§3Ἐπὶ δὲ τὸ λοιπὸν τῶν προτεθειμένων μεταβάντες ἐπιδείξομεν, ὡς οὐδ’ εἰ παρὰ τῆς καρδίας θλιβούσης ἐπιπέμποιτο τὸ πνεῦμα ταῖς ἀρτηρίαις, πιθανὸν οὐδ’ αὐτὸ οὕτως ἐστὶ τὸ τῆς παρεμπτώσεως δόγμα.
そして、提示された課題の残された部分へと移行して、たとえ心臓が収縮して精気を動脈へと送り出すのだとしても、侵入の学説それ自体も同様に説得力がないことを示そう。
τί γὰρ καὶ βούλεται;
というのは、それは何を意図しているのか。
πότερον τὸ εἰς ἔσχατον πεφυκέναι συστέλλεσθαι τὰς ἀρτηρίας, ὥσπερ καὶ τὰς φλέβας, ἢ, ὅπερ ἀληθές ἐστι, μέχρι τινός;
動脈が静脈のように極限まで収縮する性質を持っているということか、それとも、真実であるように、ある程度までか。
ἔστω τὸ πρότερον, τὸ εἰς ἔσχατον, ἵνα μηδὲν παραλείπηται.
何も見落とされないように、前者の、極限までということにしておこう。
ἀλλ’ εἰ τοῦτο, μοχθηρὸς ὁ λόγος ἔσται καὶ ἀπέραντος παρὰ τὸ τῆς διαιρέσεως ἐλλειπές.
しかし、もしそうなら、この議論は不十分であり、二分の不完全さのために結論に達しないものとなるだろう。
οὐκέτι γὰρ ἔξεστι λέγειν, κενουμένου τοῦ πνεύματος ἤτοι κενὸς ἔσται τόπος ἀθρόος, ἢ τὸ συνεχὲς ἀκολουθήσει.
というのも、精気が流出するとき、一度に真空の場所が生じるか、あるいは連続するものが後に続くかのいずれかである、と言うことはもはや許されないからである。
ἀλλ’ ὑπομνήσωμεν αὐτὸν, ὡς καὶ τρίτον ἐστὶ παραλειπόμενον ἐν τῇ διαιρέσει, τὸ κενούμενον ἀγγεῖον συσταλήσεται, καὶ διὰ τοῦτ’ ἀπέραντος ὁ λόγος γενήσεται.
そうではなく、私たちは彼に、二分において見落とされている第三の選択肢、すなわち流空にされる血管自体が収縮するということがあるのを思い起こさせよう。 そしてこのために、彼の議論は結論に達しないものとなるだろう。
παραληφθέντος γὰρ ἑνὸς λήμματος ἀληθοῦς, τοῦ, ἀλλὰ μὴν οὐ γίγνεται κενὸς ἀθρόος τόπος, οὐκέτ’ ἔξεστι λέγειν τὸ, ἄρα συνεχὲς ἀκολουθήσει.
というのも、一つの真実の前提、すなわち「しかしながら一度に真空の場所が生じることはない」という前提が受け入れられたとしても、もはや「ゆえに連続するものが後に続く」と言うことは許されないからである。
ἀλλὰ τί ποτ’ ἔσται τὸ συμπέρασμα;
では、いったい結論はどうなるのか。
ἤτοι ἄρα τὸ συνεχὲς ἀκολουθήσει, ἢ τὸ ἀγγεῖον συσταλήσεται.
「ゆえに、連続するものが後に続くか、あるいは血管が収縮するかのいずれかである」となるはずだ。
οὕτως μὲν οὖν μοχθηρὸς ὁ τῆς παρεμπτώσεως ἐπιδειχθήσεται λόγος, εἰ τελέως ἡ ἀρτηρία συστέλλοιτο.
このようにして、もし動脈が完全に収縮するのだとすれば、侵入の議論は不十分であることが示されるだろう。
εἰ δὲ μέχρι ποσοῦ τινος, ἐκεῖνος αὖθις ὁ λόγος ἀποδειχθήσεται μοχθηρὸς, ἐὰν τὸ κατὰ τοὺς ἁπαλοὺς καλάμους ἀναμνησθῶμεν φαινόμενον, οὓς ἐμφυσῶντες ἐπὶ τοσοῦτον αὐτοὺς διαστέλλομεν, ἐφ’ ὅσον πεφύκασιν.
しかし、もしある程度までだとするなら、私たちが柔らかい葦の管において見られる現象を思い起こすならば、その議論もまた不十分であることが証明されるだろう。 私たちはその葦の管に息を吹き込むことで、それらがもともと持つ限度までそれらを拡張させる。
εἶτ’ αὖθις ἐκκενοῦται κατὰ τὸ πέρας ὁ ἀὴρ τοσοῦτος, εἰς ὅσον ὁ κάλαμος πέφυκε συστέλλεσθαι.
そして再び、末端において、葦の管が収縮する性質を持っている限度において、それだけの空気が流出する。
πλέον γὰρ ἂν ὁ κάλαμος οὔτ’ ἐκτείνοιτο φυσώντων, οὔτ’ αὖ συστέλλοιτο.
なぜなら、吹き込む者たちによって、葦の管はそれ以上に引き伸ばされることも、あるいは収縮することもないからである。
ὅσον γὰρ ἐνεφυσήσαμεν, τοσοῦτ’ ἀναγκαῖον κενοῦσθαι μόνον· ὅσον δ’ ἔφθανεν ἀέρος περιέχεσθαι, καὶ πρὶν ἡμᾶς ἐμφυσῆσαι, τοῦθ’ ὑπομένειν ἀναγκαῖον.
というのも、私たちが吹き込んだのと同じだけの量だけが流出するのが必然であり、私たちが吹き込む前にもともと含まれていた空気の量は、そのまま留まるのが必然だからである。
οὕτως οὖν ἔχει καὶ κατὰ τὰς ἀρτηρίας·
それゆえ、動脈の場合も同様である。
περιέχεται μὲν γάρ τι πνεῦμα, καὶ συνεσταλμένων αὐτῶν, ἐπιπέμπεται δ’ ἕτερον ὑπὸ τῆς καρδίας πληρούσης, καὶ τοῦτο ἐπιπληροῖ μὲν αὐτῶν τὰς κοιλίας, παρ’ ὃν χρόνον ἐξέρχεται, καὶ τὴν διαστολὴν ἐργάζεται, κενουμένων δὲ συστέλλεσθαι πάλιν, εἰς ὅσον ἐξ ἀρχῆς ἐπιτρέψει.
すなわち、それらが収縮しているときにもある程度の精気が含まれており、それらが満たされるとき、心臓によって別の精気が送られる。 そしてこの精気は、それが送り出される間、動脈の空洞を満たして拡張を引き起こすが、流出するときには、当初が許す限度まで、再び収縮するのである。
οὐκ οὖν οὐκέτι οὐδὲ κατὰ τοῦτον τὸν λόγον οὐδεμία τῆς τοῦ αἵματος παρεμπτώσεως ἀνάγκη.
したがって、この議論によっても、血液の侵入の必要性はもはや全く存在しない。
τά τε γὰρ ἄλλα καὶ πολὺ σφοδρότερον διὰ τοῦ στόματος ἐμφυσῶμεν ἡμεῖς τοῖς καλάμοις ἢ ταῖς ἀρτηρίαις ἡ καρδία.
というのも、他の点もさることながら、心臓が動脈に対して行うよりも、私たちは口を通してはるかに激しく葦の管に息を吹き込むからである。
χρὴ δὲ δήπου τὸ σφοδρότερον ἐμφυσώμενον μᾶλλόν τε καὶ θᾶττον κενοῦσθαι.
そして、より激しく吹き込まれたものは、当然、より多く、またより速く流出するはずである。
ἀλλ’ ὅμως οὐδ’ εἰ τὸν κάλαμον αὐτὸν ἐπιστήσειέ τις κατὰ τῶν ἀνέμων ἁπάντων, οὐδ’ οὕτως ἔσται τις ἐν τοῖς καλάμοις τόπος κενὸς, ἀλλ’ ἀεὶ μὲν ὁδὸν ἕξει τὴν εὐρυχωρίαν τοῦ καλάμου τὸ διαῤῥέον πνεῦμα, κενωθήσεται δ’ οὐδέποθ’ οὕτως, ὡς δεηθῆναί τινος ἑτέρου σώματος ἀναπληροῦντος τὴν χώραν τοῦ κενωθέντος.
しかしそれにもかかわらず、たとえ人がその葦の管をあらゆる風に向けて立てたとしても、そのようにして葦の管の中に真空の場所が生じることはなく、流れる精気は常に葦の管の広い空間を通り道とし、流出したものの場所を埋める別の何らかの物体を必要とするほどに、このように流空にされることは決してないのである。