§4#1Ἐπεὶ τοίνυν τὸ προκείμενον ἱκανῶς ἀποδέδεικται, τί κωλύει προσθεῖναί τινα καὶ τῶν ἄλλων ἀτόπων;
さてそれゆえ、提示された課題が十分に証明された以上、他の不合理な帰結のいくつかをも付け加えることを何が妨げるだろうか。
ἅπαντα μὲν γὰρ διελθεῖν ἀδύνατον, οὕτω πολὺ πλῆθος αὐτῶν ἐστιν.
というのも、それらすべてを詳細に述べることは不可能だからである。 それらの数はあまりにも多いのだから。
ἓν μὲν δὴ καὶ πρῶτον ἄτοπον τὸ δεῖν πάντα ἐπὶ πάσῃ τρώσει, κᾂν τὸ δέρμα μόνον ᾖ τετρωμένον ὑπὸ τῆς λεπτοτάτης βελόνης, ἁπάσας μὲν τὰς ἀρτηρίας αἵματος πληροῦσθαι, πυρετὸν δ’ ἐξ ἀνάγκης ἕπεσθαι.
さて、一つ目にして最初の不合理は、あらゆる傷において、たとえ皮膚だけが極めて細い針によって傷つけられたのだとしても、常にすべての動脈が血液で満たされ、発熱が必然的に伴わなければならないとすることである。
φανερὸν δ’ ἔσται τὸ λεγόμενον, ἁρμοζομένης ἡμῶν τῆς ἀποδείξεως ἐπ’ αὐτῶν τῶν κατὰ τὰς ἀρτηρίας τρώσεων.
そして、私たちがその証明を、まさに動脈における傷そのものに適用すれば、語られている内容は明らかになるだろう。
καὶ μὲν δή μοι νόει βελόνην λεπτὴν διὰ τῆς μασχάλης εἰς ὅλην τὴν χεῖρα νενεμημένην ἀρτηρίαν.
さて、脇の下を通って腕全体に走っている動脈を、一本の細い針が[刺すこと]を私に思い描いてほしい。
τί τοίνυν συμβήσεται κατὰ τὸν Ἐρασίστρατον;
では、エラシストラトスによれば、何が起こるだろうか。
ἐκκενοῦσθαι μὲν δηλονότι τὸ κατ’ αὐτὴν πνεῦμα, συγκενοῦσθαι δ’ αὐτῇ καὶ τὸ τῶν πλησίων ἀρτηριῶν.
その動脈の中の精気が流出することは明らかであり、それとともに、隣接する動脈の精気も一緒に流出することになる。
πλησίον δ’ εἰσὶ τῆς εἰρημένης αἵ τ’ ἀπ’ αὐτῆς εἰς τὴν χεῖρα νεμόμεναι καὶ ἡ μεγάλη ἡ ἀπὸ τῆς καρδίας, ἀφ’ ἧς αὐτὴ πέφυκεν.
そして、言及された動脈の近くにあるのは、そこから腕へと走っている動脈たちと、心臓から出ている大きな動脈、すなわち、言及された動脈自体がそこから生じているものである。
ἀλλ’ εἴπερ αὕτη κενωθήσεται, πᾶσα δήπουθεν ἀνάγκη, πλησίον οὖσαν αὐτῆς τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας συνεκκενοῦσθαι, τήν τ’ ἐπὶ τὴν κεφαλὴν ἀνιοῦσαν καὶ τὴν ἐπὶ τὴν ῥάχιν καταφερομένην.
しかし、もしこの大動脈が空にされるなら、その近くにある心臓の左心室も、また頭へと上っていく動脈も、背骨へと下っていく動脈も、一緒に空にされることがまったく必然である。
εἰ γὰρ ἅπαντι τῷ κενουμένῳ μέρει τῆς ἀρτηρίας τὰ πλησιάζοντα συνεκκενοῦται, πλησιάζει δὲ ἀεὶ τὰ ἀπ’ αὐτῆς πεφυκότα, καὶ ἀφ’ ὧν αὐτὴ πέφυκεν, εὔδηλον, ὡς ἥ τ’ ἀριστερὰ κοιλία τῆς καρδίας καὶ τῶν εἰρημένων ἑκατέρα συνεκκενωθήσεται τῇ κατὰ τὴν μασχάλην.
なぜなら、動脈の空にされるあらゆる部分に対して、隣接する部分が常に一緒に空にされるのであり、また、そこから生じたものや、それがそこから生じたものは常に隣接しているのだから、心臓の左心室と上述の動脈の両方のそれぞれが、脇の下の動脈と一緒に空にされることは明白だからである。
ἐπεὶ τοίνυν ἀπὸ μὲν τῆς ἑτέρας αὐτῶν αἱ κατὰ τὸν τράχηλόν τε καὶ τὴν κεφαλὴν ἅπασαι πεφύκασιν, ἀπὸ δὲ τῆς ἑτέρας αἱ καθ’ ὅλον τὸ λοιπὸν σῶμα, δῆλον, ὡς καὶ ταύτην ἀνάγκη συνεκκενοῦσθαι μέχρι τῶν περάτων.
それゆえ、それらの一方からは首と頭のすべての動脈が生じており、他方からは残りの体全体にわたるすべての動脈が生じているのであるから、これらもまた末端に至るまで一緒に空にされることが必然であることは明らかである。
ἀλλ’ ὅταν πρῶτον ἐπὶ τὰ πέρατα τῶν ἀρτηριῶν ἡ κένωσις τοῦ πνεύματος ἐξικνῆται, μεταχεῖσθαι συμβήσεται κατὰ τὰς ἀναστομώσεις ἐκ τῶν φλεβῶν εἰς αὐτὰς τὰς ἀρτηρίας αἷμα, καὶ τοῦτο μόνον τῷ κενουμένῳ πνεύματι, τὸ μὲν ἀπὸ τῶν κάτω μερῶν τοῦ σώματος ἐπὶ τὴν κατὰ ῥάχιν ἀρτηρίαν καὶ τὴν καρδίαν ἀφικνεῖσθαι, κᾄπειθ’ οὕτως ἐπὶ τὴν μασχάλην, τὸ δ’ ἀπὸ τοῦ κατὰ τὴν κεφαλὴν ἐπὶ μὲν τὴν ἄνω φερομένην, τὴν προτέραν, ἑξῆς δ’ ἐπὶ τὸν τράχηλον καὶ τὴν τετρωμένην.
しかし、精気の流出が動脈の末端に最初に達するとき、吻合(連絡口)を通って静脈から動脈自体へと血液が流入することになり、この血液は流出していく精気のみに付き従って、一方(体の下部からの血液)は背骨に沿う動脈と心臓に達し、それからそのようにして脇の下へと達し、他方(頭部からの血液)は、まず上へと向かう前者の動脈へ、次いで首、そして傷ついた動脈へと達することになる。
οὕτω δὲ καὶ τὸ διὰ τῶν κατὰ τὴν χεῖρα πασῶν ἀρτηριῶν μεταληφθὲν αἷμα, τῷ πνεύματι συνακολουθοῦν, ἐπὶ τὴν διῃρημένην ἀρτηρίαν ἐγχυθήσεται, καὶ πᾶν οὕτω τὸ καθ’ ὅλον τὸν ὄγκον αἷμα ῥυήσεται πρὸς τὴν διαίρεσιν.
このようにしてまた、腕のすべての動脈を通って移行した血液も、精気に付き従って、傷つけられた動脈へと注ぎ込まれ、このようにして体全体の体積の中にあるすべての血液が、その傷口へと流れることになるだろう。
ἀλλὰ τοῦτο μὲν καὶ πάνυ ἀληθές.
しかし、このこと自体は極めて真実である。
φαίνεται δὲ διὰ μιᾶς ἀρτηρίας ἡστινοσοῦν τῶν ἀξιολόγων, εἰ μὴ κωλύσειας αὐτῶν τὴν ῥύσιν, ἅπαν ἐκκενούμενον τὸ καθ’ ὅλον τὸν ὄγκον αἷμα.
なぜなら、重要ないずれか一箇所の動脈からであっても、もしその流出を妨げなければ、体全体の体積の中にあるすべての血液が流出してしまうのが現に見られるからである。
μάχεται δ’, ὡς ἐδείξαμεν, οὐ τοῖς κατὰ τὰς ἀρτηρίας αἷμα περιέχειν φάσκουσιν, ἀλλ’ Ἐρασιστράτῳ τε καὶ τοῖς οἰκείοις, ὄργανα τοῦ ζωτικοῦ πνεύματος ὑπάρχειν αὐτάς.
しかし、私たちが示したように、このことは、動脈が血液を含んでいると主張する人々と矛盾するのではなく、動脈が生命の精気の器官として存在していると主張するエラシストラトスおよびその一派と矛盾するのである。