§7Αὐτὴ μὲν οὖν ἡ τομὴ τῶν εἰς ἀπυρεξίαν ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων, τεταρταίων, ὡς ἓξ ἐχόντων τὰ μέρη διαφέροντα ἀλλήλων ἰδέαις εὐσήμοις·
因此,这种划分适用于所有在无热期结束的热病——日张热、三日热、四日热,因为它们具有在明显特征上互不相同的六个部分。
ἑτέρα δὲ, τῶν μὴ διαλειπόντων, εἰς πέντε μέρη διαιρουμένων.
而另一种适用于不间歇热病的划分,则被分为五个部分。
εἰσὶ δὲ καὶ οὗτοι πάμπολλοι, τινὲς μὲν ἑκάστης ἡμέρας παροξυνόμενοι, τινὲς δὲ διὰ τρίτης·
这些也非常多,有些每天都有发作,有些则是隔天发作。
οὐ μὴν οἵ γε διὰ τετάρτης πολλάκις, ἀλλ’ ἐν τῷ σπανίῳ, φαίνονται γινόμενοι· τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς ἀπυρεξίαν παύεται.
然而,每四天发作一次的并不经常出现,而是很罕见;因为它们中最大的一类在无热期结束。
διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν μὴ παυομένων, ἀμφημερινῶν, τριταίων, τεταρταίων.
而这些不在无热期结束的热病的特征也是双重的。
ἔνιοι μὲν γὰρ αὐτῶν καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ καὶ τὸ τάχος καὶ τὴν πυκνότητα καὶ τὴν σκληρότητα· τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν ἐπανάγουσι, φυλάττουσι δὲ ταχύτητα οἱ μὲν πλεῖον, οἱ δὲ ἧττον.
因为它们中的一些既失去了脉搏的大小、速度、频度和硬度;而另一些则使其他三个特征恢复到自然状态,同时或多或少地保持着速度。
ἀλλ’ οὐ τοῦ νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι· πρόκειται γὰρ ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου καθ’ ἕκαστον γένος νοσήματος.
但目前不便对那些进行分类;因为目的在于根据每种疾病的类型来列举周期的部分。
εἰρηκότες οὖν ὀλίγον ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας πυρετοὺς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων, πέντε εἶναι λέγοντες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως αὐτοῖς ὑπάρχῃ, μόνον δὲ λείπῃ τὸ τῆς ἀπυρεξίας.
因此,正如我们刚才所说,在间歇热中总共有六个部分,接下来我们依次阐述不间歇热的部分,称它们为五个,当其他情况与它们类似,而唯独缺少无热期这一部分时。
ἡ δ’ ἐν τοῖς ἄλλοις μέρεσιν ὁμοιότης ἔξ ἀνάγκης ἐστὶ, τὸ τῆς εἰσβολῆς τῶν παροξυσμῶν μετὰ συστολῆς γίγνεσθαι, ὀνομάζω δ’ οὕτω τὸ μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται κατὰ τοὺς σφυγμοὺς εἴσω μᾶλλον κινεῖσθαι μετὰ μικρότητος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα τοῦ αἵματος, ᾧ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς ἀνωμαλίας, εἶθ’ ἑξῆς τὸ τῆς ἀναβάσεως, ἀκμῆς τε καὶ παρακμῆς.
在其他部分中的相似性是必然的:即发作的侵袭伴随着“收缩”发生——我用这个名称来称呼伴随冷感的状态,因为在脉搏中,伴随着血液退向内脏,随之而来的是伴有微小的向内运动,对此又必然伴随有不规则,随后依次是上升、极期和衰退。
ἐφ’ ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γίγνεται παροξυσμοῦ, τοὺς τρεῖς καιροὺς εἰς ἕνα μεταπίπτειν ἀναγκαῖόν ἐστι, καὶ γίγνεσθαι τὸ σύμπαν μέχρι τῆς ἀκμῆς ἀνάβασιν.
然而,在那些没有明显收缩而发生发作侵袭的情况下,这三个时期必然合并为一个,且直至极期的整个过程成为“上升”。
ὅπου γὰρ οὐκ ἐγένετο συστολὴ, δῆλον ὡς οὐδ’ ἀνωμαλία.
因为在没有发生收缩的地方,显然也没有不规则。
τὴν δὲ ἀκμὴν οὐδ’ ἄν ποτε εἶδον ἀπολείπουσαν, ἀλλ’ ἀεὶ διαμένουσαν αἰσθητὴν ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον· εἰσβολὴν μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρχῆς συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἦν ἁπάσαις ὀλίγου δεῖν ταῖς ἀρχαῖς ἡ ψύξις συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ ἐπὶ τὰ ἔσω τῶν ἀρτηριῶν κίνησις, ὑπὲρ ἧς εἴρηται μὲν ἐπιπλέον ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορίζειν αὐτήν.
但我从未见过极期缺失的情况,相反,在所有的热病中,极期总是作为明显的均匀状态持续一定的时间;但我曾无数次观察到没有上述开始症状的侵袭,其中最主要的几乎是在所有开始时发作所伴随的冷感,以及动脉向内的运动,关于这一点,在关于脉搏的论著中已有较多叙述,本篇讨论中通过收缩的速度来定义它就已经足够了。
ὅσα δ’ ἄλλα συμπτώματά τε καὶ σημεῖα τῆς ἀρχῆς τῶν παροξυσμῶν ἐστιν ἴδια, προείρηται τὰ μὲν ἐπιγινόμενα τῇ περιψύξει, τὰ δ’ ἄλλα ἄλλως συμβαίνειν· σμικρότης μὲν τῶν σφυγμῶν καὶ ἀραιότης καὶ βραδυτὴς διαστολῆς ἐπὶ τῇ καταψύξει, ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις εἴπομεν.
至于发作开始所特有的所有其他症状和指征,前面已经说过,有些是随着周围的冷却而发生的,有些则是以其他方式发生的;脉搏的微小、稀疏和舒张的迟缓随冷却而来,而战栗则由其他原因引起,这些原因我们在《症状的原因》中已经说明。
ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευθέντας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους ὥρας τοῦ παροξυσμοῦ.
但是,正如我所说,这整类发作完全被忽视了,我们经常制止许多被这些“奇妙的”医生送去洗澡,或被命令进食的病人,仿佛他们已经度过了发作的可疑时间。
συμβαίνει δὲ αὐτοὺς ἀγνοοῦντας ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτηρίας, ἐν τοῖς τοιούτοις σφάλμασι καθίστασθαι.
而他们之所以陷入这样的错误,是因为他们不知道如何准确地切脉。
ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ συστολὴ θάττων γίγνεται· γνωρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν, ἀλλὰ δεῖται μάλιστα τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ ἄλλο τῆς τέχνης, ἀσκήσεως ἱκανῆς, ἣν οὐχ οὐχ οἷόν τε ποιήσασθαι, πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον ἐν τῷ πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν.
因为在所有以这种方式发作的人中,收缩变得更快;但要认识到这一点并非人人皆能,而是这项工作比医学中的任何其他工作都更需要充分的练习,而在未掌握我们在《脉诊》第一卷中所说的技术方法之前,是不可能进行这种练习的。
εἰ μὲν οὖν τις εἴη γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρεῖ τούτῳ τίθεσθαι τοῦτ’ αὐτὸ τὸ μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γεγενημένην ἄνευ τῆς διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ’ ἐφεξῆς τῷδε ἐπανάβασιν, ἄχρι τῆς ἀκμῆς·
因此,如果有人能够认识动脉的收缩,他就可以把他在没有舒张的情况下认识到收缩变快的发作部分,作为周期的开始;并将随之而来的部分作为上升,直至极期。
εἰ δὲ μὴ γνωρίζοι μηδὲ τοῦτο, φαίνοιτο δὲ ἀθλίπτως αὐτῷ παντοίως ἡ εἰσβολὴ γεγενημένη, τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παροξυσμοῦ πᾶν ἐπανάβασιν, ἢ ἐπίδοσιν, ἢ αὔξησιν ὀνομάσει· τέμνων δ’ αὐτὴν εἰς πρῶτα καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἦττον, οὐκ εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν αἰσθητῶν περιψύξεων.
但如果他连这也无法认识,且侵袭在他看来完全是在没有察觉的情况下发生的,他就会将直到极期的发作整个部分称为“上升”、“增益”或“增长”;并根据强弱将其划分为初期、末期和中期,而不是像我之前在感觉到的冷感情况下所说的那样,按不同的类型来划分。
ἐν τοῖς τοιούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται καιροὶ τρεῖς, αὔξησις, ἀκμὴ, μείωσις· οὐδὲν γὰρ χεῖρον οὐδὲ μείωσιν ὀνομάζειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους ἀφαιρεῖταί τι τοῦ πυρετοῦ·
因此,在此类热病中,整个时期将总共有三个:增长、极期和减退;因为将热度的大小有所减少的那个时期称为“减退”也无妨。
ἐν ὅσοις δ’ οὐκ ἔστι περίοδος, οἷον καὶ τοῖς συνόχοις ὀνομαζομένοις, τούτοις τοῖς πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, οὔτε τὰ προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ διαφέροντας χρόνους καὶ τούτοις ἐστὶν, ἑτέροις τρόποις διαγινωσκόμενα παρὰ τοὺς ἐν τοῖς παροξυσμοῖς καιροὺς, οὓς ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλιστα ὅτι σφάλλονται πάντες ἐν αὐτοῖς ἰατροὶ, καίτοιγε Ἱπποκράτους ὀρθότατα διδάξαντος ὑπὲρ αὐτῶν.
然而,在那些没有周期的热病中,例如被称为“稽留热”的那些,这些热病中既完全没有任何发作,也没有上述部分,但整个疾病在不同时期的部分在这些热病中也是存在的,它们是通过与发作中的时期不同的方法来诊断的,对此我将在稍后说明,尤其是因为所有医生在这些问题上都犯了错误,尽管希波克拉底对它们进行了最正确的教导。