§8#2τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς διδασκαλίας ἑνὶ προσαγορεύειν βουλόμενος ὀνόματι, τέθεικα κατ’ αὐτοῦ κλῆσιν ἡμιτριταῖον.
私は、簡潔で明瞭な教示のために、この熱病を一つの名前で呼びたいと考え、これに対して「半三日熱」という名称を付した。
εἰ μὲν οὖν καὶ Ἱπποκράτης τὸν τοιοῦτον πυρετὸν ἡμιτριταῖον ἐκάλει, καθάπερ ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου κερδαίνοις, ὅτι τε πρᾶγμα μανθάνεις ἰατρικὸν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις αὐτῷ·
それゆえ、もしヒッポクラテスもこのような熱病を「半三日熱」と呼んでいたとすれば、私が確信しているように、あなたは私の議論から二つの利益を得るだろう。 一つは医学的な事柄を学ぶこと、もう一つはそれに古い名称を適用することである。
εἰ δ’ ἡγεῖταί τις ἕτερόν τινα πυρετὸν ὑφ’ Ἱπποκράτους ἡμιτριταῖον καλεῖσθαι, σφάλλεσθαί με νομίσας ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω.
しかし、もし誰かが、ヒッポクラテスによって「半三日熱」と呼ばれているのは何か別の熱病であると考え、私がその名称において誤っているとみなすなら、その人は事柄そのものを学ぶとよい。
ὅτι γὰρ καὶ τοιοῦτός τις γίνεται πυρετὸς, ὁποῖον εἶπον, οὐκέτ’ ἐν τῷδε μάρτυρος οὔθ’ Ἱπποκράτους οὔτε ἄλλου τινὸς ὁ λόγος χρῄζει, μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὁρώντων ἡμῶν αὐτὸν, καὶ μάλιστ’ ἐν Ῥώμῃ.
なぜなら、私が述べたような熱病が実際に生じるということについては、私たちの議論はもはやヒッポクラテスや他のいかなる者の証言も必要としないからであり、それは私たちが、特にローマにおいて、ほとんど毎日それを見ているからにほかならない。
ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χωρίοις, οὕτως ἐν τῇδε πόλει πλεονάζει τὸ κακὸν τοῦτο.
なぜなら、他の場所では他の病が満ちているように、この都市ではこの害悪が満ちているからである。
παράκειται δ’ αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων παροξυσμὸν, οὔτε κατὰ τὴν πρώτην καὶ τὴν τρίτην τὰς ἐπαναλήψεις.
そして、これに隣接して別の熱病があり、それは二日目に別の発作をもたらすこともなく、一日目と三日目に再発をもたらすこともない。
ἔστι δ’ οὐχ εἷς οὐδ’ ὁ τοῦδε τρόπος·
そして、これの様態も一つではない。
ἐνίοτε μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ σὺν φρίκῃ ποιεῖται τὴν εἰσβολὴν, ἔστι δ’ ὅτε καὶ μετὰ καταψύξεως τῶν ἄκρων σαφῶς·
というのも、それはある時には寒気なしに、ある時には寒気を伴って侵入し、またある時には明らかに手足の冷えを伴うからである。
ὦπται δὲ ἐνίοτε καὶ χωρὶς αἰσθητῆς περιψύξεως οὗτος ὁ πυρετὸς ἔχειν τοὺς πέντε καιροὺς, ἀρχὴν, ἀνωμαλίαν, ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν.
また時として、この熱病は感知できるほどの冷えを伴わずに、始まり、不同期、増悪、極期、衰退という五つの時期を持つことが観察されている。
τοῖς δὲ χρόνοις ἤδη διῃρημένοις ὀλιγοχρόνιος μὲν ἡ ἀρχὴ, ὀλιγοχρόνιος δέ ἐστιν αὐτοῦ καὶ ἡ ἀνωμαλία·
すでに区分された時間に関しては、その始まりは短時間であり、その不同期もまた短時間である。
τὰ δὲ τῆς ἀναβάσεως οὐχ ὁμοίως ἅπασιν, ἀλλ’ ἐνίοις μὲν (οὐκ) ὀλιγοχρόνια, ἐνίοις δὲ χρόνῳ πλείονι·
しかし、上昇の様子はすべての人において同様ではなく、ある人々にとっては短時間ではなく、また別の人々にとってはより長い時間となる。
καὶ μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς ἐν χρόνῳ μὲν πάντως αἰσθητῷ καὶ πλατεῖ, διαφέρει δ’ οὐκ ὀλίγον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον.
そしてさらに、極期の時期は、いずれにせよ感知できるほど長く幅のある時間であるが、多かれ少なかれにおいて少なからず異なっている。 そしてさらに、極期の時期は、いずれにせよ感知できるほど長く幅のある時間であるが、多かれ少なかれにおいて少なからず異なっている。
οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ, διαφέρει δ’ ἐν τῷ τισὶ μὲν αἰσθητῶς ἀφαιρεῖν καὶ παρέχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ’ ἵσταται φυλάσσων ἴσον τὸ ὑπόλοιπον μέγεθος τῆς παρακμῆς· τισὶ δὲ ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ’ ἀρχῆς ἄχρι τῆς τελευτῆς βραδεῖαν, ὥστε καὶ ἐκ διαστημάτων χρόνου μακροτέρων ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλίγιστον μέντοι τουτί.
同様にして、衰退の様子もすべての人において長い時間であるが、ある人々においては感知できるほどに減衰して速やかな終息の希望を与えるものの、その後は衰退の残りの規模を等しく保ったまま停滞し、別の人々においては、衰退の全体を始まりから終わりまで緩慢なものとするため、より長い時間の間隔を置いてあなたが触診したとしても、確かに何か減衰したようには思われるものの、それはごくわずかなものにとどまるという点において異なっている。
τοιαῦταί τινες καὶ ἄλλαι μερικαὶ διαφοραὶ τῶν διὰ τρίτης ἡμέρας παροξυνομένων πυρετῶν, οὓς ἅπαντας ὀνομάζω τριταιοφυεῖς, εἰς μὲν τὴν τῆς διαθέσεως, ὅθεν ἐξάπτονται, γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν πραγματείαν ἄχρηστοι.
隔日で発作を起こす熱病には、このような、また他の部分的な相違がいくつかあり、私はこれらをすべて「三日熱様」と呼んでいるが、これらはそれらが引き起こされる状態を知るためには極めて有益であるものの、現在直面している論考にとっては無用である。
πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς τε ἐν ταῖς περιόδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ νοσήματος, ἕνεκα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως, ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδὲ ἡ τῶν ἐν ἀμφημερινοῦ σχήματι πεποικιλμένων·
なぜなら、ここでの私たちの目的は、治療手段を適時に使用するために、周期の中の時期と病全体の時期とを区分することであり、そのような多様性は治療に何ら益をもたらさないからである。 それは、日張熱の形態において多様化している病の場合も同様である。
καὶ γὰρ καὶ τούτων οὐκ ὀλίγοι καθ’ ἑκάστην ἡμέραν παροξυνόμενοι διάλειμμα οὐδὲν ἴσχουσιν·
実際、これらの中でも少なからぬ人々が、毎日発作を起こしながら、まったく無熱期を持たない。
ἐρῶ δ’ αὐτῶν ὅμως ἕνεκα παραδείγματος ὀλίγας διαφορὰς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἀλλ’ ὅτι τῶν ἰατρῶν ἔνιοι παντάπασι φυσῶνται ἐξ ὧν ἀλόγως φλυαροῦσι, καὶ δόξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις, ὡς ἐπιμελεῖς τε καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι τῶν μόνα τὰ χρήσιμα γραφόντων.
しかしながら、例証のために、それらのいくつかの相違について述べることにしよう。 それは、現在の主題に有益だからではなく、医師たちの中には、理不尽にたわ言を並べることによって完全に自惚れ、無分別な人々の間で、自分たちが懇切で勤勉であり、ただ有益なことだけを書く人々よりも何か賢いことを知っているかのような評判を得ている者がいるからである。