Humanitext Reader

ガレノス · 病の好機について §7

持続熱の周期区分と脈拍収縮の診断

8 / 11 箇所 · ギリシア語

要旨

間欠しない持続熱の周期における部分の数と各時期の特徴を分析し、特に医師たちが脈拍の収縮の速さを見落として誤った治療を施している現状を批判する。

§7Αὐτὴ μὲν οὖν ἡ τομὴ τῶν εἰς ἀπυρεξίαν ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων, τεταρταίων, ὡς ἓξ ἐχόντων τὰ μέρη διαφέροντα ἀλλήλων ἰδέαις εὐσήμοις·
したがって、この分割は、日張熱、三日熱、四日熱など、無熱期に終わるすべての熱病において、それらが明確な特徴によって互いに異なる六つの部分を持つものとしての分割である。
ἑτέρα δὲ, τῶν μὴ διαλειπόντων, εἰς πέντε μέρη διαιρουμένων.
これに対し、間欠しない熱病のためのもう一つの分割は、五つの部分に分割される。
εἰσὶ δὲ καὶ οὗτοι πάμπολλοι, τινὲς μὲν ἑκάστης ἡμέρας παροξυνόμενοι, τινὲς δὲ διὰ τρίτης·
これらもまた非常に多く、あるものは毎日発作が起こり、あるものは一日おきに起こる。
οὐ μὴν οἵ γε διὰ τετάρτης πολλάκις, ἀλλ’ ἐν τῷ σπανίῳ, φαίνονται γινόμενοι·
ただし、四日おきに起こるものは、頻繁には現れず、稀にしか見られない。
τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς ἀπυρεξίαν παύεται.
なぜなら、それらの大半の種類は無熱期へと終わるからである。
διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν μὴ παυομένων, ἀμφημερινῶν, τριταίων, τεταρταίων.
そして、無熱期に終わらないこれら日張熱、三日熱、四日熱の様相もまた二通りである。
ἔνιοι μὲν γὰρ αὐτῶν καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ καὶ τὸ τάχος καὶ τὴν πυκνότητα καὶ τὴν σκληρότητα· τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν ἐπανάγουσι, φυλάττουσι δὲ ταχύτητα οἱ μὲν πλεῖον, οἱ δὲ ἧττον.
というのも、それらの中には、脈拍の大きさ、速さ、頻度、および硬さを失うものもある一方で、あるものは他の三つの特徴を自然な状態へと戻し、速さについては、あるものはより多く、あるものはより少なく維持するからである。
ἀλλ’ οὐ τοῦ νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι·
しかし、それらについて分類することは今の議論の課題ではない。
πρόκειται γὰρ ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου καθ’ ἕκαστον γένος νοσήματος.
目的は、疾患の各種類に応じて周期の部分を数え上げることだからである。
εἰρηκότες οὖν ὀλίγον ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας πυρετοὺς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων, πέντε εἶναι λέγοντες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως αὐτοῖς ὑπάρχῃ, μόνον δὲ λείπῃ τὸ τῆς ἀπυρεξίας.
それゆえ、間欠熱においては全部で六つの部分があると少し前に述べたので、次に、間欠しない熱の部分へと進み、他の部分が間欠熱とほぼ同様に存在し、ただ無熱期だけが欠けている場合には、それは五つであると述べることにしよう。
ἡ δ’ ἐν τοῖς ἄλλοις μέρεσιν ὁμοιότης ἔξ ἀνάγκης ἐστὶ, τὸ τῆς εἰσβολῆς τῶν παροξυσμῶν μετὰ συστολῆς γίγνεσθαι, ὀνομάζω δ’ οὕτω τὸ μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται κατὰ τοὺς σφυγμοὺς εἴσω μᾶλλον κινεῖσθαι μετὰ μικρότητος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα τοῦ αἵματος, ᾧ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς ἀνωμαλίας, εἶθ’ ἑξῆς τὸ τῆς ἀναβάσεως, ἀκμῆς τε καὶ παρακμῆς.
他の諸部分における類似は必然的である。 すなわち、発作の始まりが「収縮」を伴って起こることである。 私は、冷感を伴う状態をこのように呼んでいる。 なぜなら、これに随伴して、血液が内臓へと後退するのに伴い、脈拍においては小ささを伴ってより内部へと動くからである。 そしてこれに再び、必然的に不規則さが随伴し、その後に続いて上昇、極期、そして衰退が起こるからである。
ἐφ’ ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γίγνεται παροξυσμοῦ, τοὺς τρεῖς καιροὺς εἰς ἕνα μεταπίπτειν ἀναγκαῖόν ἐστι, καὶ γίγνεσθαι τὸ σύμπαν μέχρι τῆς ἀκμῆς ἀνάβασιν.
しかしながら、感知できるほどの明らかな収縮を伴わずに発作の始まりが起こるものにおいては、これら三つの時期が一つへと合流することが不可欠であり、極期に至るまでの全体が「上昇」となる。
ὅπου γὰρ οὐκ ἐγένετο συστολὴ, δῆλον ὡς οὐδ’ ἀνωμαλία.
というのも、収縮が起こらなかったところには、不規則さも起こらないことが明らかだからである。
τὴν δὲ ἀκμὴν οὐδ’ ἄν ποτε εἶδον ἀπολείπουσαν, ἀλλ’ ἀεὶ διαμένουσαν αἰσθητὴν ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον·
しかし私は、極期が欠けているのを一度も見たことがなく、むしろすべての熱病において、ある時間、感知できるほどの均等さが常に持続するのを見てきた。
εἰσβολὴν μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρχῆς συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἦν ἁπάσαις ὀλίγου δεῖν ταῖς ἀρχαῖς ἡ ψύξις συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ ἐπὶ τὰ ἔσω τῶν ἀρτηριῶν κίνησις, ὑπὲρ ἧς εἴρηται μὲν ἐπιπλέον ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορίζειν αὐτήν.
しかし、発作の始まりについては、前述の開始時の諸症状を伴わないものを数え切れないほど観察してきた。 その症状のうちで最も主要なものは、ほぼすべての始まりにおいて発作に伴う冷感であり、同様に、動脈の内部への動きであった。 これについては『脈拍について』の著作においてより詳しく述べられているが、現在の議論においては、それを収縮の速さによって定義することで十分である。
ὅσα δ’ ἄλλα συμπτώματά τε καὶ σημεῖα τῆς ἀρχῆς τῶν παροξυσμῶν ἐστιν ἴδια, προείρηται τὰ μὲν ἐπιγινόμενα τῇ περιψύξει, τὰ δ’ ἄλλα ἄλλως συμβαίνειν·
発作の始まりに特有の他のすべての症状や兆候については、あるものは周囲の冷却に伴って生じ、他のものは異なった形で生じることがすでに述べられている。
σμικρότης μὲν τῶν σφυγμῶν καὶ ἀραιότης καὶ βραδυτὴς διαστολῆς ἐπὶ τῇ καταψύξει, ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις εἴπομεν.
すなわち、脈拍の小ささ、希薄さ、および拡張の遅さは冷却に随伴し、悪寒は他の原因、すなわち我々が『症状の原因について』において述べた原因によって生じる。
ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευθέντας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους ὥρας τοῦ παροξυσμοῦ.
しかし、発作のこの全体的な種類は、私が言ったように、完全に無視されており、我々はしばしば、かの「素晴らしい」医師たちによって、発作の疑わしい時間がすでに過ぎ去ったとして、入浴に行かされようとしたり、食事を摂るよう命じられたりした多くの患者を制止した。
συμβαίνει δὲ αὐτοὺς ἀγνοοῦντας ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτηρίας, ἐν τοῖς τοιούτοις σφάλμασι καθίστασθαι.
そして彼らがこのような誤りに陥るのは、動脈に触れて正確に状態を把握することを知らないためである。
ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ συστολὴ θάττων γίγνεται·
というのも、このように発作を起こしているすべての人において、収縮はより速くなるからである。
γνωρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν, ἀλλὰ δεῖται μάλιστα τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ ἄλλο τῆς τέχνης, ἀσκήσεως ἱκανῆς, ἣν οὐχ οὐχ οἷόν τε ποιήσασθαι, πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον ἐν τῷ πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν.
しかし、それを認識することは誰にでもできることではなく、この作業は、医学の他の何よりも、十分な修練を必要とする。 そしてその修練は、我々が『脈拍の診断について』の第一巻で述べた方法を技術的に習得する前には行うことができない。
εἰ μὲν οὖν τις εἴη γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρεῖ τούτῳ τίθεσθαι τοῦτ’ αὐτὸ τὸ μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γεγενημένην ἄνευ τῆς διαστολῆς, ἀρχὴν τῆς περιόδου·
したがって、もし誰かが動脈の収縮を認識できるなら、その者にとっては、拡張を伴わずに収縮がより速くなったと認識したまさにその発作の部分を、周期の始まりと置くことが可能である。
τὸ δ’ ἐφεξῆς τῷδε ἐπανάβασιν, ἄχρι τῆς ἀκμῆς·
そして、これに続く部分を、極期に至るまでの「上昇」とする。
εἰ δὲ μὴ γνωρίζοι μηδὲ τοῦτο,  φαίνοιτο δὲ ἀθλίπτως αὐτῷ παντοίως ἡ εἰσβολὴ γεγενημένη, τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παροξυσμοῦ πᾶν ἐπανάβασιν, ἢ ἐπίδοσιν, ἢ αὔξησιν ὀνομάσει·
しかし、もしこのことさえも認識できず、発作の始まりが彼にとってまったく感知できないまま起こったように見えるなら、極期に至るまでの発作の全体の部分を「上昇」または「増大」または「増加」と呼ぶことになるだろう。
τέμνων δ’ αὐτὴν εἰς πρῶτα καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἦττον, οὐκ εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν αἰσθητῶν περιψύξεων.
そして、その部分を、前述の感知できる冷感の場合のように異なる種類によってではなく、強弱に従って、初期・後期・中期の部分へと分割することになる。
ἐν τοῖς τοιούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται καιροὶ τρεῖς, αὔξησις, ἀκμὴ, μείωσις·
したがって、このような熱病においては、全体の時期は「増加」、「極期」、「減少」の三つとなる。
οὐδὲν γὰρ χεῖρον οὐδὲ μείωσιν ὀνομάζειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους ἀφαιρεῖταί τι τοῦ πυρετοῦ·
熱の強さがいくらか差し引かれるあの時期を「減少」と呼ぶことも、一向に差し支えないからである。
ἐν ὅσοις δ’ οὐκ ἔστι περίοδος, οἷον καὶ τοῖς συνόχοις ὀνομαζομένοις, τούτοις τοῖς πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, οὔτε τὰ προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ διαφέροντας χρόνους καὶ τούτοις ἐστὶν, ἑτέροις τρόποις διαγινωσκόμενα παρὰ τοὺς ἐν τοῖς παροξυσμοῖς καιροὺς, οὓς ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλιστα ὅτι σφάλλονται πάντες ἐν αὐτοῖς ἰατροὶ, καίτοιγε Ἱπποκράτους ὀρθότατα διδάξαντος ὑπὲρ αὐτῶν.
これに対して、いわゆる「持続熱」のように、周期が存在しないものにおいては、これらの熱病にはそもそもいかなる発作も存在せず、前述の部分も存在しない。 しかしながら、病気全体の各段階は、異なる時期においてこれらにも存在しており、それは発作における諸時期とは異なる方法で診断される。 これについては少し後で述べるが、それは特に、ヒポクラテスがそれらについて極めて正しく教えていたにもかかわらず、すべての医師がそれらにおいて誤っているからである。

語釈・文法注

  1. p.428ὡς ἓξ ἐχόντων τὰ μέρη διαφέροντα ἀλλήλων ἰδέαις εὐσήμοις — 接続詞 ὡς に属格独立格 ἐχόντων が続く構文。主節の熱病(πυρετῶν)の性質について、「〜と見なされることで」「〜を持つものとして」という話者や一般的見解による主観的・理論的な理由や根拠を示している。
  2. p.428τὸ τῆς εἰσβολῆς τῶν παροξυσμῶν μετὰ συστολῆς γίγνεσθαι — 冠詞付き不定詞句(τὸ ... γίγνεσθαι)が主語である ἡ ... ὁμοιότης(類似性)の具体的な内容を説明する同格(説明的同格)として機能している。
  3. p.429τοὺς τρεῖς καιροὺς εἰς ἕνα μεταπίπτειν ἀναγκαῖόν ἐστι — 非人称述語 ἀναγκαῖόν ἐστι に対し、対格の τοὺς τρεῖς καιροὺς を主語、不定詞 μεταπίπτειν を動詞とする「対格+不定詞」構文が主語節として機能している。
  4. p.430πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευθέντας — 妨げや制止を意味する動詞 ἐκωλύσαμεν の直接目的語 πολλοὺς に対し、その状態や動作を補足する分詞(πεμφθέντας, κελευθέντας)が対格で一致して用いられており、「多くの者が〜されるのを制止した」という意味を表す。

この箇所を引用する

ガレノス, 病の好機について §7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。