§8#2τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς διδασκαλίας ἑνὶ προσαγορεύειν βουλόμενος ὀνόματι, τέθεικα κατ’ αὐτοῦ κλῆσιν ἡμιτριταῖον.
为了简明清楚地教学,我想用一个名字来称呼这种发热,因而给它贴上了“半三日热”的标签。
εἰ μὲν οὖν καὶ Ἱπποκράτης τὸν τοιοῦτον πυρετὸν ἡμιτριταῖον ἐκάλει, καθάπερ ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου κερδαίνοις, ὅτι τε πρᾶγμα μανθάνεις ἰατρικὸν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις αὐτῷ·
因此,如果如我所确信的那样,希波克拉底也将这种发热称为半三日热,你就会从这一论述中获得两点益处:一是你学到了医学上的事实,二是你给它冠以了一个古老的名称。
εἰ δ’ ἡγεῖταί τις ἕτερόν τινα πυρετὸν ὑφ’ Ἱπποκράτους ἡμιτριταῖον καλεῖσθαι, σφάλλεσθαί με νομίσας ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω.
但如果有人认为,被希波克拉底称为半三日热的是其他某种发热,并认为我在称呼上犯了错误,那就让他学习这件事情本身吧。
ὅτι γὰρ καὶ τοιοῦτός τις γίνεται πυρετὸς, ὁποῖον εἶπον, οὐκέτ’ ἐν τῷδε μάρτυρος οὔθ’ Ἱπποκράτους οὔτε ἄλλου τινὸς ὁ λόγος χρῄζει, μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὁρώντων ἡμῶν αὐτὸν, καὶ μάλιστ’ ἐν Ῥώμῃ.
因为,正如我所说的那样,确实会发生这种发热,在这一点上,我们的论述已经不再需要希波克拉底或任何其他人的见证,因为我们几乎每天都能看到它,尤其是在罗马。
ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χωρίοις, οὕτως ἐν τῇδε πόλει πλεονάζει τὸ κακὸν τοῦτο.
因为正如在其他地方有其他疾病盛行一样,在这座城市里,这种祸害也格外繁多。
παράκειται δ’ αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων παροξυσμὸν, οὔτε κατὰ τὴν πρώτην καὶ τὴν τρίτην τὰς ἐπαναλήψεις.
与此相邻的还有另一种发热,它既不在第二天带来另一个发作,也不在第一天和第三天带来再发。
ἔστι δ’ οὐχ εἷς οὐδ’ ὁ τοῦδε τρόπος· ἐνίοτε μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ σὺν φρίκῃ ποιεῖται τὴν εἰσβολὴν, ἔστι δ’ ὅτε καὶ μετὰ καταψύξεως τῶν ἄκρων σαφῶς· ὦπται δὲ ἐνίοτε καὶ χωρὶς αἰσθητῆς περιψύξεως οὗτος ὁ πυρετὸς ἔχειν τοὺς πέντε καιροὺς, ἀρχὴν, ἀνωμαλίαν, ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν.
而这种发热的形式也并非只有一种:因为有时它在没有寒战的情况下侵袭,有时伴随着寒战,有时则明显伴有四肢冰冷;有时也观察到,这种发热即使没有明显的体表变冷,也具有五个时期:开始期、不规则期、增进期、极期和衰退期。
τοῖς δὲ χρόνοις ἤδη διῃρημένοις ὀλιγοχρόνιος μὲν ἡ ἀρχὴ, ὀλιγοχρόνιος δέ ἐστιν αὐτοῦ καὶ ἡ ἀνωμαλία· τὰ δὲ τῆς ἀναβάσεως οὐχ ὁμοίως ἅπασιν, ἀλλ’ ἐνίοις μὲν (οὐκ) ὀλιγοχρόνια, ἐνίοις δὲ χρόνῳ πλείονι· καὶ μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς ἐν χρόνῳ μὲν πάντως αἰσθητῷ καὶ πλατεῖ, διαφέρει δ’ οὐκ ὀλίγον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον.
就已经划分的时间而言,它的开始期是短暂的,其不规则期也是短暂的;但其上升期的情况并非对所有人都一样,而是对某些人来说并非短暂,对另一些人来说则需要更长的时间;而且确实,极期在任何情况下都处于明显且宽裕的时间里,但在程度的多寡上却有不小的差异。
οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ, διαφέρει δ’ ἐν τῷ τισὶ μὲν αἰσθητῶς ἀφαιρεῖν καὶ παρέχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ’ ἵσταται φυλάσσων ἴσον τὸ ὑπόλοιπον μέγεθος τῆς παρακμῆς· τισὶ δὲ ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ’ ἀρχῆς ἄχρι τῆς τελευτῆς βραδεῖαν, ὥστε καὶ ἐκ διαστημάτων χρόνου μακροτέρων ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλίγιστον μέντοι τουτί.
同样,衰退期的情况对所有人来说时间都很长,但其差异在于:对某些人来说,它会明显地减轻,并带来很快结束的希望,但此后它便停滞下来,保持衰退期余下的同样严重程度;而对另一些人来说,它使整个衰退过程从始至终都很缓慢,以至于即使你隔了较长的时间去触诊,虽然觉得它确实有所减轻,但也只是极其微小的一点点。
τοιαῦταί τινες καὶ ἄλλαι μερικαὶ διαφοραὶ τῶν διὰ τρίτης ἡμέρας παροξυνομένων πυρετῶν, οὓς ἅπαντας ὀνομάζω τριταιοφυεῖς, εἰς μὲν τὴν τῆς διαθέσεως, ὅθεν ἐξάπτονται, γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν πραγματείαν ἄχρηστοι.
隔日发作的热病还有其他一些诸如此类的局部差异,我将所有这些热病称为“类三日热”,它们对于认识引起这些热病的体质极其有用,但对于目前正在进行的论述却毫无用处。
πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς τε ἐν ταῖς περιόδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ νοσήματος, ἕνεκα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως, ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδὲ ἡ τῶν ἐν ἀμφημερινοῦ σχήματι πεποικιλμένων· καὶ γὰρ καὶ τούτων οὐκ ὀλίγοι καθ’ ἑκάστην ἡμέραν παροξυνόμενοι διάλειμμα οὐδὲν ἴσχουσιν· ἐρῶ δ’ αὐτῶν ὅμως ἕνεκα παραδείγματος ὀλίγας διαφορὰς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἀλλ’ ὅτι τῶν ἰατρῶν ἔνιοι παντάπασι φυσῶνται ἐξ ὧν ἀλόγως φλυαροῦσι, καὶ δόξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις, ὡς ἐπιμελεῖς τε καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι τῶν μόνα τὰ χρήσιμα γραφόντων.
因为我们在这里的目的,是为了能适时使用治疗手段,从而区分周期中的各个时期以及整个疾病的各个时期,而这种多样性对此毫无益处,正如在日张热形态下多样化的那些疾病一样;事实上,在这些患者中,也有不少人每天都发作,没有任何间歇;尽管如此,为了举例说明,我还是要谈谈它们之中的少数差异,这并不是因为它们对当前的课题有用,而是因为有些医生因其无理的胡言乱语而完全自我膨胀,并在愚昧之人中博得名望,仿佛他们既认真又勤奋,并且比那些只写有用内容的人懂得更多更智慧的事情。