Humanitext Reader

ガレノス · 病の好機について §8#1

複合的な周期を持つ熱病と混合熱の性質

9 / 11 箇所 · ギリシア語

要旨

本節でガレノスは、複合的な周期を持つ熱病について論じ、単純な周期との違いを指摘した上で、特徴的な寒気性の侵入や、発作の再発・重複を伴いながら一日おきに同様の発作を繰り返す複雑な混合熱の性質を説明している。

§8#1Ἀλλὰ νῦν ἐπὶ τοὺς κατὰ περίοδόν τινα παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον ἐν αὐτοῖς ἄσκοπον ἀφεῖται διαιροῦντες.
しかし今、周期的に発作を起こす熱病に議論を戻し、それらの中でまだ検討されずに残されているすべての点を分類することにしよう。
ἑνὸς μὲν δὴ καὶ πρώτου μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν ἅπαντα τὸν ἀπ’ ἀρχῆς ἄχρι δεῦρο περὶ τῶν ἁπλῶν περιόδων.
まず最初に、最初からここまでの私たちの議論がすべて単純な周期に関するものであったことを思い出すよう、私は勧める。
ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς ἐνίοτε στενοῦται, φθανούσης εἰσβάλλειν ἐπισημασίας ἑτέρου παροξυσμοῦ, πρὶν τὴν προτέραν περίοδον ἀκριβῶς πληρωθῆναι, καὶ πολλάκις γε κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν ὁ πυρετὸς ἐκ τοῦ τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος, ἡ δ’ ἐπιπλοκὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ περιόδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ, πρὶν ἀπολυθῆναι τὸν πρότερον.
というのも、複合的な周期においては、前の周期が正確に満了する前に、別の発作の予兆が先んじて侵入するため、極期の後の時期が時として狭められるからである。 そしてしばしば、熱病自体はその性質上、三日熱のように間欠熱の類に属しているにもかかわらず、複合のために、前の発作が解消される前に第二の発作が先んじて侵入し、前の周期にまったく無熱期を残さないことがある。
εἴρηται δέ μοι περὶ τῶν τοιούτων ἐπιπλοκῶν ἐν δύο πραγματείαις, τῇ τε περὶ κρίσεων καὶ τῇ περὶ διαφορᾶς τῶν πυρετῶν, ἔνθα καὶ διώρισται μίξις ἐπιπλοκῆς.
このような複合については、私は二つの著作、『危機について』と『熱病の相違について』において述べており、そこでは混合と複合の区別もなされている。
ὁ γοῦν ἡμιτριταῖος ἐκ μίξεώς τε καὶ κράσεως ἐδείχθη γιγνόμενος ἀμφημερινοῦ τε καὶ τριταίου πυρετοῦ.
実際、半三日熱は、日張熱と三日熱の混合および調和から生じることが示された。
πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμιτριταίῳ τῶν ἁπλῶν εἷς ἐπιπλέκεται πυρετῶν, ἤτοι τριταῖος, ἢ ἀμφημερινὸς, ἀλλ’ οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγματείας, ἀρκεῖ γὰρ ἐνταῦθα τοὺς ἰδίους ἑκάστου τῶν πυρετῶν καιροὺς ἀκριβῶς διαρθρῶσαι·
また、しばしばその半三日熱自体に、単純な熱病のうちの一つ、すなわち三日熱か日張熱が複合することもあるが、このような多様性は現在の著作に適したものではない。 というのも、ここでは個々の熱病に固有の時期を正確に区分するだけで十分だからである。
τὸ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως δύνασθαι διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρξειεν.
なぜなら、このようにして初めて、私たちはそれらのうち複合しているものを容易に見分けることができるようになるからである。
οἱ μὲν οὖν ἀκριβῶς ἁπλοῖ προείρηνται, περὶ δὲ τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ.
さて、厳密に単純なものについてはすでに述べたので、次に混合したものについて語ることにしよう。
γίνεται τοίνυν ἐνίοτε φρικώδης εἰσβολὴ, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, πλὴν ῥίγους, ἔστι δ’ ὅτε καὶ τούτου τὴν ἔμφασιν·
そこで、時として、悪寒を除いて、始まりに固有のすべての徴候を伴う、寒気性を伴う侵入が起こることがあり、時としてはその予兆すら伴う。
ἡ γάρ τοι σφοδρὰ φρίκη δόξειεν ἂν ἤτοι γε ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν ῥῖγος, ἀλλὰ τό γε ἀκριβὲς ῥῖγος, οἷον ἐν τριταίοις τε καὶ τεταρταίοις πυρετοῖς ἐστιν, ὁ τοιοῦτος μὴ λαμβάνει, καὶ διὰ τοῦτ’ οὖν αὐτὸν ὀνομάζω φρικώδη·
というのも、激しい寒気は悪寒の始まりか、あるいは小さな悪寒であると思われるかもしれないが、三日熱や四日熱にあるような厳密な意味での悪寒をそのような患者は得ないからであり、それゆえに私はこれを「寒気性」と呼ぶのである。
καὶ πολύ γε μᾶλλον ὅτι προδείξας τινὰ σημεῖα τοῦ δευτέρου καιροῦ, πάλιν ἀρχὴν ἑτέρας εἰσβολῆς ἐργάζεται φρικώδη, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανάληψιν, ἔνιοι δ’ ἐπαναδίπλωσιν·
そしてさらに、第二の時期のいくつかの兆候をあらかじめ示した後に、再び別の寒気性の侵入の始まりを作り出すからでもあり、これをある人々は「再発」と呼び、またある人々は「重複」と呼ぶ。
ἔστιν ὅτε δὲ καὶ δεύτερον ἐργάζεται τοῦτο, καί τισιν ἐνίοτε καὶ τρίτον, εἶτα μόγις ὕστερον ὁμαλῶς ἐξαπλοῦται μέχρι τῆς ἀκμῆς ἀναβαίνων.
そして、時としてこれを二回、人によっては三回も起こし、その後になってようやく、極期に達するまで一様に展開していく。
οὗτος ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται.
この熱病は決して無熱期に終わることがない。
ὅ τε γὰρ ἄχρι τῆς ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμπολυς ἥ τε παρακμὴ χωρὶς αἰσθητῆς διαπνοῆς· πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ’ ἱδρῶτος εἰς ἀπυρεξίαν ἰέναι.
なぜなら、それにおいて極期に至るまでの時間が非常に長く、また衰退が感知できるほどの蒸散を伴わないからであり、発汗を伴って無熱期に移行することからははるかに遠いからである。
ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης εἰσβολῆς παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μειοῦται.
したがって、最初の侵入による発作が長い時間をかけて極期に達するのと同様に、極期からは徐々に減少していく。
καὶ τοίνυν ἐπὶ τῆς ὑστεραίας ἕτερος αὐτοῖς ἐπιγίνεται παροξυσμὸς, φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις ὡσαύτως τῷ πρόσθεν, ἢ εἴποτε κατὰ τὸ σπάνιον σχοίη, μίαν ποιήσαιτο μόνην, ὀλιγοχρόνιόν τε καὶ σμικράν.
そしてそれゆえ、翌日には彼らに別の発作が生じる。 これも同様に寒気性であるが、前の発作のように再発を持つことはなく、あるいは稀に持つことがあっても、短時間で小さなものを一度だけ行う。
ἀναβαίνει δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ πολλῷ, καὶ παρακμάζει ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνω, καὶ διὰ τοῦτ’ αὐτὸ ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ κατὰ τὴν πρώτην ἐκδέχεται παροξυσμὸς, εἶτ’ αὖθις ὁ κατὰ τὴν τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν δευτέραν, καὶ τοῦτο ἐφεξῆς ἀεί.
この発作もやはり長い時間をかけて極期に達し、同様に短くない時間をかけて衰退する。 そしてまさにこの理由により、三日目には第一日のものと同じ発作が引き継ぎ、次いで四日目には第二日のものと同じ発作が引き継ぎ、これがその後に常に繰り返される。

語釈・文法注

  1. p.433τὸ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως δύνασθαι διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρξειεν — 二つの冠詞が重なっているが、最初の `τὸ` は名詞化不定詞句 `τὸ ... δύνασθαι` 全体を構成して文の主語となっており、二番目の `τὸ` は分詞 `συμπλεκόμενον` にかかっている。主動詞は `ὑπάρξειεν ἄν` である。
  2. p.433δόξειεν ἂν — 希求法に小辞 `ἄν` が伴う潜在表現(潜在希求法)であり、「〜と思われるかもしれない」という控えめな推量・主張を示す。
  3. p.433καὶ πολύ γε μᾶλλον ὅτι — 前の文で提示された理由に続き、熱を「寒気性」と呼ぶ第二の理由を `ὅτι` 節で提示している。主節に相当する「それゆえ私はこれを寒気性と呼ぶ」という述部が文脈上省略されている。
  4. p.434ἀποδεῖ τοῦ — 非人称動詞 `ἀποδεῖ`(〜に及ばない、〜から程遠い)が、名詞化された属格不定詞句 `τοῦ ... ἰέναι` を補語(比較・分離の属格)として伴っている構造である。

この箇所を引用する

ガレノス, 病の好機について §8#1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:8%231

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。