Humanitext Reader

盖伦 · 论动脉中是否天然含有血液 §6#2

关于呼吸冷却功能与排出精气的反驳

第 8 段,共 10 段 · 希腊语

内容简介

盖伦论证了呼吸仅需要精气的品质来冷却心脏,因而吸入的精气实体可被完全呼出,并运用斯多葛派的假言三段论(否定后件律)在逻辑上驳斥了埃拉西斯特拉托斯派关于动脉同时含有血液与精气会导致运动秩序破坏的假设。

§6#2δύναται γὰρ ἅπαν ἀντεκπνεῖσθαι, καθάπερ τοῖς πλείστοις τε καὶ ἀκριβεστάτοις ἔδοξεν ἰατροῖς τε ἅμα καὶ φιλοσόφοις, οἳ μὴ τῆς οὐσίας, ἀλλὰ τῆς ποιότητος αὐτοῦ δεῖσθαί φασι τὴν καρδίαν ἐμψύχεσθαι ποθοῦσαν, καὶ ταύτην εἶναι χρείαν τῆς ἀναπνοῆς.
因为吸入的精气可以全部被呼出,正如绝大多数且最精确的医学家和哲学家所认为的那样,他们说,渴望得到冷却的心脏需要的并非精气的实体,而是它的品质,而这正是呼吸的功用。
λαμβάνουσιν οὖν οἱ περὶ τὸν Ἐρασίστρατον κᾀνταῦθα τὸ ζητούμενον αὐτὸ, πρὶν ἀποδεῖξαι, δέον αὐτὸ τοῦτο πάλιν ἰδίᾳ ζητεῖν, ὥσπερ ἡμεῖς πεποιήκαμεν, καὶ πάντες ὅσοι τάξει περὶ τῶν πραγμάτων σκοπούμενοι, καὶ πάντες ὁμοῦ ζητοῦντές τε καὶ πράττοντες.
因此,埃拉西斯特拉托斯派在这里也是在证明之前就先预设了论题本身,而他们本应像我们一样,以及像所有有条不紊地考察事物、共同探求和实践的人们一样,再次单独探讨这件事情。
ἀποδέδεικται δ’ ἡμῖν ἐν τῷ περὶ χρείας ἀναπνοῆς, ὡς ἤτοι παντελῶς ὀλίγον, ἢ οὐδὲν ὅλως τῆς τοῦ πνεύματος οὐσίας εἰς τὴν καρδίαν μεταλαμβάνεται.
然而,我们已在《呼吸的功用》中证明,吸入的精气实体中,只有极少甚至完全没有被心脏所吸收。
τὰ δ’ αὐτὰ διαμαρτάνουσιν κᾀν τῷ προβάλλειν, ὅπως αἱ κατὰ προαίρεσιν γεγυμνωμέναι περιέχουσιν αἷμα.
他们在提出“当暴露的动脉含有血液时,随意的运动如何产生”这一问题时,犯了同样的错误。
δείκνυμι ἐφεξῆς κινουμένας αὐτὰς ἀπαραποδίστως οὐ πρὸς τὴν ἁφὴν μόνον, ἀλλὰ καὶ πρὸς τὴν ὄψιν.
我接下来展示这些动脉在不受阻碍地运动,这不仅是凭触觉,也是凭视觉可以证实的。
εἶτα ἐπερωτῶμεν λόγον, οὗ τὰ λήμματα καὶ πρὸς αὐτῶν ἐκείνων ὡμολόγηται.
然后,我们提出一个论证,其前提甚至是他们自己也承认的。
φασὶ γὰρ ἀληθὲς ὑπάρχειν τουτὶ τὸ συνημμένον. εἰ δὲ καὶ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, καὶ παρὰ καρδίας πληροῦνται πνεύματος, διαφθαρήσεται τῶν ἐν αὐτοῖς κινήσεων ἡ τάξις.
因为他们说这个假言命题是真的:“如果动脉既含有血液,又从心脏充满精气,那么它们之中运动的秩序将会被破坏。
αὐτὸ μὲν γὰρ καθ’ ἑαυτὸ τὸ τοιοῦτο συνημμένον, εἰ αἷμα περιέχουσιν αἱ ἀρτηρίαι, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις, οὔτ’ ἐκεῖνοι τολμῶσιν ἀληθὲς εἶναι λέγειν, οὔτ’ ἄλλος τις νοῦν ἔχων, δυναμένων γε δὴ τῶν ἀρτηριῶν οὐ διὰ τὸ πληροῦσθαι παρὰ τῆς καρδίας διαστέλλεσθαι, ἀλλ’, ὅτι διαστέλλονται, διὰ τοῦτο πληροῦσθαι.
”因为,对于这样一个单独的假言命题——“如果动脉含有血液,它们之中运动的秩序将会被破坏”——不仅他们不敢说是真的,任何有理智的人也不会这么说,因为动脉之所以舒张,并非因为它们被心脏充满,而是因为它们舒张,才因此被充满。
χρὴ τοίνυν προομολογεῖσθαι τὸ παρὰ τῆς καρδίας αὐτὰς πληροῦσθαι πνεύματος, εἰ μέλλει τὸ συνημμένον ἀληθὲς ἔσεσθαι.
因此,如果要使该假言命题为真,就必须预先承认它们从心脏充满精气。
ἀμφοτέρων γὰρ τεθέντων, τοῦ τε περιέχειν αἷμα, καὶ τοῦ παρὰ τῆς καρδίας πληρουμένας διαστέλλεσθαι, τῷ διαφθείρεσθαι τῶν κατὰ φύσιν ἐν αὐταῖς κινήσεων τὴν τάξιν, ἐξ ἀνάγκης ἕπεται, θατέρῳ μόνῳ κατ’ οὐδεμίαν ἀνάγκην ἑπομένην.
因为,在两个前提(含有血液,以及在被心脏充满的同时进行舒张)都被假定的情况下,它们体内自然运动秩序的破坏是必然产生的结果,而仅凭其中一个前提,则绝不会产生这种必然性。
ἐρωτάσθω τοίνυν ὁ λόγος ἐπὶ τῶν γεγυμνωμένων ἀρτηριῶν ᾧδέ πως. εἰ αἱ ἀρτηρίαι καὶ αἷμα περιέχουσι, καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται, διαφθαρήσεται τῶν ἐν αὐταῖς κινήσεων ἡ τάξις· ἀλλὰ μὴν οὐ διαφθείρεται· φαίνεται γὰρ καὶ τοῦτο· οὐκ ἄρα καὶ αἷμα περιέχουσι, καὶ παρὰ καρδίας πληρούμεναι διαστέλλονται.
因此,关于暴露的动脉,其论证应当以如下方式提出:“如果动脉既含有血液,又在从心脏充满的同时进行舒张,那么它们运动 of 秩序将会被破坏;然而,这秩序并没有被破坏,因为这也是显而易见的;因此,它们并不同时既含有血液,又在从心脏充满的同时进行舒张。
οἱ δέ γε περὶ τὸν Ἐρασίστρατον, καὶ τὰ δύο λήμματα, καὶ τὸ συνημμένον καὶ τὸ ἀντικείμενον τοῦ λήμματος ἐν αὐτῷ προσιέμενοι, οὐκ οἶδ’ ὅπως οὐκέτι προσίενται τὸ συμπέρασμα, τυχὸν ἴσως ἀγνοοῦντες, ἅπερ οὐδὲ τοὺς ἐπιτυχόντας λέληθεν, ὡς ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου οὕτως εἰς ὃ λήγει τὸ ἀντικείμενον τοῦ ἡγουμένου περαίνεται.
”然而,埃拉西斯特拉托斯派虽然接受了两个前提——包括假言命题和其中归结件的否定——却不知为何不再接受结论,这或许是因为他们不知道即使是普通人也明白的道理:从假言命题及其归结件的否定中,可以这样得出先行件的否定。
ἡγουμένου δὴ κατὰ τὸν λόγον ὄντος, οὐ μόνον τοῦ περιέχειν αἷμα τὰς ἀρτηρίας, ἀλλ’, ὡς ἐδείχθη μικρῷ πρόσθεν, καὶ τοῦ παρὰ καρδίας πληρουμένας διαστέλλεσθαι, τὸ συμπέρασμα γενήσεται τῆς τούτου συμπλοκῆς ἀποφαντικόν.
由于在该论证中,先行件不仅指动脉含有血液,而且正如不久前所表明的,还指它们在从心脏充满的同时进行舒张,因此,结论将是对这一合言(结合)的否定。
ὅπερ γὰρ ἐν συνημμένῳ τῷ ὅλῳ ἀξιώματι, τὸ μὲν ἡγούμενον ᾖ, τὸ συμπεπλεγμένον, τὸ δὲ λῆγον, τὸ ἁπλοῦν, εἶτα προσληφθέντος τοῦ λήγοντος, τὸ ἀντικείμενον ἐξ ἀνάγκης περαίνεται τοῦ συμπεπλεγμένου.
因为在整个假言命题中,如果先行件是合言而归结件是简单命题,那么,如果将归结件的否定作为追加前提,则必然得出合言先行件的否定。

词汇与语法注释

  1. ¦161¦ἀντεκπνεῖσθαι — 不定式 'ἀντεκπνεῖσθαι'(作为替代而被呼出)的语义主语是前文提到的吸入的全部精气 'ἅπαν'。盖伦支持这一学说:心脏在呼吸中需要的并非精气实体本身,而是其“品质”(冷却作用),因此吸入的精气可以被原样呼出。
  2. ¦161¦τὸ ζητούμενον αὐτὸ — 短语 'λαμβάνουσιν ... τὸ ζητούμενον' 意在指责逻辑学中的“窃取论题(乞题)谬误”(petitio principii)。盖伦批评埃拉西斯特拉托斯派在论证前就将本应被证明的命题——即“动脉中充满来自心脏的精气”——直接当作了不证自明的前提。
  3. ¦p.727¦συνημμένῳ — 盖伦运用斯多葛派命题逻辑(第二无证明形式,即否定后件律)的学术术语剖析了对手的逻辑漏洞。他指出,当前件(先行件)是一个合言命题(“含有血液”且“在被充满的同时舒张”),而后件(归结件)是一个简单命题时,若将后件的否定作为追加前提,必然会得出前件整体的否定(即这两个前提不可同时成立)。

引用这一段

盖伦, 论动脉中是否天然含有血液 §6#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg023.humanitext-grc1:6%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。