§6#2δύναται γὰρ ἅπαν ἀντεκπνεῖσθαι, καθάπερ τοῖς πλείστοις τε καὶ ἀκριβεστάτοις ἔδοξεν ἰατροῖς τε ἅμα καὶ φιλοσόφοις, οἳ μὴ τῆς οὐσίας, ἀλλὰ τῆς ποιότητος αὐτοῦ δεῖσθαί φασι τὴν καρδίαν ἐμψύχεσθαι ποθοῦσαν, καὶ ταύτην εἶναι χρείαν τῆς ἀναπνοῆς.
なぜなら、[吸入されたプネウマの]すべては吐き戻され得るからである。 これは、きわめて多くのかつ最も正確な医師や哲学者たちに思われた通りであり、彼らは、冷却されることを求めている心臓が必要としているのは、プネウマの実体ではなくその質であると言い、これこそが呼吸の有用性であるとしている。
λαμβάνουσιν οὖν οἱ περὶ τὸν Ἐρασίστρατον κᾀνταῦθα τὸ ζητούμενον αὐτὸ, πρὶν ἀποδεῖξαι, δέον αὐτὸ τοῦτο πάλιν ἰδίᾳ ζητεῖν, ὥσπερ ἡμεῖς πεποιήκαμεν, καὶ πάντες ὅσοι τάξει περὶ τῶν πραγμάτων σκοπούμενοι, καὶ πάντες ὁμοῦ ζητοῦντές τε καὶ πράττοντες.
それゆえ、エラシストラトスの徒は、ここでもまた、証明する前に、問われている事柄自体を前提(先取り)している。 本来なら、我々がそうしたように、また事物を秩序正しく考察するすべての人々、あるいは探求と実践を同時に行うすべての人々がそうしたように、これ自体を再び個別に探求すべきであるのに。
ἀποδέδεικται δ’ ἡμῖν ἐν τῷ περὶ χρείας ἀναπνοῆς, ὡς ἤτοι παντελῶς ὀλίγον, ἢ οὐδὲν ὅλως τῆς τοῦ πνεύματος οὐσίας εἰς τὴν καρδίαν μεταλαμβάνεται.
しかし、我々によって『呼吸の有用性について』において証明されているように、プネウマの実体のうち心臓に取り込まれるものは、まったくわずかであるか、あるいは何一つ全くないかのどちらかである。
τὰ δ’ αὐτὰ διαμαρτάνουσιν κᾀν τῷ προβάλλειν, ὅπως αἱ κατὰ προαίρεσιν γεγυμνωμέναι περιέχουσιν αἷμα.
彼らはまた、露出された動脈が血液を含んでいるとき、いかにして随意的運動が[生じるか]という問いを提起する際にも、同じ誤りを犯している。
δείκνυμι ἐφεξῆς κινουμένας αὐτὰς ἀπαραποδίστως οὐ πρὸς τὴν ἁφὴν μόνον, ἀλλὰ καὶ πρὸς τὴν ὄψιν.
私は、それらが妨げられることなく動いているのを、触覚に対してだけでなく、視覚に対しても、次々に示している。
εἶτα ἐπερωτῶμεν λόγον, οὗ τὰ λήμματα καὶ πρὸς αὐτῶν ἐκείνων ὡμολόγηται.
次いで、私たちは次のような議論を尋ねるが、その前提は彼ら自身によっても認められているものである。
φασὶ γὰρ ἀληθὲς ὑπάρχειν τουτὶ τὸ συνημμένον.
なぜなら彼らは、この仮言命題が真であると言っているからである。
εἰ δὲ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, καὶ παρὰ καρδίας πληροῦνται πνεύματος, διαφθαρήσεται τῶν ἐν αὐτοῖς κινήσεων ἡ τάξις.
「もし動脈が血液をも含んでおり、かつ心臓からプネウマで満たされるならば、それらにおける運動の秩序は破壊されるだろう。
αὐτὸ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ τοιοῦτο συνημμένον, εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις, οὔτ’ ἐκεῖνοι τολμῶσιν ἀληθὲς εἶναι λέγειν, οὔτ’ ἄλλος τις νοῦν ἔχων, δυναμένων γε δὴ τῶν ἀρτηριῶν οὐ διὰ τὸ πληροῦσθαι παρὰ τῆς καρδίας διαστέλλεσθαι, ἀλλ’, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦσθαι.
」なぜなら、「もし動脈が血液を含んでいるならば、それらにおける運動の秩序は破壊されるだろう」という、このような仮言命題それ自体を、彼らも真であると言う勇気はないし、他のいかなる正気な者もそうは言わないからである。 なぜなら動脈は、心臓から満たされることによって拡張するのではなく、拡張するからこそ、そのために満たされることができるからである。
χρὴ τοίνυν προομολογεῖσθαι τὸ παρὰ τῆς καρδίας αὐτὰς πληροῦσθαι πνεύματος, εἰ μέλλει τὸ συνημμένον ἀληθὲς ἔσεσθαι.
したがって、その仮言命題が真となるためには、それらが心臓からプネウマで満たされるということがあらかじめ同意されていなければならない。
ἀμφοτέρων γὰρ τεθέντων, τοῦ τε περιέχειν αἷμα, καὶ τοῦ παρὰ τῆς καρδίας πληρουμένας διαστέλλεσθαι, τῷ διαφθείρεσθαι τῶν κατὰ φύσιν ἐν αὐταῖς κινήσεων τὴν τάξιν, ἐξ ἀνάγκης ἕπεται, θατέρῳ μόνῳ κατ’ οὐδεμίαν ἀνάγκην ἑπομένην.
というのも、両方の前提(血液を含むこと、および心臓から満たされつつ拡張すること)が置かれた場合には、それらにおける自然な運動の秩序が破壊されるという結論が必然的に従うが、そのうちの一方だけからでは、いかなる必然性によっても従わないからである。
ἐρωτάσθω τοίνυν ὁ λόγος ἐπὶ τῶν γεγυμνωμένων ἀρτηριῶν ᾧδέ πως.
それゆえ、露出された動脈に関して、議論は次のように尋ねられるべきである。
εἰ αἱ ἀρτηρίαι καὶ αἷμα περιέχουσι, καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις·
「もし動脈が血液を含んでおり、かつ心臓から満たされつつ拡張するならば、それらにおける運動の秩序は破壊されるだろう。
ἀλλὰ μὴν οὐ διαφθείρεται·
だが、破壊されてはいない。
φαίνεται γὰρ καὶ τοῦτο·
なぜなら、これも現に観察される通りだからである。
οὐκ ἄρα καὶ αἷμα περιέχουσι, καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται.
したがって、血液を含んでおり、かつ心臓から満たされつつ拡張する、という両方が成り立つわけではない。
οἱ δέ γε περὶ τὸν Ἐρασίστρατον, καὶ τὰ δύο λήμματα, καὶ τὸ συνημμένον καὶ τὸ ἀντικείμενον τοῦ λήμματος ἐν αὐτῷ προσιέμενοι, οὐκ οἶδ’ ὅπως οὐκέτι προσίενται τὸ συμπέρασμα, τυχὸν ἴσως ἀγνοοῦντες, ἅπερ οὐδὲ τοὺς ἐπιτυχόντας λέληθεν, ὡς ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου οὕτως εἰς ὃ λήγει τὸ ἀντικείμενον τοῦ ἡγουμένου περαίνεται.
」ところが、エラシストラトスの徒は、二つの前提(すなわち、仮言命題と、その中の帰結の否定)を受け入れておきながら、どういうわけか、その結論を受け入れようとしない。 おそらく、平凡な人々でさえ知っているようなこと、すなわち、仮言命題とその帰結の否定からは、このようにして、先行件の否定が結論づけられるということを、彼らは知らないのであろう。
ἡγουμένου δὴ κατὰ τὸν λόγον ὄντος, οὐ μόνον τοῦ περιέχειν αἷμα τὰς ἀρτηρίας, ἀλλ’, ὡς ἐδείχθη μικρῷ πρόσθεν, καὶ τοῦ παρὰ καρδίας πληρουμένας διαστέλλεσθαι, τὸ συμπέρασμα γενήσεται τῆς τούτου συμπλοκῆς ἀποφαντικόν.
この議論において、先行件は、単に動脈が血液を含んでいるということだけでなく、少し前に示されたように、心臓から満たされつつ拡張するということでもあるため、結論はこれの結合を否定するものとなるだろう。
ὅπερ γὰρ ἐν συνημμένῳ τῷ ὅλῳ ἀξιώματι, τὸ μὲν ἡγούμενον ᾖ, τὸ συμπεπλεγμένον, τὸ δὲ λῆγον, τὸ ἁπλοῦν, εἶτα προσληφθέντος τοῦ λήγοντος, τὸ ἀντικείμενον ἐξ ἀνάγκης περαίνεται τοῦ συμπεπλεγμένου.
なぜなら、仮言命題全体において、先行件が結合されたものであり、帰結件が単純なものである場合、帰結の否定が追加前提として取られるならば、結合された先行件の否定が必然的に結論づけられるからである。