ τοὺς ὅρους φιλοτιμίας προεληλύθασι συγχωροῦντες ἐκ τῶν τριῶν ὀνομάτων ἕν τι σημαίνεσθαι, τύπου καὶ περιόδου καὶ τάξεως, ἐλάττονα φλυαροῦσιν·
それゆえ、定義に関する虚栄心にまで進みながらも、型、周期、秩序という三つの名前から一つの何かが意味されることを認める人々は、戯言を言うことがより少ない。
ὅσοι δὲ περίοδον μὲν ὀνομάζουσι τὸν χρόνον, δι’ ὅν τι ταὐτὸν γίγνεται, τύπον δὲ οὐχ ἁπλῶς ἅπαντα τὸν τοιοῦτον χρόνον, ἀλλ’ ὅταν ὁλοκλήροις ἡμέραις τε καὶ νυξὶ περιγράφηται, μακρὰς οὗτοι καὶ ἀχρήστους φλυαρίας καταβάλλονται, καὶ διὰ τοῦθ’ αὑτῶν τε καὶ τῶν μαθητῶν κατατρίψαντες τὸν χρόνον, ὅταν ἐπὶ τοὺς κάμνοντας ἀφίκωνται, χείρους εἰσὶν ἰδιώτου παντός.
しかし、周期とは同じ何かが起こる時間を指し、型とは単にそのすべての時間ではなく、それが完全な昼夜によって区切られるときを指すと言う人々は、長くて無益な戯言をまき散らしており、そのために自分たち自身と弟子たちの時間を浪費し、いざ病人のもとに到着したときには、いかなる素人よりも劣っているのである。
ἰδιώτης μὲν γὰρ νοῦν ἔχων, ἐπειδὰν θεάσηταί τινα καθ’ ἑκάστην ἡμέραν παροξυνόμενον, ἐάν θ’ ὑστερῇ σμικρὸν ὁ παροξυσμὸς ἐάν τε προλαμβάνῃ, φαντασίαν τινὰ ἔχει περιόδου τῆς καλουμένης ἀμφημερινῆς·
というのも、分別のある素人は、毎日発作が起こる人を見たとき、その発作が少し遅れようと進もうと、いわゆる日日熱の周期を何となく想像するからである。
εἰ δέ τις καὶ φιλόπονος εἴη καὶ φιλίατρος, ἔννοιά τις αὐτὸν εἰσέρχεται δυοῖν τριταίοιν ἢ τριῶν τεταρταίων, καὶ τοῦτο ἀξιοῖ διορισθῆναι πρὸς τῶν ἰατρῶν.
そしてもし誰かが勉強家であり医学愛好家でもあるなら、二つの三日熱あるいは三つの四日熱という概念が彼に浮かび、このことが医師たちによって区別されることを要求する。
οἱ δὲ ταῖς εἰρημέναις ὑποθέσεσι δουλεύοντες, ἐὰν ἐντύχωσιν ἀῤῥώστῳ δυοῖν ὥραιν ἑκάστης ἡμέρας τὸν παροξυσμὸν ἔχοντι προληπτικὸν, εἴκοσι μὲν εἶναι καὶ δυοῖν ὥραιν φασὶ τὴν περίοδον, τὸν δ’ ὅλον τύπον οὐχ ἁπλοῦν, ἀλλά τινα σύνθετον ὑπάρχειν νομίζουσιν· εἶτα ζητήσαντες ἱκανῶς καὶ λογισάμενοι κατὰ σφᾶς αὑτοὺς, οἱ μὲν ἐπὶ δακτύλων, οἱ δὲ καὶ ἐπὶ διαγράμματος ἔν τινι βιβλίῳ γεγραμμένου, δώδεκά φασιν εἶναι δωδεκαταίους τὸν τοιοῦτον τύπον.
ところが、上述の仮説に奴隷のように従う者たちは、毎日二時間ずつ発作が早まる病人に遭遇すると、周期は22時間であると言い、全体の型は単純ではなく、ある種合成されたものであると考え、それから十分に探究し自分たちの間で計算したのち、ある者は指を使い、ある者は書物の中に描かれた図面を使って、そのような型は12の12日熱であると言うのである。
γελώντων δὲ ἐπὶ τούτοις τῶν ἀκουσάντων, ἀγανακτοῦσιν.
そしてこれを聞いた人々が笑うと、彼らは憤慨する。
ἔτι δὲ μᾶλλον ὅταν ὥρᾳ μιᾷ ποτε θεάσωνται τὸν παροξυσμὸν προλαμβάνοντα, καὶ τότε ἀποφαίνονται δ΄ εἶναι καὶ κ΄ εἰκοστοτεταρταίους, αὐτοί τε καταγελῶνται καί τινα τοῖς ἄλλοις ἰατροῖς ὑποψίαν ἀγνοίας παρὰ τοῖς ἰδιώταις παρασκευάζουσιν.
さらに、彼らがいつか発作が1時間早まるのを見ると、さらにいっそう、それは24の24日熱であると言明し、彼ら自身が物笑いの種になるとともに、他の医師たちに対しても、素人たちの間で無知の疑いを持たせる原因を作るのである。
ὅταν γὰρ ἐκείνους ἐκ βιβλίου θεάσωνται μετὰ σεμνότητός τινος εὑρίσκοντας, ὥς τι μέγιστον πρᾶγμα, κδ΄ εἰκοστοτεταρταίους, ἐπέρχεται καταγινώσκειν αὐτοῖς ἁπάντων τῶν ἀναγινωσκόντων τὰ βιβλία, καὶ μᾶλλον τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὴν τέχνην ἑαυτοὺς ἐπιτρέπουσιν.
というのも、素人たちが、彼らが何かしら厳かな態度で書物から、あたかも大いなることであるかのように、24の24日熱を見いだすのを目にするとき、書物を読むすべての医師を非難する気持ちが彼らに生じ、むしろ理性的な熟練なしに技術を扱う者たちに身を委ねるようになるからである。
ἐὰν γοῦν τις ἕπηται ταῖς ὑποθέσεσι τῶν τὰ τοιαῦτα ληρούντων ἰατρῶν, καὶ τὸν τριταῖον, ὅταν ἤτοι προλαμβάνῃ μίαν ὥραν ἢ ὑστερίζη, πάντα μᾶλλον ἢ τριταῖον ἐρεῖ.
したがって、もし誰かがそのような戯言を言う医師たちの仮説に従うなら、三日熱が1時間早まるか遅れるかするとき、彼はそれを三日熱以外のあらゆる名前で呼ぶことになるだろう。
τὸν μὲν γὰρ προλαμβάνοντα, τεττάρων καὶ κ΄ ὄντα, φησὶ τεσσαρακοστουγδαῖον ἐπιπλοκὴν εἶναι· τὸν δὲ ὑστερίζοντα πεντηκοσταῖον, καὶ τοῦτον ἐρεῖ ε΄ καὶ κ΄ εἶναι.
すなわち、早まる方については、24(個の熱)があり、48日熱の重なりであると言い、遅れる方については50日熱であると言い、そしてこれには25(個の熱)があると言うからである。
τίς μὲν οὖν ἤρξατο πρῶτος τῆς ἐμπλήκτου ταύτης σοφίας, οὐκ οἶδα·
さて、誰が最初にこの狂った知恵を始めたのか、私は知らない。
ἡνίκα δ’ ἐγὼ πρῶτον ἤκουσα τοῦ γε μηνύοντος αὐτὴν, ἐρῶ.
しかし、私が最初にそれを私に告げる者から聞いた時のことを話そう。
μεθεστήκει μὲν ἐξ ἀνθρώπων ἔναγχος Ἀντωνῖνος ὁ μετ’ Ἀδριανὸν γενόμενος αὐτοκράτωρ, ἦρχε δὲ τότε Σεβῆρος, ἑαυτὸν μὲν Ἀντωνῖνον μετονομάσας, εἰς δὲ τὴν τῆς ἀρχῆς κοινωνίαν προσλαβὼν Λούκιον καὶ μετονομάσας Σεβῆρον.
ハドリアヌスのあとに現れた皇帝アントニヌスが最近人々の中から去り、当時はセウェルスが支配していたが、彼は自分をアントニヌスと改名し、支配の共同者としてルキウスを迎え入れ、彼をセウェルスと改名していた。
ἐν τούτῳ τῷ χρόνῳ πρῶτον ἀκούσας ἐθαύμασα τοὺς προβάλλοντας ὡδί πως·
この時に、初めてそれを聞いて、私は次のように問題を提示する者たちに驚いた。
ἐὰν πέντε τις ὥραις παροξυνόμενος ἀνίηται δυοῖν, ὡς εἶναι τὴν ὅλην περίοδον ὡρῶν ζ΄ καὶ τοῦτ’ ἐφεξῆς γίγνηται, τίνα χρὴ νομίζειν τὸν τύπον;
もし誰かが5時間発作を起こし、2時間和らぎ、その結果全体の周期が7時間になり、これが連続して起こる場合、その型は何であると考えるべきか?
ἀπεκρινάμην οὖν εὐθέως αὐτῷ, μηδ’ οἷόν τε γενέσθαι τοῦτο.
そこで私は即座に彼に、そのようなことは起こり得ないと答えた。
τοὺς γὰρ ὀλιγοχρονίους οὕτω παροξυσμοὺς μακρὰς ποιεῖσθαι τὰς παρακμὰς, καὶ τοὐπίπαν γε καὶ εἰς ἀπυρεξίαν ἀφικνεῖσθαι.
というのも、これほど短時間の発作は、衰退期を長くし、大体においては平熱にまで達するものだからである。
σὺ δὲ παροξυσμὸν μὲν, ἔφην, διηγῇ νοσήματος ἐπιεικέστατον, τῇ συνεχείᾳ δὲ τῶν περιόδων ὀλεθριώτατον αὖθις ἀποφαίνεις αὐτόν.
「しかしあなたは」と私は言った。 「病気の最も穏やかな発作を語りながら、周期の連続性によってそれを再び極めて致命的なものとして示している。
μηδὲν, ἔφη, σκόπει τό γε νῦν, πότερον ἀδύνατός ἐστιν ἡ ὑπόθεσις, ἢ δυνατὴ, γυμνασίας δ’ ἕνεκα τὰ τοιαῦτα συγχώρει ζητεῖσθαι.
」彼は言った。 「現時点では、その仮説が不可能か可能かは一切考慮しないでほしい。 ただ演習のために、そのようなことが探究されるのを認めてほしい。
πρὸς γὰρ τὴν τῶν ποικίλων τύπων εὕρεσιν εὐπορωτέρους ἡμᾶς ἐργάσεται.
というのも、それは多様な型を発見することに対して、私たちをより容易にするからである。
ἐκείνῳ μὲν οὖν ὅτι τὸ τοιοῦτον γυμνάσιον ἀπορωτέρους ἡμᾶς ἐργάζεται μᾶλλον ἤπερ εὐπορωτέρους, ἐπειράθην ἐνδείξασθαι τότε·
」そこで、その人に対しては、そのような演習は私たちを容易にするというよりはむしろより困難にさせるということを、私は当時示そうと試みた。
νυνὶ δὲ τοῖς ἄλλοις ἐπιδείξω προδιηγησάμενος, ἥ τίς ποτ’ ἐστὶν ἡ χρεία τῆς τοιαύτης θεωρίας.
しかし今、私は、このような理論の有用性が一体何であるかをあらかじめ詳しく語った上で、他の人々にこれを示そうと思う。