§9Εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων πυρετῶν ἐνίοτε μὲν ἄνευ σαφοῦς περιψύξεως, ἐνίοτε δὲ σὺν ταύτῃ, καὶ διαμένει γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον·
したがって、毎日発作を起こす熱病の発作は、ある時には明らかな体表の冷えなしに、ある時にはそれを伴って侵入し、始まりに固有の諸特徴はある人々にとってはより長い時間、別の人々にとってはより短い時間持続する。
καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον·
そしてさらに、不同期の特徴も同様に、ある人々にとってはより長い時間、別の人々にとってはより短い時間(持続する)。
καὶ μετὰ ταῦτα ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων.
そしてこの後、この熱病は、隔日で発作を起こす熱病よりも長い時間の中で、極期に達するまで上昇する。
ὑπάρχει δ’ αὐτῷ καί τι τοιοῦτον, ὃ κᾀκείνοις μὲν ἔστιν ὅτε γίγνεται σπανίως, πολὺ μᾶλλον δ’ ἐν τούτῳ φαίνεται·
また、これには次のような特徴もある。 それは、あちらの熱病にも稀に生じることがあるが、これにおいてはるかに顕著に見られる。
σαφῆ ποιούμενος ἀνάβασιν, ἵσταταί τινι χρόνῳ μηδὲν προστιθεὶς, εἶτ’ αὖθις προστίθησιν.
すなわち、明らかな上昇を示しながら、ある時間の間、熱を何も加えることなく留まり、その後に再び熱を加えるのである。
οὕτω δὲ κᾀπὶ τῆς παρακμῆς ἤτοι γε ὁμαλὴν ποιεῖται τὴν ἀφαίρεσιν, ἢ μεταξὺ ἵστησιν ἐπὶ τοῦ αὐτοῦ μεγέθους, τοῖς μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτα ἀφαιρεῖ.
同様に、衰退においても、一様な減衰を行うか、あるいは途中で同じ規模にとどまり、ある人々にとっては 1時間、別の人々にとっては2時間、その後に減衰する。
καὶ δὴ καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς μὲν ἀφαιρεῖ, τοῖς δὲ ἐν ᾧπέρ ἐστι μεγέθει διαμένει.
そしてさらに、第二の発作の侵入に至るまで、ある人々にとっては減衰し、別の人々にとっては現在の規模のまま持続する。
μᾶλλον δὲ τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διότι καὶ ἡ περίοδος αὐτῶν ἐστι μακροτέρα.
しかし、このことは隔日で発作を起こすものにおいてより多く生じる。 なぜなら、それらの周期がより長いからである。
διπλασία γάρ πώς ἐστι τῷ χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ περίοδος, εἰ παραβάλλοιτο τῇ τῶν καθ’ ἑκάστην ἡμέραν.
というのも、隔日で発作を起こす熱病の周期は、毎日のものの周期と比較されるならば、時間においてほぼ二倍だからである。
ὥστε ἐναργῶς διὰ τοῦτο χρονίζει τὸ λείψανον τῆς παρακμῆς αὐτῆς, ἐν ἴσῳ διαμένον μεγέθει.
したがって、このことのために、衰退の残りの部分は、等しい規模にとどまりながら、明らかに長く持続する。
πολλοὶ δὲ καὶ ἄλλοι τρόποι περιόδων εἰσὶ, διαφοραῖς μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς τὰ νῦν ἐνεστῶτα.
周期のあり方には他にも多くのものがあり、部分的な相違によって多様化しているが、現在の検討に対しては余計なものである。
διὰ τοῦτο δὲ ἐνίων ἐμνημόνευσα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες, ὡς οὐκ ἔστιν οἰκεία τοῦ παρόντος σκέμματος ἡ τοιαύτη διδασκαλία, γεγράφασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ κατ’ αὐτῶν τὴν διήγησιν.
しかし、私がそれらの一部に言及したのは、医師たちのうち、そのような教示が現在の検討に固有のものではないということを知らない者たちが、それらについて記述し、その説明自体においても誤りを犯しているからである。
ἀλλ’ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς ἐν οὐκ οἰκείῳ σκέμματι·
しかし、固有でない検討において彼らを反駁するのは、今は好機ではない。
μαθήσῃ δ’ ἐπιστημονικῶς, ὅτι γε φλυαροῦσιν ἄχρηστα, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ’ ἐξειργάσατό τις αὐτὴν, καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖστοι, κατ’ ἐκεῖνο μάλιστα τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις καιροῖς τὰ βοηθήματα.
あなたは、彼らが無用なたわ言を言っていること、そして、ヒッポクラテスがそれらにおける方法を見事に発見したにもかかわらず、誰もそれを完成させず、そればかりか多くの者がそれを台無しにしてしまったということを、学術的に学ぶことになるだろう。 特に私が論述のその箇所において、すでに述べた各時期に治療手段を結合させようとするときに(学ぶことになる)。
πραχθήσεται δέ μοι τοῦτο τοὺς ὅλου τοῦ νοσήματος ἐπιδείξαντι καιρούς·
そして、私が病気全体の時期を示すことによって、このことは私によって実行されるだろう。
ἄχρι μὲν γὰρ τοῦδε τοὺς ἐν μέρει διῆλθον μόνους.
というのも、これまでは部分的な時期のみを詳細に述べてきたからである。