Humanitext Reader

盖伦 · 论疾病的转折期 §8#1

具有复合周期的热病与混合热的性质

第 9 段,共 11 段 · 希腊语

内容简介

在本节中,盖伦讨论了具有复合周期的热病,指出它们与简单周期的区别,并解释了一种具有特征性寒战性侵袭、重复发作且不以无热期结束的混合热的性质。

§8#1Ἀλλὰ νῦν ἐπὶ τοὺς κατὰ περίοδόν τινα παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον ἐν αὐτοῖς ἄσκοπον ἀφεῖται διαιροῦντες.
但是现在,让我们在讨论中回到那些按某种周期发作的热病,对它们中剩下未曾考察的一切进行划分。
ἑνὸς μὲν δὴ καὶ πρώτου μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν ἅπαντα τὸν ἀπ’ ἀρχῆς ἄχρι δεῦρο περὶ τῶν ἁπλῶν περιόδων.
首先,我要求大家记住,我们从开头直到现在的整个讨论,都是关于简单周期的。
ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς ἐνίοτε στενοῦται, φθανούσης εἰσβάλλειν ἐπισημασίας ἑτέρου παροξυσμοῦ, πρὶν τὴν προτέραν περίοδον ἀκριβῶς πληρωθῆναι, καὶ πολλάκις γε κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν ὁ πυρετὸς ἐκ τοῦ τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος, ἡ δ’ ἐπιπλοκὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ περιόδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ, πρὶν ἀπολυθῆναι τὸν πρότερον.
因为在复合周期中,由于另一个发作的征兆在前一个周期准确结束之前就抢先侵入,极期之后的时期有时会被压缩,而且往往,根据其自身的本性,发热其实是属于间歇热一类(例如三日热),但由于复合的关系,在第一个发作解除之前,第二个发作就已抢先侵入,从而没有给前一个周期留下任何无热的时间。
εἴρηται δέ μοι περὶ τῶν τοιούτων ἐπιπλοκῶν ἐν δύο πραγματείαις, τῇ τε περὶ κρίσεων καὶ τῇ περὶ διαφορᾶς τῶν πυρετῶν, ἔνθα καὶ διώρισται μίξις ἐπιπλοκῆς.
关于此类复合,我在两部著作中已经讨论过,即《论危机》和《论发热的区别》,在那里也对混合与复合进行了区分。
ὁ γοῦν ἡμιτριταῖος ἐκ μίξεώς τε καὶ κράσεως ἐδείχθη γιγνόμενος ἀμφημερινοῦ τε καὶ τριταίου πυρετοῦ.
至少,半三日热已被表明是由日张热和三日热的混合与调和所产生的。
πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμιτριταίῳ τῶν ἁπλῶν εἷς ἐπιπλέκεται πυρετῶν, ἤτοι τριταῖος, ἢ ἀμφημερινὸς, ἀλλ’ οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγματείας, ἀρκεῖ γὰρ ἐνταῦθα τοὺς ἰδίους ἑκάστου τῶν πυρετῶν καιροὺς ἀκριβῶς διαρθρῶσαι·
而且常常,在半三日热本身之上,又会复合一种简单热病,即三日热或日张热;但这种多样性并不属于当前的论著,因为在这里,准确地阐明每种发热特有的时期就足够了。
τὸ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως δύνασθαι διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρξειεν.
因为只有这样,我们才能最容易地辨别它们中复合在一起的部分。
οἱ μὲν οὖν ἀκριβῶς ἁπλοῖ προείρηνται, περὶ δὲ τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ.
因此,关于严格简单的那些已经说过了,接下来我将谈谈混合的那些。
γίνεται τοίνυν ἐνίοτε φρικώδης εἰσβολὴ, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, πλὴν ῥίγους, ἔστι δ’ ὅτε καὶ τούτου τὴν ἔμφασιν· ἡ γάρ τοι σφοδρὰ φρίκη δόξειεν ἂν ἤτοι γε ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν ῥῖγος, ἀλλὰ τό γε ἀκριβὲς ῥῖγος, οἷον ἐν τριταίοις τε καὶ τεταρταίοις πυρετοῖς ἐστιν, ὁ τοιοῦτος μὴ λαμβάνει, καὶ διὰ τοῦτ’ οὖν αὐτὸν ὀνομάζω φρικώδη· καὶ πολύ γε μᾶλλον ὅτι προδείξας τινὰ σημεῖα τοῦ δευτέρου καιροῦ, πάλιν ἀρχὴν ἑτέρας εἰσβολῆς ἐργάζεται φρικώδη, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανάληψιν, ἔνιοι δ’ ἐπαναδίπλωσιν· ἔστιν ὅτε δὲ καὶ δεύτερον ἐργάζεται τοῦτο, καί τισιν ἐνίοτε καὶ τρίτον, εἶτα μόγις ὕστερον ὁμαλῶς ἐξαπλοῦται μέχρι τῆς ἀκμῆς ἀναβαίνων.
有时会发生一种寒战性的侵袭,具有开始时特有的所有特征,唯独没有战栗,但有时也有战栗的表象;因为剧烈的寒冷似乎要么是战栗的开始,要么是微小的战栗,但这类患者并没有经历像在三日热和四日热中所发生的那种严格意义上的战栗,正是因为这个原因,我称它为“寒战性的”;而且更因为在预先显示了第二时期的某些迹象后,它又产生另一个寒战性侵袭的开始,有些人称之为“再发”,有些人则称之为“重叠”;有时它会第二次这样做,对某些人甚至第三次,然后稍后才艰难地平稳展开,上升到极期。
οὗτος ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται.
这种发热绝不会在无热期结束。
ὅ τε γὰρ ἄχρι τῆς ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμπολυς ἥ τε παρακμὴ χωρὶς αἰσθητῆς διαπνοῆς· πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ’ ἱδρῶτος εἰς ἀπυρεξίαν ἰέναι.
因为直到极期的时间对它来说非常长,而且衰退时没有明显的气体蒸散;它确实更谈不上伴随出汗进入无热期。
ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης εἰσβολῆς παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μειοῦται.
因此,正如第一次侵袭的发作经过很长时间才达到极期一样,同样地,从极期开始它也逐渐减少。
καὶ τοίνυν ἐπὶ τῆς ὑστεραίας ἕτερος αὐτοῖς ἐπιγίνεται παροξυσμὸς, φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις ὡσαύτως τῷ πρόσθεν, ἢ εἴποτε κατὰ τὸ σπάνιον σχοίη, μίαν ποιήσαιτο μόνην, ὀλιγοχρόνιόν τε καὶ σμικράν.
因此,在第二天,另一个发作随之而来,同样是寒战性的,但不像前一个那样具有再发,或者即使偶尔罕见地发生,也仅发生一次、持续时间短且微小。
ἀναβαίνει δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ πολλῷ, καὶ παρακμάζει ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνω, καὶ διὰ τοῦτ’ αὐτὸ ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ κατὰ τὴν πρώτην ἐκδέχεται παροξυσμὸς, εἶτ’ αὖθις ὁ κατὰ τὴν τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν δευτέραν, καὶ τοῦτο ἐφεξῆς ἀεί.
而这一发作也同样需要很长时间才能上升到极期,并且同样需要不少时间来衰退,恰恰因为这个原因,在第三天会接续一个与第一天相同的发作,接着在第四天则是与第二天相同的发作,如此依次循环往复。

词汇与语法注释

  1. p.433τὸ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως δύνασθαι διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρξειεν — 虽然两个冠词相连,但第一个 `τὸ` 使整个不定式短语 `τὸ ... δύνασθαι` 名词化并作为句子的主语,而第二个 `τὸ` 修饰分词 `συμπλεκόμενον`。主动词为 `ὑπάρξειεν ἄν`。
  2. p.433δόξειεν ἂν — 带有语气词 `ἄν` 的希求法表示一种潜在可能(潜在希求法),用来表达委婉的推测或主张(“似乎可能”)。
  3. p.433καὶ πολύ γε μᾶλλον ὅτι — 承接前句给出的原因,`ὅτι` 从句引入了将发热称为“寒战性”的第二个原因。在句法上,相当于主句的谓语部分(如“因此我称之为寒战性”)被省略了。
  4. p.434ἀποδεῖ τοῦ — 非人称动词 `ἀποδεῖ`(“远未达到”、“相差甚远”)接名词化的属格不定式短语 `τοῦ ... ἰέναι` 作为其补足语(比较或分离属格)。

引用这一段

盖伦, 论疾病的转折期 §8#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg046.humanitext-grc1:8%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。