Humanitext Reader

盖伦 · 论动脉中是否天然含有血液 §3

动脉收缩与对血液侵入说的反驳

第 3 段,共 10 段 · 希腊语

内容简介

盖伦通过分析动脉收缩是完全的还是局部的,来批判血液侵入说。他指出前一种假说遗漏了第三种可能,而后一种假说可以通过芦苇管的比喻得到反驳,证明即便在部分收缩时,内部精气仍会留存而不会产生真空,因此无需血液侵入。

§3Ἐπὶ δὲ τὸ λοιπὸν τῶν προτεθειμένων μεταβάντες ἐπιδείξομεν, ὡς οὐδ’ εἰ παρὰ τῆς καρδίας θλιβούσης ἐπιπέμποιτο τὸ πνεῦμα ταῖς ἀρτηρίαις, πιθανὸν οὐδ’ αὐτὸ οὕτως ἐστὶ τὸ τῆς παρεμπτώσεως δόγμα.
转到提出的其余课题,我们将表明,即使精气是由收缩的心脏送入动脉的,这种侵入的学说本身也同样不可信。
τί γὰρ καὶ βούλεται;
因为它到底意图说明什么?
πότερον τὸ εἰς ἔσχατον πεφυκέναι συστέλλεσθαι τὰς ἀρτηρίας, ὥσπερ καὶ τὰς φλέβας, ἢ, ὅπερ ἀληθές ἐστι, μέχρι τινός;
是说动脉天生就像静脉一样收缩到极致,还是说,正如事实所言,到某一程度为止?
ἔστω τὸ πρότερον, τὸ εἰς ἔσχατον, ἵνα μηδὲν παραλείπηται.
为了不遗漏任何东西,且设前一种情况成立,即收缩到极致。
ἀλλ’ εἰ τοῦτο, μοχθηρὸς ὁ λόγος ἔσται καὶ ἀπέραντος παρὰ τὸ τῆς διαιρέσεως ἐλλειπές.
但如果是这样,由于分类的不完全,该论证将是拙劣且无法得出结论的。
οὐκέτι γὰρ ἔξεστι λέγειν, κενουμένου τοῦ πνεύματος ἤτοι κενὸς ἔσται τόπος ἀθρόος, ἢ τὸ συνεχὲς ἀκολουθήσει.
因为我们不能再说,在精气被排空时,要么会顿时产生一处真空,要么连续之物会紧随其后。
ἀλλ’ ὑπομνήσωμεν αὐτὸν, ὡς καὶ τρίτον ἐστὶ παραλειπόμενον ἐν τῇ διαιρέσει, τὸ κενούμενον ἀγγεῖον συσταλήσεται, καὶ διὰ τοῦτ’ ἀπέραντος ὁ λόγος γενήσεται.
相反,让我们提醒他,在这一分类中还遗漏了第三种可能,即被排空的血管将会收缩,因此他的论证将变得无法得出结论。
παραληφθέντος γὰρ ἑνὸς λήμματος ἀληθοῦς, τοῦ, ἀλλὰ μὴν οὐ γίγνεται κενὸς ἀθρόος τόπος, οὐκέτ’ ἔξεστι λέγειν τὸ, ἄρα συνεχὲς ἀκολουθήσει.
因为一旦接纳了一个真实的假设,即“然而顿时并不会产生一处真空”,就不能再说“因此连续之物必然紧随其后”。
ἀλλὰ τί ποτ’ ἔσται τὸ συμπέρασμα;
那么结论到底会是什么呢?
ἤτοι ἄρα τὸ συνεχὲς ἀκολουθήσει, ἢ τὸ ἀγγεῖον συσταλήσεται.
“因此,要么连续之物紧随其后,要么血管将会收缩。
οὕτως μὲν οὖν μοχθηρὸς ὁ τῆς παρεμπτώσεως ἐπιδειχθήσεται λόγος, εἰ τελέως ἡ ἀρτηρία συστέλλοιτο.
”因此,如果动脉完全收缩,那么侵入的论证将被证明是站不住脚的。
εἰ δὲ μέχρι ποσοῦ τινος, ἐκεῖνος αὖθις ὁ λόγος ἀποδειχθήσεται μοχθηρὸς, ἐὰν τὸ κατὰ τοὺς ἁπαλοὺς καλάμους ἀναμνησθῶμεν φαινόμενον, οὓς ἐμφυσῶντες ἐπὶ τοσοῦτον αὐτοὺς διαστέλλομεν, ἐφ’ ὅσον πεφύκασιν.
而如果是收缩到某一程度,只要我们回想起在柔软芦苇管中所见的现象,该论证同样会被证明是站不住脚的:我们向其中吹气,使它们扩张到其天然能达到的限度。
εἶτ’ αὖθις ἐκκενοῦται κατὰ τὸ πέρας ὁ ἀὴρ τοσοῦτος, εἰς ὅσον ὁ κάλαμος πέφυκε συστέλλεσθαι.
然后再次地,在末端,随着芦苇管天然能够收缩的限度,相应分量的空气被排空。
πλέον γὰρ ἂν ὁ κάλαμος οὔτ’ ἐκτείνοιτο φυσώντων, οὔτ’ αὖ συστέλλοιτο.
因为无论吹气者如何吹,芦苇管既不能被过度拉伸,也不能过度收缩。
ὅσον γὰρ ἐνεφυσήσαμεν, τοσοῦτ’ ἀναγκαῖον κενοῦσθαι μόνον· ὅσον δ’ ἔφθανεν ἀέρος περιέχεσθαι, καὶ πρὶν ἡμᾶς ἐμφυσῆσαι, τοῦθ’ ὑπομένειν ἀναγκαῖον.
因为必然是只有我们吹进去的那么多空气被排空;而至于在我们吹气之前就已经包含其中的那么多空气,则必然留存下来。
οὕτως οὖν ἔχει καὶ κατὰ τὰς ἀρτηρίας· περιέχεται μὲν γάρ τι πνεῦμα, καὶ συνεσταλμένων αὐτῶν, ἐπιπέμπεται δ’ ἕτερον ὑπὸ τῆς καρδίας πληρούσης, καὶ τοῦτο ἐπιπληροῖ μὲν αὐτῶν τὰς κοιλίας, παρ’ ὃν χρόνον ἐξέρχεται, καὶ τὴν διαστολὴν ἐργάζεται, κενουμένων δὲ συστέλλεσθαι πάλιν, εἰς ὅσον ἐξ ἀρχῆς ἐπιτρέψει.
因此,动脉的情况也是如此:因为即使在它们收缩时,也包含着一定量的精气,而当它们被充满时,心脏又送入另一部分精气,这部分精气在其排出期间填满它们的腔隙并引起扩张,但在排空时,它们再次收缩到最初所允许的程度。
οὐκ οὖν οὐκέτι οὐδὲ κατὰ τοῦτον τὸν λόγον οὐδεμία τῆς τοῦ αἵματος παρεμπτώσεως ἀνάγκη.
因此,即使根据这一论证,血液的侵入也同样毫无必要。
τά τε γὰρ ἄλλα καὶ πολὺ σφοδρότερον διὰ τοῦ στόματος ἐμφυσῶμεν ἡμεῖς τοῖς καλάμοις ἢ ταῖς ἀρτηρίαις ἡ καρδία.
因为除了其他原因外,我们用嘴向芦苇管中吹气,要比心脏向动脉中送气猛烈得多。
χρὴ δὲ δήπου τὸ σφοδρότερον ἐμφυσώμενον μᾶλλόν τε καὶ θᾶττον κενοῦσθαι.
而毫无疑问,被更猛烈吹入的气体理应更充分、更迅速地被排空。
ἀλλ’ ὅμως οὐδ’ εἰ τὸν κάλαμον αὐτὸν ἐπιστήσειέ τις κατὰ τῶν ἀνέμων ἁπάντων, οὐδ’ οὕτως ἔσται τις ἐν τοῖς καλάμοις τόπος κενὸς, ἀλλ’ ἀεὶ μὲν ὁδὸν ἕξει τὴν εὐρυχωρίαν τοῦ καλάμου τὸ διαῤῥέον πνεῦμα, κενωθήσεται δ’ οὐδέποθ’ οὕτως, ὡς δεηθῆναί τινος ἑτέρου σώματος ἀναπληροῦντος τὴν χώραν τοῦ κενωθέντος.
然而,即使有人把芦苇管本身对着所有的风,芦苇管中也绝不会产生任何真空,流动的精气将始终以芦苇管的宽阔空间为通道,且绝不会像这样被排空,以至于需要其他某种物体来填补被排空处的空间。

词汇与语法注释

  1. §3οὐδ’ εἰ ... ἐπιπέμποιτο — 由 `εἰ` 引导并接祈愿式(`ἐπιπέμποιτο`)的条件从句。主句动词为现在直陈式的 `ἐστὶ`,这构成了一个混合条件句结构,表示假设性的让步(“即使……被送入”)。
  2. §3παρὰ τὸ ... ἐλλειπές — 介词 `παρά` 支配中性单数形容词的名词化形式 `ἐλλειπές` 的宾格短语。此处的 `παρά` 并非表示“违反”,而是表示原因或理由(“由于……”、“起因于……”)。
  3. §3ἔφθανεν ... περιέχεσθαι — 动词 `φθάνω` 连用不定式(此处为 `περιέχεσθαι`),表示“预先做某事”或“已经包含”。属格 `ἀέρος` 是修饰 `ὅσον` 的部分属格。

引用这一段

盖伦, 论动脉中是否天然含有血液 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg023.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。