§7Πρὸς ταῦτ’ οὖν οὐδὲν ἔχοντες λέγειν, ὥσπερ ἐπί τινα βωμὸν ἐλέους καταφεύγουσι τὴν Πυῤῥωνείαν ἀγροικίαν, οὐκ ὀρθῶς ἔχειν φάσκοντες, ὑποβάλλεσθαι διαλεκτικαῖς περιεργίαις ἰατρικὴν θεωρίαν.
それゆえ彼らは、これらに対して何も言うべきことがないので、あたかも哀みの祭壇に逃れるかのように、ピュロン的な粗野さへと逃避し、医学の理論を弁証論的な無駄な詮索に委ねることは正しくないと主張する。
εἶθ’ ἡμῶν ἐρωτώντων αὖθις αὐτοὺς, εἰ τοῖς ὁμολογουμένοις λήμμασιν ἐπιφέρειν ὁτιοῦν ἔξεστιν, ἢ μέθοδός τίς ἐστι καὶ τέχνη ἡ διδάσκουσα, τίνων ὁμολογηθέντων τί περαίνεται, πρὸς μὲν ταῦτα οὐδὲν ἀποκρίνονται, μάχης δ’ ὑπαρχούσης, τί γὰρ δὴ καὶ ἔχουσιν ἀποκρίνασθαι;
そこで我々が再び彼らに、合意された前提から何であれ結論を引き出すことが許されるのか、それとも、いかなる前提が合意されたときに何が結論づけられるかを教える何らかの方法や技術が存在するのかと尋ねると、彼らはこれらに対して何も答えない。 というのも論争があるなかで、彼らには一体何が答えられようか。
νοῦν ἔχειν ἐναργῶς οὐκ ἔστιν οὐδεμία μέθοδος, ἀλλ’ ἔξεστιν ἁπλῶς ἐπιφέρειν ὁτιοῦν τοῖς δοθεῖσι λήμμασιν, ὡς ἔστι μὲν, οὐ χρηστέον δ’ αὐτῷ πρὸς τὰς ἀποδείξεις.
理にかなった方法は明白にいかなるものも存在せず、与えられた前提から単に何であれ結論を引き出すことが許されるとするか、あるいは、方法は存在するが証明のためにそれを用いるべきではないとするかである。
ἀλλ’ ἀμφότερα δεινῶς ἄτοπα.
しかし、どちらもひどく不条理である。
τὸ μὲν γὰρ πρότερον εἰ φαῖεν, ὥσπερ οὖν ἤδη τις ἀναισχυντήσας ἀπετόλμησεν εἰπεῖν, ἑξῆς γε ἀκούσονται παρ’ ἡμῶν τοιούτους λόγους, οἵουσπερ κᾀκεῖνος ἤκουσεν.
もし彼らが前者のことを言うならば(実際、すでに誰かが恥知らずにもあえてそう言ったのであるが)、彼らは次に我々から、まさにその者が聞いたような次のような議論を聞くことになるだろう。
αἱ ἀρτηρίαι διχίτωνές εἰσιν, ἀλλὰ καὶ τὸ αἷμα ξανθόν ἐστιν, οὐκ ἄρα πνεῦμα μόνον, ἀλλὰ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι.
「動脈は二重の膜を持つ。 しかしまた、血液は黄色い。 したがって、動脈はプネウマだけでなく血液も含んでいる。
καὶ γελασάντων γε αὐτῶν, συνείροντες ἡμεῖς ἕτερον ἐπηνέγκαμεν λόγον τοιοῦτον·
」そして彼らが笑うと、我々は続けて次のような別の議論を提出した。
οἱ κόρακες μέλανές εἰσιν, ἀλλὰ καὶ οἱ κύκνοι λευκοί·
「カラスは黒い。 しかしまた、白鳥は白い。
οὐκ ἄρα πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεται.
したがって、動脈の中にプネウマだけが含まれているわけではない。
καὶ πάλιν γελῶντες τρίτον γε τοιοῦτον·
」...そして彼らが再び笑うと、第三にこのような議論を提出した。
τὸ πῦρ θερμόν ἐστιν, ἀλλὰ καὶ ἡ χιὼν ψυχρὰ, καὶ σὺ μωρός·
「火は熱い。 しかしまた、雪は冷たく、そしてお前は馬鹿だ。
οὐκ ἄρα ἐνδέχεται πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι.
したがって、動脈の中にプネウマだけが含まれることはあり得ない。
ἂν γὰρ ὅλον ἐξῇ τοῖς δοθεῖσι λήμμασιν ὁτιοῦν ἐπιφέρειν, καὶ μηδεμία μέθοδος ᾖ τῆς τοῦ συμπεράσματος εὑρέσεως, τί κωλύει τοιούτους ἐρωτᾶσθαι λόγους;
」なぜなら、もし与えられた前提から何であれ結論を引き出すことが全面的に許され、結論を見出すためのいかなる方法もないならば、このような議論が尋ねられるのを何が妨げるだろうか。
ἐὰν δ’ ᾖ τις τέχνη καὶ μέθοδος, αἷσπερ ὁτιοῦν διαγινώσκεται, τίνων ὁμολογηθέντων τί περαίνεται, πότερον ὁ μὴ γιγνώσκων αὐτὴν, ἢ ὁ γινώσκων μὲν, μὴ χρώμενος δὲ δοκεῖ σοι σωφρονεῖν μᾶλλον, ἢ ὅστις γινώσκει καὶ κέχρηται;
しかし、もしどのような前提が合意されたときに何が結論づけられるかを判別する何らかの技術や方法が存在するならば、それを知らない者や、あるいは知っていながら用いない者が、それを知っておりかつ用いている者よりも思慮深いとあなたには思われるだろうか。
θαυμάζω δ’ ὑμῶν, ὦ Ἐρασιστράτειοι, πῶς ὑμνοῦντες ἑκάστοτε τὸν Ἐρασίστρατον τά τ’ ἄλλα καὶ ὡς Θεοφράστῳ συνεγένετο, φεύγειν τολμᾶτε τὰς λογικὰς μεθόδους, ὧν χωρὶς οὔτε Θεόφραστος οὔτε Ἀριστοτέλης ἐνεχείρουν τι γράφειν.
エラシストラトスの徒よ、私はあなた方に驚く。 あなた方がいつもエラシストラトスについて、他の様々なこととともに彼がテオフラストスに師事したということを称賛していながら、論理学の方法をあえて避けようとすることに。 それなしにはテオフラストスもアリストテレスも何も書こうとはしなかったのである。
ταῦτά τινες αὐτῶν μόγις αἰδεσθέντες, ὥσπερ ἐξ ὕπνου βαθέος ἐγερθέντες, οὐκ ἔτ’ ἀγροίκως τε καὶ ἀγρίως, ἀλλ’ ἤδη λογικῶς τε καὶ ἀνθρωπίνως ἐπιγραφέντες ἐπεχείρουν διαλέγεσθαι, καὶ τί, φασὶν, πλέον ἂν περαίνοιτο πρὸς τοῦ λόγου τοῦ, οὐχὶ καὶ αἷμα ἔχουσιν αἱ ἀρτηρίαι καὶ παρὰ καρδίας πληροῦνται πνεύματος, καὶ ἡμεῖς ἤδη μὲν ἔφαμεν αὐτὸ τοῦτο κακῶς ὑμᾶς ἐπιφέρειν·
彼らのうちのある者たちは、これらを辛うじて恥ずかしく思い、深い眠りから目覚めたかのようになり、もはや粗野で野蛮にではなく、今や論理的かつ人間的に自らを特徴づけて議論しようと試みた。 接着、彼らは言う。 「『動脈は血液を含んでおらず、かつ心臓からプネウマで満たされるわけではない』という議論から、これ以上何が結論されようか」と。 そこで我々はすでに、まさにあなた方はこの結論を誤って引き出しているのだと言った。
οὐκ ἄρα αἱ ἀρτηρίαι αἷμα περιέχουσιν.
すなわち、「したがって動脈は血液を含んでいない」という[結論を]。
μὴ γὰρ τοῦτ’ εἶναι τὸ περαινόμενον, ἀλλὰ τὸ μὴ δύνασθαι συνδραμεῖν εἰς ταὐτὸ, αἷμά τε περιέχεσθαι ταύτας, καὶ παρὰ καρδίας πληροῦσθαι πνεύματος.
なぜなら、結論づけられるのはこれではなく、それらが血液を含んでいるということと、心臓からプネウマで満たされているということとが、同一のものに同時に起こり得ない(両立し得ない)ということだからである。
ἐφεξῆς δέ τοι πάλιν ἐκ τούτου ποτὲ καὶ τὸ περιέχειν αὐτὰς αἷμα συνάγομεν.
そして実に、次に我々はこれからいつか、それらが血液を含んでいるということも推論する。
ἔσται γὰρ ὁ λόγος τοιοῦτος.
なぜなら、議論は次のようになるからである。
εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, οὐ παρὰ καρδίας πληροῦνται πνεύματος·
「もし動脈が血液を含んでいるなら、心臓からプネウマで満たされることはない。
ἀλλὰ μὴν αἷμα περιέχουσιν αἱ ἀρτηρίαι·
しかるに、動脈は血液を含んでいる。
οὐκ ἄρα παρὰ καρδίας πληροῦνται πνεύματος.
したがって、心臓からプネウマで満たされることはない。
ἐφ’ ᾧ πάλιν εἰ βουληθείημεν, τῶν ἔμπροσθεν ἀναμνήσαντες, αὖθις ἐρωτήσομεν ᾧδε·
」その上で再び、もし我々が望むなら、先の事柄を思い出させながら、次のように再び尋ねるだろう。
εἰ αἱ ἀρτηρίαι πλήρεις αἵματος ὑπάρχουσιν, καὶ αὗται σφύζουσι τεταγμένως, καὶ ταῖς ἀπ’ αὐτῶν πεφυκυίαις οὐ κωλύουσιν ὡσαύτως κινεῖσθαι, ἢ διὰ τὸ πληροῦσθαι παρὰ τῆς καρδίας πνεύματος σφύζουσιν, ἢ δι’ ἄλλην αἰτίαν·
「もし動脈が血液で満ちており、かつそれらが規則的に脈動しており、かつそれらから生じているものが同様に動くのを妨げないなら、それらは心臓からプネウマで満たされることによって脈動しているのか、それとも他の原因によるのか。
ἀλλὰ μὴν οὐ τὸ πρῶτον·
しかし、前者ではない。
ἄρα τὸ δεύτερον.
したがって後者である。
ἐφεξῆς δ’ αὖθις ἐρωτήσομεν ᾡδί·
」次に我々は再び次のように尋ねるだろう。
ἢ διὰ τὸ πληροῦσθαι τοῦ παρὰ καρδίας πνεύματος αἱ ἀρτηρίαι διαστέλλονται, ἢ ὅτι διαστέλλονται, πληροῦνται·
「動脈は、心臓からのプネウマで満たされることによって拡張するのか、それとも、拡張するからこそ満たされるのか。
ἀλλὰ μὴν οὐ τὸ πρῶτον·
しかし、前者ではない。
ἄρα τὸ δεύτερον, τῷ εἶναί τινα δύναμιν ἐν τοῖς χιτῶσιν αὐτῶν, ὑφ’ ἧς διαστέλλονται, πᾶν ἕλκεται τὸ συνεχὲς ἐκ παντὸς μέρους αὐτῶν, ὅθεν ἂν ἐγχωρῇ.
したがって後者である。 すなわち、それらの膜の中にそれによって拡張させる何らかの力が存在することによって、連続するすべてのものが、可能なあらゆる部分から、隙間があるところから引き込まれるのである。
νοήσαις δ’ ἂν ἔτι μᾶλλον ἐπὶ παραδειγμάτων τὴν διαφορὰν πληρουμένου διαστέλλεσθαι, καὶ διαστελλομένου πληροῦσθαι.
」そしてあなたは、満たされることで拡張することと、拡張することで満たされることの違いを、例によってさらによく理解できるだろう。
οἱ μὲν γὰρ ἀσκοὶ καὶ οἱ θύλακοι πληρούμενοι διαστέλλονται· αἱ φύσαι δὲ τῶν χαλκέων διαστελλόμεναι πληροῦνται.
なぜなら、革袋や袋は満たされることで拡張するが、鍛冶屋のふいごは拡張することで満たされるからである。
τὰς τοίνυν ἀρτηρίας ὅτι μὲν ἢ κατὰ τὸν πρότερον ἢ κατὰ τὸν δεύτερον τρόπον ἀναγκαῖον πληροῦσθαι, παντὶ δῆλον.
したがって、動脈が前者の方法か後者の方法のいずれかによって満たされることが必然であることは、誰にとっても明らかである。
ὅπως δ’ ἔχει τἀληθὲς, ἐπιδέδεικται ἡμῖν καὶ δι’ ἄλλων ὑπομνημάτων αὐτάρκως, ἀτὰρ οὐχ ἥκιστα καὶ νῦν πέφανται τὸ διαστελλομένας αὐτὰς ἕλκειν ἐκ παντὸς τοῦ πλησιάζοντος διὰ τῶν περάτων τε καὶ τρημάτων ὅ τι περ ἂν ἑτοιμότατα δύνηται πληρῶσαι τὴν διαστολὴν αὐτῶν.
しかし、真相がどうであるかは、我々によって他の著作でも十分に示されているが、とりわけ今や、それらが拡張することによって、末端や孔を通じて、その拡張を最も容易に満たし得る、近接するすべてのものを引き寄せるということが明らかになった。
ἢ γὰρ τοῦτο πάντως, ἢ θάτερον· ἐδείχθη δὲ ψεῦδος ἐκεῖνο· δῆλον ὡς τοῦτ’ ἀληθές.
なぜなら、絶対にこれであるか、あるいはもう一方であるかのどちらかであり、あちらが偽であることは示されたのだから、これが真であることは明らかである。