§3#3ἐγὼ τοῦτ’ ἔδειξα μειράκιά πω γεγυμνασμένα ἐν μαθήμασι διδάξας γνωρίζειν ἀληθεῖς λόγους, ἀξιώσας τι προβάλλειν αὐτοῖς σοφισμάτων τοῖς βουλομένοις τῶν παρόντων.
私はこのことを、諸学においてある程度訓練された若者たちに、真実の議論を認識することを教えることによって示した。 私は、同席している者たちのうち望む者に、何かソフィズムを彼ら(若者たち)に提示することを求めたのである。
αὐτὰ γὰρ ἐγνώρισε τὴν ἀτοπίαν αὐτῶν, ἤτοι κατὰ τὸ σχῆμα γεγενημένην, οὐκ ὂν συλλογιστικὸν, ἢ κατὰ τῶν λημμάτων ψευδῆ οὖσαν, ὥστε κᾀκ τούτου φανῆναι σαφῶς τοῖς δοξοσόφοις τούτοις πρεσβύταις, ὅσοι σοφίσματα λύειν ἀδυνατοῦσιν, ὅτι διὰ τὴν ἄγνοιαν τῶν ἀληθῶν λόγων τοῦτο πεπόνθασιν·
なぜなら、彼ら自身が、それらの不条理(おかしな点)を認識したからである。 それは、推論形式(スキーマ)において生じているか(すなわち、推論的になっていない)、あるいは前提(レンマ)において偽りであるかのいずれかであった。 その結果、このことからも、ソフィズムを解決できないこれらうぬぼれた老人たちに対して、彼らが真実の議論を知らないがためにこのような状態に陥っているということが、はっきりと明らかになったのである。
εἶτ’ ἐσχάτης καταγνώσεως ἄξιοί εἰσιν, διὰ προπετῆ συγκατάθεσιν ἐν κακοδαίμονι βίῳ γενόμενοι·
そして、彼らは極めて強い非難に値する。 軽率な同意のせいで、不幸な人生に陥ってしまっているからである。
ἡ γὰρ περὶ τέλους δόξα ψευδὴς ὡμολόγηται πᾶσι πρὸς κακοδαιμονίαν ἄγειν·
なぜなら、目的(終極)に関する偽りの思い込みは、すべての人に、不幸へと導くものであると同意されているからである。
οὗτοι δὲ ἀγύμναστοί τινές εἰσι περὶ διαγνώσεως ἀληθῶν τε καὶ ψευδῶν λόγων, ἐνίοτε πιστευόμενοί τινος νοεῖν ἀλήθειαν δόξης, ἀγνοοῦσι μὲν, ὅτι λόγον ἐνδεχόμενον εἰρήκασιν, ὡς φαινομένων ἐναργῶς ὧν δοξάζουσι, κελεύουσι δ’ ἡμᾶς ἕπεσθαί τε καὶ πείθεσθαι χωρὶς ἀποδείξεως, πολλάκις δὲ μόνης ἐνδείξεως δεομένου τοῦ λόγου, δι’ ἀποδείξεως ἐπιχειροῦσιν αὐτὸν πιστοῦσθαι.
しかし、これらの人々は、真実の議論と偽りの議論の識別について訓練されておらず、時には何らかの教説の真理を理解していると信じられているが、自分たちが信じている事柄が明白に見えるために、単に可能性のある議論を語ったにすぎないということを知らない。 そして彼らは我々に、証明なしに従い、信じることを要求するが、しばしば、議論が直接的な提示(指示)のみを必要としている場合に、証明を用いてそれを立証しようと試みる。
τινὲς δὲ ἀγνοοῦντες, ὅπῃ διαφέρει τὸ τῆς ἐνδείξεως δεόμενον, ἢ ὡς πρῶτόν τε καὶ ἐξ αὐτοῦ πιστὸν, ὅμως ἐπιχειροῦσιν ἀποφαίνεσθαι περὶ πραγμάτων ἀκριβοῦς ἐπισκέψεως δεομένων.
また、ある人々は、直接的な提示を必要とするものが、根源的でありそれ自体で信頼できるものとどのように異なるかを知らないまま、それにもかかわらず、正確な検討を必要とする事柄について言明しようと試みる。
καὶ ταῦτα πεπόνθασι πολλοὶ τῶν ἤδη γεγηρακότων ἐν φιλοσοφίᾳ.
そして、すでに哲学において老境に達した多くの人々が、このような状態に陥っている。
τί οὖν, ὦ πρὸς θεῶν, ἢ τῶν τοιούτων ἀμάθειάν τε καὶ δοξοσοφίαν δοκεῖ σοι δύνασθαι θεραπευθῆναι ῥᾳδίως;
それゆえ、神々の名にかけて問うが、そのような人々の無知やうぬぼれが、容易に治療されうると君には思われるだろうか。
ἢ ὅστις μὲν σκιῤῥώδης ἐτῶν ἤδη τριῶν ἢ τεττάρων ἄλυπον ἔχει τὸν σκίῤῥον;
あるいは、すでに三、四年も持続して痛みのないしこりを持っているような、しこりのある者は[容易に治るだろうか]。
ἤ τε τῶν τοιούτων γερόντων ψυχὴ τὸν τῆς ἀμαθείας τε καὶ δοξοσοφίας σκίῤῥον ἐτῶν τριάκοντα ἔχουσα δύναται λυθῆναι;
それとも、そのような老人たちの魂が、無知とうぬぼれのしこりを三十年間も抱えているのに、それが解消されうるだろうか。
θὲς, εἰ βούλει, καὶ δύνασθαι, καὶ σκέψαι, πότερον ἡμερῶν, ἢ μηνῶν, ἢ ἐτῶν τοῦ τοιούτου σκίῤῥου θεραπεία δεῖται.
仮に、望むなら、それが可能であると仮定してみよう。 そして、そのようなしこりの治療に、数日、数ヶ月、あるいは数年のどれが必要であるかを考えてみるがよい。
μὴ τοίνυν θαύμαζε, διὰ τί πολλοῖς τῶν φιλοσοφεῖν ἐπαγγελλομένων οὐδ’ ὅλως ἀξιῶ διαλέγεσθαι·
したがって、哲学することを自称する多くの人々と、私が全く議論しようとしない理由を、不思議に思ってはならない。
ἀμείνους γὰρ αὐτῶν οἶδα πάντας ἰδιώτας τε καὶ συνετοὺς φύσει, καὶ πεπαιδευμένους τὴν παρ’ Ἕλλησιν ἐξ ἀρχῆς εὐδοκιμοῦσαν παιδείαν.
なぜなら、私は彼らよりも、あらゆる一般人で、かつ生まれつき聡明であり、ギリシア人の間で最初から定評のある教養を身につけている人々の方が優れていることを知っているからである。
οὗτοι μὲν καὶ γνωρίζουσι ῥᾳδίως, ὅσα τ’ ἐναργῶς ἀκολουθεῖ.
このような人々は、明白に伴う(論理的に帰結する)事柄をも、容易に認識するのである。
τῶν δ’ ὡς ἐριζομένων ὄντων, ἢ προσποιουμένων μὲν μὴ γνωρίζειν, ὅσα τοῖς δόγμασιν αὐτῶν ἐναντιοῦται, πολλάκις ἐπειράθην.
他方で、議論を好む者たち、あるいは、自分たちの教説に反する事柄を認識していないふりをする者たちのことは、私はしばしば経験してきた。
περὶ μὲν γοῦν τῶν ἑπομένων ἑκάστῳ τέλει μυριάκις ἤδη λόγων ἡμῖν γεγονότων πρὸς πολλοὺς τῶν φιλοσόφων, οἱ μὲν ἄλλοι πάντες διὰ τὸ πεπαιδεῦσθαι τὴν πρώτην παιδείαν ὀξεῖς εἰσι τὴν διάνοιαν, αὐτοί τε τοὺς ἀκολούθους βίους τοῖς αὑτῶν δόγμασιν ἔλεγον, τὸν ἡμῶν λόγον γνωρίζοντες·
少なくとも、それぞれの目的に伴う生き方について、我々と多くの哲学者たちとの間で、すでに無数の議論が行われてきたが、他のすべての人々は初期の教養を修めているために理解が鋭敏であり、我々の議論を理解して、自分たちの教説に合致する生活について自ら語っていた。
οἱ δ’ ἄλλοι, ὡς εἴρηται, γεγηρακότες ἐν δοξοσοφίᾳ, μόνοι τἀναντία λέγοντες, εἶτα καταγελώμενοι πρὸς ἁπάντων τῶν παρόντων εἰς λοιδορίαν αὐτῶν ἐτρέποντο.
しかし、他の者たち、すなわち言及されたように、うぬぼれの中で老いた者たちは、ただ彼らだけが反対のことを語り、その結果、同席するすべての人々から嘲笑されて、彼らに対する罵倒へと走ったのである。
ἀλλὰ τὰ μὲν ἐξηγημένα πολλάκις ἡμῖν ἅμα πολλοῖς ἀνδράσι περὶ τῶν ἀκολούθων ἑκάστῳ τέλει βίων ἐν ἑτέροις ὑπομνήμασιν ἔχεις·
しかし、それぞれの目的に伴う生き方について、我々が多くの人々とともにしばしば解説した事柄は、君は他の著作の中に持っている。
καὶ δῆλον ὅτι πολλὰ παραδείγματα τῶν ἁμαρτημάτων, ὧν ἁμαρτάνουσιν ἐν αὐτοῖς, γέγραπται.
そして、彼らがそれらにおいて犯す過ちの多くの例がそこに書かれていることは明らかである。
πάντα γὰρ, ὅσα καθ’ ὅλον τὸν βίον ἐναντίως ἀλλήλοις πράττουσιν, ὅσα τε καὶ λέγουσιν οἱ ἀπὸ τῶν διαφόρων αἱρέσεων ἀναγόμενοι, κατάκρισις ψευδὴς γίγνεται, καὶ πρόδηλόν γ’ ἐστὶν, ὡς κακῶς τε γίγνεται πάντα, καὶ ἁμαρτημάτων ἐστὶ τὰ κατὰ πᾶσαν αἵρεσιν πλημμελήματα, τῆς ἀληθοῦς εὑρηκυίας οὐ μόνον τὸ τέλος, ἀλλὰ καὶ τὸν ἀκόλουθον αὐτῷ βίον, ἔνθα καὶ σαφῶς, ὅπῃ διαφέρει πάθος ἁμαρτήματος, ἔνεστί σοι μαθεῖν.
なぜなら、様々な学派に属する人々が、生涯を通じて互いに相反するように行い、また語るすべての事柄は、偽りの不利益な判定となり、すべてが誤って行われており、あらゆる学派における過失が過ち(誤謬)に属することは、極めて明白であるからだ。 真なる哲学が、目的のみならず、それに伴う生き方をも発見しているのに対して。 そこ(その書物)において、情念が過ちとどのように異なるかを、君がはっきりと学ぶこともできる。
ὁ μὲν γὰρ εὐεργετεῖν, εἰ οὕτως ἔτυχε, τοὺς ἀνθρώπους δόγμα θέμενος, ὡς ἀληθὲς, ἢ τέλειον εὐεργετῆσαί τινας, ἐκλείπων τὴν βοήθειαν, ἢ δι’ ὕπνον, ἢ ἀργίαν, ἢ φιληδονίαν, ἤ τι τοιοῦτον κατὰ πάθος ἐσφάλη·
というのも、例えば、人々を援助することが正しい(真実である)という教義を立てた、あるいは特定の人々を完全に援助することを決めた者が、眠気や怠惰、快楽への愛好、あるいはそのような何らかの情念のために援助を怠る場合、その者は情念によってつまずいたのである。
κεκρικὼς δέ τις ἑαυτῷ μόνῳ τὰς ἡδονὰς ἢ τὴν ἀοχλησίαν ἐκπορίζειν, ἀποσχόμενος δὲ διὰ τοῦτο πολίταις ἢ οἰκείοις ἀδικουμένοις βοηθῆσαι, διὰ μοχθηρὰν δόξαν, οὐ διὰ πάθος ἥμαρτε.
しかし、自分自身のためだけに快楽や平穏を調達することを決意し、それゆえに不正な目に遭っている市民や親族を援助することを控える者は、不道徳な思い込みのために誤ったのであり、情念のためにではない。