§3Περὶ δὲ τοῦ μὴ δι’ ἀρτηριῶν μόνον, ἀλλὰ καὶ διὰ τῶν φλεβῶν καὶ τῶν ἄλλων ἁπάντων ἐπιῤῥεῖν ἐκ τῆς καρδίας τοῖς μορίοις τὴν θερμασίαν, ἐπεὶ διὰ βραχέος εἴρηται πρόσθεν, αὖθις ἡμῖν ἀναληπτέον τε καὶ ἀποδεικτέον, εἰποῦσι πρότερον τὰ φαινόμενα, δι’ ὧν ἄν τις αὐτὸ συλλογίσαιτο.
温かさが、動脈を通じてだけでなく、静脈や他のすべての経路を通じても心臓から諸部位へと流れ込むことについては、すでに以前に手短に語られたので、我々としては、まずそれを推論する手がかりとなる現象を述べた上で、再びそれを取り上げて証明しなければならない。
πολλοὺς οὖν ἤδη πολλάκις μονομάχους μονάρχους τε καὶ στρατιώτας καὶ κυνηγέτας οὕτω τρωθῆναι συνέβη φλέβας καὶ ἀρτηρίας, ὥστε ἀναγκασθῆναι τοὺς ἰατροὺς βρόχῳ διαλαβεῖν αὐτάς.
さて、これまで何度も、多くの剣闘士、君主、兵士、狩人たちが、静脈や動脈をひどく負傷したために、医師たちがそれらを糸で縛らざるを得なくなるということが起こった。
καὶ οὗτοι πάντες οὐ μετὰ πολὺν χρόνον ψυχροτέρων αἰσθάνονται τῶν μορίων, πρωϊαίτερον μὲν, εἰ τὰς φλέβας καὶ τὰς ἀρτηρίας βρόχῳ διαλάβοις, ὀψιαίτερον δὲ, εἰ τὰς ἀρτηρίας μόνον, ἥκιστα δὲ, εἰ μόνας τὰς φλέβας.
そしてこれらすべての人々は、ほどなくして諸部位がより冷たくなっているのを感じるが、静脈と動脈の両方を縛った場合にはより早く、動脈だけを縛った場合にはより遅く、静脈だけを縛った場合には最も冷たさを感じない。
ἐξ ὧν δῆλον, ἥκειν μέν τινα καὶ διὰ τῶν φλεβῶν εἰς τὰ μόρια θερμασίαν, ἀλλ’ ἐλάττονα μακρῷ τῆς διὰ τῶν ἀρτηριῶν.
これらのことから、ある程度の温かさは静脈を通じても諸部位へと届いているものの、動脈を通じるものに比べればはるかに少ないことは明らかである。
εἰ δὲ χωρὶς τραύματος ἐθελήσαις μόριόν τι τοῦ σώματος λαβὼν ἰσχυρῶς καταδῆσαι, παραχρῆμα πελιδνόν τε καὶ ψυχρὸν αὐτὸ γινόμενον θεάσῃ, δῆλον ὡς στερηθὲν τῆς ἄνωθεν ἐπιῤῥεούσης διὰ πάντων τῶν μερῶν αὐτοῦ θερμασίας.
もし、傷つけることなしに身体のどこかの部位を強く縛るなら、それが直ちに土気色になり、冷たくなっていくのを見るだろう。 これは、上からそのすべての部分を通じて流れ込んでくる温かさを奪われたためであることは明らかである。
ὁπότ’ οὖν καὶ τοῦτο δέδεικται, καὶ φαίνεται μηδὲν ἐναντιούμενον τῷ μὴ μίαν εἶναι τὴν χρείαν τῆς ἀναπνοῆς καὶ τῶν σφυγμῶν, ἕτοιμον ἤδη συλλογίσασθαι, φυλακῆς ἕνεκα τῆς καθ’ ἕκαστον μόριον θερμασίας γεγονέναι τοὺς σφυγμούς.
したがって、このことも示され、また呼吸と脈拍の有用性が同一ではないということに何ら矛盾しないように見えるとき、脈拍は各部位における温かさを保護するために生じたのだと推論することは、すでに容易である。
ὥσθ’, ὅπερ ἐκ τῆς ἀναπνοῆς τῇ καρδίᾳ μόνῃ, τοῦτ’ ἐξ ἐκείνων τῷ καθ’ ὅλον τὸ ζῶον ὑπάρχειν θερμῷ, εἶναι δὲ καὶ τὸ τῆς πέψεως τοῦ ψυχικοῦ πνεύματος κοινὸν μὲν ἀμφοῖν, ἀλλ’ ἰδιαίτατον τῶν ἀρτηριῶν, εἴ γε δὴ μεμνήμεθα τῶν ὀλίγον πρόσθεν εἰρημένων περὶ τοῦ δικτυοειδοῦς πλέγματος.
それゆえ、呼吸が心臓に対してのみ果たす役割を、脈拍は動物全体の熱に対して果たすのであり、また動物精気の消化は両者に共通であるものの、もし我々が少し前に語られた網状血管叢についての記述を覚えているならば、動脈に最も固有の性質なのである。
ἐπεὶ τοίνυν ἐν τῷ περὶ χρείας ἀναπνοῆς ἐδείκνυτο διὰ μὲν τῆς εἰσπνοῆς ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, διὰ δὲ τῆς ἀναπνοῆς οἷον καθαιρόμενον, ἐκκρινομένου τοῦ καπνώδους περιττώματος, ἄμφω δὲ ταῦτ’ εἰς τὴν φυλακὴν αὐτοῦ συντελεῖν, δῆλον ὡς κᾀπὶ τῶν σφυγμῶν ἐροῦμεν, ἐν μὲν ταῖς διαστολαῖς ἕλκεσθαί τινα οὐσίαν ἀερώδη, κατὰ δὲ τὰς συστολὰς ἐκκρίνεσθαι τὸ ἐκ τῆς τῶν χυμῶν συγκαύσεως καθ’ ὅλον τὸ ζῶον γινόμενον οἷον καπνῶδες περίττωμα.
それゆえ、かつて『呼吸の有用性について』において、吸気を通じて生まれつきの熱が冷やされ、呼気を通じて煙のような老廃物が排出されることでいわば浄化され、これら両方が熱の保護に貢献していることが示されたのだから、脈拍についても同様に、拡張においては空気のような物質が引き入れられ、収縮においては体液の燃焼によって動物全体に生じる煙のような老廃物が排出される、と我々が言うことは明らかである。