§2#2ὅτι καὶ τὸ ποσὸν τῆς δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐτῆς ἐν τῷ σώματι παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχει τὴν διαφορὰν, αὐτό τε τὸ σύμπαν τοῦ ζώου σῶμα πάμπολυ διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ μόγις ἐξίστασθαι τοῦ κατὰ φύσιν.
それは、作用する原因の量も一様ではなく、それによって身体の中に生じた状態も、その度合いにおいて極めて大きな差異があり、また動物の身体全体そのものも、自然本来の状態から容易に、あるいは困難を伴って逸脱する傾向に関して、個体ごとに大いに異なっているからである。
ὡς οὖν οὐκ ἀπορεῖς δια τί πᾶσα κίνησις οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον, ὡς εἰ μὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ μυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις, εἰ μὴ μέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν ἑαυτῇ σῶμα συγκακῶσαι δυνήσεται.
したがって、あらゆる運動が疲労を生じさせないのはなぜか、とあなたが疑問に思わず、むしろ、もし運動が関節や筋肉の自然な性質よりも大きく、かつ強くないならば、それらを決して疲労させることはないだろう、というこれほどまでに明白な事実を受け入れているのと全く同様の方法で、あなたはこの疲労状態自体も、少なからぬ大きさや時間を伴わないならば、身体全体を自分とともに悪化させることはできないだろう、と理解すべきであった。
ἢ κίνησις μὲν ὀλίγη· κόπον οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, μικρὸς δὲ κόπος ἀνάψει πάντως πυρετόν;
それとも、わずかな運動は疲労を生じさせることができないが、小さな疲労は必ず発熱を引き起こすというのだろうか。
ἢ κίνησις μὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει, κόπος δ’ οὐχ ἕξει;
あるいは、運動は何かとの関係において作用する性質を持つが、疲労は持たないというのだろうか。
καὶ μὲν ὅτι γε τὰ μὲν τῶν ἀθλητῶν σώματα πολυχρονίων τε ἅμα καὶ σφοδροτάτων ἀνέχεται κινήσεων ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡμῶν τῶν ἰδιωτῶν, εἰ πλείω βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιμεν, εὐθὺς ἀγανακτεῖ, πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν.
そして、アスリートたちの身体は長時間かつ極めて激しい運動に疲労することなく耐える一方で、われわれ素人の身体は、習慣的なものよりわずかでも多く労作するならすぐに苦痛を訴えるということは、今や最も愚鈍な人々を含め誰もが知っていることである。
οὔκουν θαυμαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν.
したがって、誰かが疲労しても全く発熱しなかったとしても、何ら不思議なことではない。
ἢ γὰρ μικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώματος ἰσχύος ἥττων ἐγένετο, ἢ τὸ μὲν γυμνάσιον, εἰ βραχυχρόνιον εἴη καὶ μὴ σφοδρὸν καὶ τῆς τοῦ γυμναζομένου φύσεως ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’ ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς τοῦ πάσχοντος σώματος ἰσχύος ἀσθενέστερος.
なぜなら、その疲労が小さかったか、あるいは短時間であったか、あるいは身体の力よりも弱かったからである。 あるいは、もし運動が短時間で激しくなく、かつ運動する者の自然な性質よりも弱いならば、決して疲労を生じさせないのに対して、疲労は、たとえわずかで短時間であり、かつその苦痛を受ける身体の力よりも弱くても、発熱を引き起こすというのだろうか。
ἀλλὰ τοῦτό γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνει χωρὶς χρόνου καὶ ῥώμης·
しかし、このことは、あらゆるもののうちで最も作用の強い火においてさえ見ることができる。 すなわち、火は時間と強さがなければ、冷え切った人々を温めはしない。
ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ μεγίστης φλογὸς τὰς χεῖρας διαφέρομεν ἀλύπως·
なぜなら、寒さから戻ったとき、私たちは時に、最も大きな炎の中に全く痛みを感じずに手を通すことがあるからである。
οὔτε μὴν πᾶσαν ὕλην ἑτοίμως ἐξάπτει.
また、すべての燃料を容易に燃え上がらせるわけでもない。
κάλαμοι μὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς ὁμιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε δεῖται μακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ.
乾燥した葦は、最初の接触で直ちに燃え上がるが、湿った生木は、燃え上がるために長い時間と強い炎を必要とする。
πῶς οὖν ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυμάζων ἐπὶ τοῦ κόπου θαυμάζεις, εἰ καὶ μεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώματος ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι;
それでは、火においてはこれらのことを何一つ不思議に思わないのに、疲労においては、それが発熱を引き起こすために大きさ、時間、および身体が発熱に適した状態にあることを必要とするからといって、なぜ不思議に思うのか。
ἄμεινον δ’ ἦν σε μὴ τοῦτο θαυμάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶμα ῥᾳδίως ἐκθερμαίνεσθαι πέφυκε καὶ ποῖον δυσχερῶς.
あなたがこれを不思議に思うのではなく、動物のどのような身体が容易に熱せられる性質を持ち、どのような身体が困難を伴うのかを検討する方が、より良かったのである。
ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἀκούσῃ.
しかし、これについては次に聞くことになるだろう。
ἐν δέ γε τῷ παρόντι μηδὲν εἶναί σοι φαινέσθω θαυμαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ μεγέθους τὸ μέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος ἐπιτηδείου παθεῖν.
しかし現在のところは、いかなる形であれ作用を及ぼそうとするものが、時間と大きさを必要とし、さらに近接するものがその作用を受けるのに適していることを必要とするからといって、何ら不思議なことと思わないようにしなさい。
οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς τούτων καίειν, οὐδὲ τὸ ξίφος τέμνειν, οὐδ’ ἄλλο τι τῶν δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέφυκεν οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου.
なぜなら、火もこれらなしには燃やすことができず、剣も切ることができず、他のいかなる極めて作用の強いものも、自分自身より強いものに対して作用する性質を持たず、また少なからぬ時間なしには作用を及ぼすことができないからである。
τῆς μὲν οὖν λυχνιαίας φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον κατα χέαις, μή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέμνειν οὐκ ἂν οὐδὲ τοὺς λίθους ἐπιχειρίσειας, μὴ ὅτι γε ἀδάμαντα, κόπον δὲ καὶ θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώσεις ἀνάπτειν ἀεὶ, κᾂν μικρὸν, κᾂν ὀλιγοχρόνιον, κᾂν ἀνεπιτήδειον ἔχῃ τὸ σύμπαν σῶμα πρὸς τὸ θερμαίνεσθαι, ἢ οὔ;
それゆえ、ランプの炎の上に油を一気に注ぎかけることはしないだろうし、ましてや水を注ぎかけることはないだろうし、剣で石を切ろうと試みることもないだろうし、ましてや金剛石を切ることはないだろう。 それなのに、疲労や熱、冷却、その他これらに類するものが、たとえわずかで、短時間であっても、また身体全体が熱せられるのに不適な状態にあっても、常に発熱を引き起こすと要求するのだろうか、それともそうではないのか。
τὸ μὲν γὰρ ἤδη θερμὸν ἑτοιμότερον ὑπερθερμανθῆναι, καθάπερ οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως ἔχον ἀνεπιτήδειον.
なぜなら、すでに温かいものはさらに過剰に熱せられやすく、ちょうど冷たいものがさらに過剰に冷やされやすいのと同様であるが、それとは反対の状態にあるものは不適だからである。
οὕτω μὲν οὖν ἀναίσθητός τε καὶ ἀμαθὴς ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία·
それゆえ、このような問いを立てる者たちの疑念は、そのように無感覚で無知なものである。
τοὺς δὲ μηδὲν ἀποφαινομένους ἑτοίμως τε καὶ προπετῶς ὑπὸ μηδενὸς τῶν εἰρημένων μηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας ἐλεεῖσθαι προσῆκεν, ἢ τῆς φιλονεικίας μισεῖσθαι.
一方で、述べられた原因のいずれによっても発熱が起こることは決してないと安易かつ軽率に断言する者たちは、その無感覚のゆえに哀れまれるべきか、あるいはその好戦的態度のゆえに憎まれるべきである。
λέλυται γοῦν καὶ τὰ τούτων σοφίσματα δι’ ἑτέρου γράμματος ὑπὲρ τῶν προκαταρκτικῶν αἰτίων ἰδίᾳ γεγραμμένου.
ともかく、彼らの詭弁も、先行原因について個別に書かれた別の著作によって論破されている。
καὶ νῦν οὐκ ἀντιλέγειν τοῖς ἡμαρτημένοις καιρὸς, ἀλλὰ τἀληθῆ διδάσκειν πρόκειται.
そして今や、誤った人々に反論する時ではなく、真実を教えることが目指されているのである。
πάλιν οὖν ἐπανελθόντες ἐχώμεθα τῶν προκειμένων.
そこで、再び元に戻って、当面の課題に取り組むことにしよう。
ἦν δὲ, οἶμαι, προκείμενον ἑκάστου τῶν ἁπλῶν νοσημάτων εἰπεῖν τὰς προηγουμένας αἰτίας ἄχρι καὶ τῶν προκαταρκτικῶν.
私が思うに、当面の課題とは、単純な疾患の各々について、先行する原因から発端となる原因に至るまでを述べることであった。
οὐδὲν γὰρ χεῖρον τοῖς οὕτω διαστειλαμένοις τὰς προσηγορίας τοῖ σαφοῦς ἕνεκα ἀκολουθῆσαι.
明確にするために、このように呼称を区別した人々に従うことは何ら悪いことではない。
τὰς μὲν δὴ κατ’ αὐτὸ τὸ ζῶον εἴτ’ οὖν διαθέσεις, εἴτε καὶ κινήσεις παρὰ φύσιν, αἰτίας ὀνομάζουσι προηγουμένας νοσημάτων, τὰ δ’ ἔξωθεν προσπίπτοντα καὶ ἀλλοιοῦντα καὶ μεταβάλλοντα μεγάλως τὸ σῶμα προκατάρχοντά τε καὶ προκαταρκτικὰ καλοῦσιν αἴτια.
すなわち、動物自身における状態であれ、自然に反する運動であれ、それらを疾患の先行原因と呼び、外部から作用して身体を大いに変質させ変化させるものを発端原因と呼ぶのである。