§7Πρὸς ταῦτ’ οὖν οὐδὲν ἔχοντες λέγειν, ὥσπερ ἐπί τινα βωμὸν ἐλέους καταφεύγουσι τὴν Πυῤῥωνείαν ἀγροικίαν, οὐκ ὀρθῶς ἔχειν φάσκοντες, ὑποβάλλεσθαι διαλεκτικαῖς περιεργίαις ἰατρικὴν θεωρίαν.
因此,由于对这些无可反驳,他们便仿佛逃往某种宽恕的祭坛一般,躲进皮浪式的粗野无知之中,声称将医学理论置于辩证法的琐碎探究之下是不正确的。
εἶθ’ ἡμῶν ἐρωτώντων αὖθις αὐτοὺς, εἰ τοῖς ὁμολογουμένοις λήμμασιν ἐπιφέρειν ὁτιοῦν ἔξεστιν, ἢ μέθοδός τίς ἐστι καὶ τέχνη ἡ διδάσκουσα, τίνων ὁμολογηθέντων τί περαίνεται, πρὸς μὲν ταῦτα οὐδὲν ἀποκρίνονται, μάχης δ’ ὑπαρχούσης, τί γὰρ δὴ καὶ ἔχουσιν ἀποκρίνασθαι;
接着,当我们再次询问他们,是否允许从已同意的前提中推导任何结论,或者是否存在某种方法和技术来教授在同意了某些前提后会得出什么结论,他们对此不作任何回答;但是由于存在矛盾——因为他们究竟能回答什么呢?
νοῦν ἔχειν ἐναργῶς οὐκ ἔστιν οὐδεμία μέθοδος, ἀλλ’ ἔξεστιν ἁπλῶς ἐπιφέρειν ὁτιοῦν τοῖς δοθεῖσι λήμμασιν, ὡς ἔστι μὲν, οὐ χρηστέον δ’ αὐτῷ πρὸς τὰς ἀποδείξεις.
显然,他们要么说没有任何能让人明理的方法,而只是允许从给定的前提中简单地推导出任何结论,要么说方法确实存在,但不应将其用于证明。
ἀλλ’ ἀμφότερα δεινῶς ἄτοπα.
然而,这两种说法都极其荒谬。
τὸ μὲν γὰρ πρότερον εἰ φαῖεν, ὥσπερ οὖν ἤδη τις ἀναισχυντήσας ἀπετόλμησεν εἰπεῖν, ἑξῆς γε ἀκούσονται παρ’ ἡμῶν τοιούτους λόγους, οἵουσπερ κᾀκεῖνος ἤκουσεν. αἱ ἀρτηρίαι διχίτωνές εἰσιν, ἀλλὰ καὶ τὸ αἷμα ξανθόν ἐστιν, οὐκ ἄρα πνεῦμα μόνον, ἀλλὰ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι.
因为如果他们说前者,就像已经有人无耻地敢于说的那样,他们接下来就会从我们这里听到像那个人所听到的那样的论证:“动脉是双层皮膜的,但血液又是黄色的;因此,动脉不仅含有精气,还含有血液。
καὶ γελασάντων γε αὐτῶν, συνείροντες ἡμεῖς ἕτερον ἐπηνέγκαμεν λόγον τοιοῦτον· οἱ κόρακες μέλανές εἰσιν, ἀλλὰ καὶ οἱ κύκνοι λευκοί· οὐκ ἄρα πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεται.
”当他们嘲笑时,我们便接连提出了另一个这样的论证:“乌鸦是黑色的,但天鹅又是白色的;因此,动脉中含有的不只是精气。
καὶ πάλιν γελῶντες τρίτον γε τοιοῦτον· τὸ πῦρ θερμόν ἐστιν, ἀλλὰ καὶ ἡ χιὼν ψυχρὰ, καὶ σὺ μωρός· οὐκ ἄρα ἐνδέχεται πνεῦμα μόνον ἐν ταῖς ἀρτηρίαις περιέχεσθαι.
”当他们再次嘲笑时,我们又提出了第三个这样的论证:“火是热的,但雪又是寒冷的,而且你是个傻子;因此,动脉中不可能只含有精气。
ἂν γὰρ ὅλον ἐξῇ τοῖς δοθεῖσι λήμμασιν ὁτιοῦν ἐπιφέρειν, καὶ μηδεμία μέθοδος ᾖ τῆς τοῦ συμπεράσματος εὑρέσεως, τί κωλύει τοιούτους ἐρωτᾶσθαι λόγους;
”因为,如果允许从给定的前提中完全推导出任何结论,并且没有任何寻找结论的方法,那么有什么能阻止提出这样的论证呢?
ἐὰν δ’ ᾖ τις τέχνη καὶ μέθοδος, αἷσπερ ὁτιοῦν διαγινώσκεται, τίνων ὁμολογηθέντων τί περαίνεται, πότερον ὁ μὴ γιγνώσκων αὐτὴν, ἢ ὁ γινώσκων μὲν, μὴ χρώμενος δὲ δοκεῖ σοι σωφρονεῖν μᾶλλον, ἢ ὅστις γινώσκει καὶ κέχρηται;
但如果存在某种技术和方法,能够辨别同意了哪些前提会得出什么结论,那么在你看来,是一个不了解它的人,或者一个虽然了解却不使用它的人,会比一个既了解又使用它的人更明智吗?
θαυμάζω δ’ ὑμῶν, ὦ Ἐρασιστράτειοι, πῶς ὑμνοῦντες ἑκάστοτε τὸν Ἐρασίστρατον τά τ’ ἄλλα καὶ ὡς Θεοφράστῳ συνεγένετο, φεύγειν τολμᾶτε τὰς λογικὰς μεθόδους, ὧν χωρὶς οὔτε Θεόφραστος οὔτε Ἀριστοτέλης ἐνεχείρουν τι γράφειν.
埃拉西斯特拉托斯派啊,我真对你们感到惊讶,你们每次都颂扬埃拉西斯特拉托斯,尤其是颂扬他曾跟随塞奥弗拉斯特学习,却竟然敢逃避逻辑学的方法,而没有这些方法,塞奥弗拉斯特和亚里士多德都绝不会尝试写下任何东西。
ταῦτά τινες αὐτῶν μόγις αἰδεσθέντες, ὥσπερ ἐξ ὕπνου βαθέος ἐγερθέντες, οὐκ ἔτ’ ἀγροίκως τε καὶ ἀγρίως, ἀλλ’ ἤδη λογικῶς τε καὶ ἀνθρωπίνως ἐπιγραφέντες ἐπεχείρουν διαλέγεσθαι, καὶ τί, φασὶν, πλέον ἂν περαίνοιτο πρὸς τοῦ λόγου τοῦ, οὐχὶ καὶ αἷμα ἔχουσιν αἱ ἀρτηρίαι καὶ παρὰ καρδίας πληροῦνται πνεύματος, καὶ ἡμεῖς ἤδη μὲν ἔφαμεν αὐτὸ τοῦτο κακῶς ὑμᾶς ἐπιφέρειν·
他们中的一些人勉强感到羞愧,仿佛从沉睡中醒来,不再粗鲁野蛮,而是开始以合乎逻辑和人道的方式自居并尝试进行讨论,他们说:“通过这个论证还能得出什么更多的结论呢:‘难道动脉不同时含有血液且从心脏充满精气吗?
οὐκ ἄρα αἱ ἀρτηρίαι αἷμα περιέχουσιν.
’”而我们已经说过,你们错误地推导出了这个结论:“因此,动脉不含有血液。
μὴ γὰρ τοῦτ’ εἶναι τὸ περαινόμενον, ἀλλὰ τὸ μὴ δύνασθαι συνδραμεῖν εἰς ταὐτὸ, αἷμά τε περιέχεσθαι ταύτας, καὶ παρὰ καρδίας πληροῦσθαι πνεύματος.
”因为得出的结论并不是这个,而是这两者不能同时并存,即它们既含有血液,又从心脏充满精气。
ἐφεξῆς δέ τοι πάλιν ἐκ τούτου ποτὲ καὶ τὸ περιέχειν αὐτὰς αἷμα συνάγομεν. ἔσται γὰρ ὁ λόγος τοιοῦτος.
接下来,我们确实也将从此推论出它们含有血液。
εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, οὐ παρὰ καρδίας πληροῦνται πνεύματος· ἀλλὰ μὴν αἷμα περιέχουσιν αἱ ἀρτηρίαι· οὐκ ἄρα παρὰ καρδίας πληροῦνται πνεύματος.
因为论证将是这样的:“如果动脉含有血液,它们就不能从心脏充满精气;然而,动脉确实含有血液;因此,它们不从心脏充满精气。
ἐφ’ ᾧ πάλιν εἰ βουληθείημεν, τῶν ἔμπροσθεν ἀναμνήσαντες, αὖθις ἐρωτήσομεν ᾧδε· εἰ αἱ ἀρτηρίαι πλήρεις αἵματος ὑπάρχουσιν, καὶ αὗται σφύζουσι τεταγμένως, καὶ ταῖς ἀπ’ αὐτῶν πεφυκυίαις οὐ κωλύουσιν ὡσαύτως κινεῖσθαι, ἢ διὰ τὸ πληροῦσθαι παρὰ τῆς καρδίας πνεύματος σφύζουσιν, ἢ δι’ ἄλλην αἰτίαν·
”在此之上,如果我们愿意,在让他们回想起之前的事情后,我们将再次这样询问:“如果动脉充满了血液,并且它们有规律地跳动,并且不阻碍源自它们的部位以同样的方式运动,那么它们跳动是因为从心脏充满了精气,还是因为其他原因?
ἀλλὰ μὴν οὐ τὸ πρῶτον· ἄρα τὸ δεύτερον.
然而,绝非第一种原因;因此是第二种原因。
ἐφεξῆς δ’ αὖθις ἐρωτήσομεν ᾡδί· ἢ διὰ τὸ πληροῦσθαι τοῦ παρὰ καρδίας πνεύματος αἱ ἀρτηρίαι διαστέλλονται, ἢ ὅτι διαστέλλονται, πληροῦνται·
”接下来我们又将这样询问:“是因为从心脏充满了精气所以动脉才舒张,还是因为它们舒张所以才被充满?
ἀλλὰ μὴν οὐ τὸ πρῶτον· ἄρα τὸ δεύτερον, τῷ εἶναί τινα δύναμιν ἐν τοῖς χιτῶσιν αὐτῶν, ὑφ’ ἧς διαστέλλονται, πᾶν ἕλκεται τὸ συνεχὲς ἐκ παντὸς μέρους αὐτῶν, ὅθεν ἂν ἐγχωρῇ.
然而,绝非第一种情况;因此是第二种情况,即由于它们的皮膜中存在某种使其舒张的力量,连续的一切物质便从它们所有可能的部分,从任何有空隙的地方被吸引进来。
νοήσαις δ’ ἂν ἔτι μᾶλλον ἐπὶ παραδειγμάτων τὴν διαφορὰν πληρουμένου διαστέλλεσθαι, καὶ διαστελλομένου πληροῦσθαι.
”而你从例子中会更容易理解“因充满而舒张”与“因舒张而充满”之间的区别。
οἱ μὲν γὰρ ἀσκοὶ καὶ οἱ θύλακοι πληρούμενοι διαστέλλονται· αἱ φύσαι δὲ τῶν χαλκέων διαστελλόμεναι πληροῦνται.
因为皮囊和袋子是因充满而舒张,而铁匠的皮风箱则是因舒张而充满。
τὰς τοίνυν ἀρτηρίας ὅτι μὲν ἢ κατὰ τὸν πρότερον ἢ κατὰ τὸν δεύτερον τρόπον ἀναγκαῖον πληροῦσθαι, παντὶ δῆλον.
因此,动脉必须以第一种方式或第二种方式被充满,这对每个人都是显而易见。
ὅπως δ’ ἔχει τἀληθὲς, ἐπιδέδεικται ἡμῖν καὶ δι’ ἄλλων ὑπομνημάτων αὐτάρκως, ἀτὰρ οὐχ ἥκιστα καὶ νῦν πέφανται τὸ διαστελλομένας αὐτὰς ἕλκειν ἐκ παντὸς τοῦ πλησιάζοντος διὰ τῶν περάτων τε καὶ τρημάτων ὅ τι περ ἂν ἑτοιμότατα δύνηται πληρῶσαι τὴν διαστολὴν αὐτῶν.
至于事实真相如何,我们已在其他著作中作了充分的证明,尤其是现在已经表明,动脉通过舒张,经由它们的末端和孔隙,从所有临近的物质中吸引最容易填补其舒张空间的任何东西。
ἢ γὰρ τοῦτο πάντως, ἢ θάτερον· ἐδείχθη δὲ ψεῦδος ἐκεῖνο· δῆλον ὡς τοῦτ’ ἀληθές.
因为绝对要么是这种情况,要么是另一种情况;既然那一种情况已被证明是错误的,显而易见这种情况就是真实的。