§4#1Πᾶσαν τοίνυν αὐτὴν ἀναλαβόντες βασανίσωμεν, ἐπεὶ τῶν ἄλλων ἀληθεστέρα φαίνεται.
それゆえ、その説全体を再び取り上げて吟味しよう。 なぜなら、それが他のものより真実らしく見えるからである。
οὐκοῦν ἔκ τε τοῦ ῥιπίζεσθαι τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας, κᾀκ τοῦ συμμέτρως ἐμψύχεσθαι, κᾀκ τοῦ τὸ οἷον καπνῶδες αὐτῆς ἅπαν ἀποῤῥεῖν, ἓν ἀθροίζεται κεφάλαιον, ἡ σωτηρία τῆς κατὰ φύσιν θερμασίας.
それゆえ、生まれつきの熱の原理が煽られること、また、適度に冷却されること、そして、そのいわば煙のようなものがすべて流れ出ることの三つから、一つの要点がまとめられる。 すなわち、自然な熱の保存である。
εἰς ταύτας οὖν τὰς ἀρχὰς ἴδωμεν εἰ δυνατὸν ἀναγαγεῖν τὰ κατὰ μέρος ἅπαντα.
それゆえ、これらの原理へと、個々のすべての事例を還元することが可能かどうか見てみよう。
καὶ πρότερον προχειρισθήτω τὸ κατὰ τὰ βαλανεῖα συμβαῖνον, ἐν οἷς ἐπὶ πλέον διατρίψαντες ἐκλυόμεθα, τελευτῶντες δὲ καὶ ἀποθνήσκομεν.
そして、まず最初に、浴場において起こることが取り上げられるべきである。 そこでは、長く留まりすぎると私たちは疲弊し、最後には死に至ることさえある。
εἰ γὰρ, διότι θερμὸν ἀναπνέομεν, ἐχρῆν, φασὶ, καὶ τοὺς ὑπὲρ λέβητος ὕδατος θερμοῦ στάντας, εἶτα ἀναπνέοντας τὸν ἀναφερόμενον ἀτμὸν, ὁμοίως ἀδικεῖσθαι·
なぜなら、もし私たちが熱い空気を吸入するために疲弊するのだとすれば、温水の釜の上に立ち、立ち上る湯気を吸入する人々も同様に害を被るはずである、と彼らは言う。
οὐ μὴν φαίνεσθαι ἀδικουμένους·
しかし、害を被っているようには見えない。
ᾧ δῆλον, ὅτι μὴ διὰ τὴν ἀναπνεομένην θερμασίαν, ἀλλὰ διὰ τὴν ἐξ ὅλου τοῦ σώματος κένωσιν τοῦ πνεύματος ἐν τοῖς βαλανείοις ἐκλυόμεθα.
これにより明らかである、すなわち、私たちが浴場で疲弊するのは、吸入される熱のためではなく、体全体からのプネウマの排出のためであるということが。
πῶς οὖν καὶ ταύτην τὴν ἀμφισβήτησιν διαλύσομεν;
では、私たちはこの異議をどのように解決すべきだろうか。
ἢν τὸ μὲν συνημμένον ἀληθὲς εἶναι φήσωμεν, ὅτι δεῖ πνίγεσθαι τοὺς τὸν ἐκ λέβητος ἀτμὸν εἰσπνέοντας, εἴπερ ὅλως ἐμψύξεως ἕνεκεν ἀναπνεύ σαιεν, οὐ μὴν τήν γε πρόσληψιν αὐτῶν.
もし、そもそも冷却のために彼らが呼吸しているのであれば、釜からの湯気を吸入する人々は窒息するはずであるという仮言命題は真であると私たちが主張し、しかし彼らの小前提は真ではないと主張するならば、解決できるだろう。
ἀλλὰ μὴν οὐ πνίγονται· πνίγονται γὰρ οὐδὲν ἧττον τῶν ἐν τοῖς βαλανείοις οἱ τὸν ἐκ λεβήτων ἀτμὸν ἀναπνέοντες.
しかし、「彼らは窒息しない」と彼らは言うが、なぜなら、釜からの湯気を吸入する人々は、浴場にいる人々に劣らず窒息するからである。
εἰ δὲ καὶ μὴ πνιγόμεθα, θαυμαστὸν οὐδὲν ἂν ἦν ἴσως·
しかし、たとえ私たちが窒息しないとしても、それはおそらく何も驚くべきことではないだろう。
ἡ γὰρ καθ’ ὅλον τὸ σῶμα διαπνοὴ κατὰ τὰ βαλανεῖα τῇ διὰ τοῦ στόματος ὁμοίως βέβλαπται.
なぜなら、浴場においては、体全体にわたる発散が、口を通じたそれと同様に害されているからである。
οὐκ ἔστι δὲ ταὐτὸν τὸ κατὰ τὸ στόμα μόνον ἀναπνεῖν τινα κακῶς τῷ κατὰ τοῦτο καὶ καθ’ ὅλον τὸ σῶμα.
そして、誰かが口からだけ不十分に呼吸することと、口においても体全体においても不十分に呼吸することとは同じではない。
μεγίστη δ’ ἀπόδειξις ἐπὶ πολλῶν ἀῤῥώστων γίγνεται, δι’ ὅλης μὲν ἡμέρας ἱδρούντων κρισίμως, πολλῷ μᾶλλον ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν ἐκλυομένων ὁμοίως ἐκείνοις, οὐδὲ πνιγομένων ὅλως, ἔστ’ ἂν ἀναπνέωσι τὸν ἔξωθεν ἀέρα τὸν ψυχρόν.
そして最大の証拠は、多くの病人の場合に見られる。 彼らは、浴場においてよりもはるかに多く、一日中危急的に汗をかいているが、外部の冷たい空気を吸入している限りは、浴場にいる人々のように疲弊することはなく、また全く窒息することもない。
εἰ δὲ καὶ συνείρξας αὐτοὺς ἱματίοις τι θερμὸν ἀναπνεῖν ἀναγκάσαις, ἀποπνίξαις αὐτίκα.
しかし、もしあなたが彼らを衣服で包み込み、何か熱いものを呼吸することを強いるならば、あなたは即座に彼らを窒息させるだろう。
τοὺς μέντοι κατεψυγμένους καὶ ῥιγοῦντας οὕτως συνείρξας οὐχ ὅπως οὐκ ἀποπνίξῃ, ἀλλ’ οὐδ’ ἀδικήσεις οὐδὲν, ἄχρις ἂν ἐκθερμανθέντες τύχωσι·
しかし、冷え切って震えている人々をそのように包み込んでも、窒息させないばかりか、いかなる害も与えない、彼らが温まるまでは。
τηνικαῦτα δ’ οὐκέθ’ ὑπομένουσιν, ὡς μὴ σύνηθες.
しかし、その時には彼らはもはや耐えられない、適していないために。
ἐξ ὧν ἁπάντων δῆλον, ὡς οὐ διὰ τὸ κενούμενον ἐξ ὅλου τοῦ σώματος ἐν τοῖς βαλανείοις πνεῦμα καταλυόμεθά τε καὶ τελευτῶμεν τὸν βίον, ἀλλὰ διὰ τὴν θερμασίαν.
これらすべてから明らかである、すなわち、私たちが浴場で衰弱し命を終えるのは、体全体から排出されるプネウマのためではなく、熱のためであるということが。
θαυμάσαι δὲ ἔστιν οὐ τῶν ἄλλων τοσοῦτον Ἐρασίστρατον, τῶν τοιούτων φαινομένων κατατολμῶντα καταψεύσασθαι, ὃν οὐκ εἰκὸς ἄπειρον εἶναι τῆς διὰ τοῦ πίθου πυρίας τῶν ὑδερικῶν, εὐδοκιμησάσης οὐχ ἥκιστα τῶν ἄλλων παλαιῶν παρὰ Χρυσίππῳ τῷ Κνιδίῳ.
しかし、他の人々よりも、このような明らかな現象に対してあえて虚偽を述べるエラシストラトスを驚嘆せざるを得ない。 彼は、水腫患者に対する大甕を用いた温熱療法の経験がないとは考えられないからである。 それはクニドスのクリュシッポスにおいて、他の古代の治療法の中でも特に評判の高いものであった。
κενοῦνται γὰρ οὗτοι τὸ πᾶν σῶμα πολὺ θᾶττόν τε καὶ μᾶλλον, ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν πνίγονταί γε διὰ τὸ ψυχρὸν εἰσπνεῖν ἀέρα.
なぜなら、彼らは体全体を、浴場におけるよりもはるかに速く、かつ大量に排出するが、冷たい空気を呼吸しているがゆえに、決して窒息することはないからである。
τούτου δ’ ἄν τις αὐτοὺς στερήσειεν, ἀποθνήσκουσιν ἐν τάχει.
しかし、もし誰かが彼らからこれを奪うならば、彼らは速やかに死んでしまう。
πῶς οὖν, φασὶν, ἔν τε τοῖς βαρυόδμοις βαράθροις, καὶ τοῖς νεωστὶ κεχρισμένοις οἴκοις τιτάνῳ, καὶ πρὸς τῆς τῶν ἐσβεσμένων ἀνθράκων ὀσμῆς πνιγόμεθα;
では、なぜ、と彼らは言う、私たちは悪臭の漂う深穴や、新しく石灰を塗られた部屋の中、あるいは消された炭の臭いによって窒息するのだろうか。
κατὰ μὲν τὸν Ἐρασίστρατον, ὅτι λεπτὸς ὢν ἐν ταῖς τοιαύταις καταστάσεσιν ὁ ἀὴρ οὐ στέγεται πρὸς τῶν ἀρτηριῶν, ἀλλ’ ἐκκενοῦται ῥᾳδίως, καὶ ἐνδείᾳ πνεύματος ἀπόλλυται τὸ ζῶον.
エラシストラトスによれば、そのような状態においては空気が希薄であるため、動脈によって保持されずに容易に排出され、プネウマの不足によって動物は死ぬのである。
ἡμεῖς δέ φαμεν, ὅτι οὐδὲν ἐξετέλεσεν, ὡς Ἐρασιστράτου δείξαντος, ἢ λεπτὸν ἐν τοῖς τοιούτοις τὸν ἀέρα γιγνόμενον, ἢ μὴ στεγόμενον τοῖς ζώων σώμασιν, ἢ μὴ τῆς ἀληθοῦς αἰτίας ἑτέρας οὔσης, ἢ χαλεπῆς ὑπαρχούσης εὑρεθῆναι.
しかし私たちは言う、エラシストラトスが示したようなことは何一つ証明されていないと、すなわちそのような場所において空気が希薄になるということ、あるいは動物の体によって保持されないということ、あるいは真の原因が他にあるか、あるいは発見するのが困難であるということなどは。
μακρότερα μὲν οὖν ἀναγκαζόμεθα λέγειν πρὸς τὰ εἰρημένα, χρὴ δὲ, ὅσον οἷόν τε, πειρᾶσθαι τεμεῖν αὐτὰ συντομώτερον.
それゆえ、私たちは言われたことに対して、より長く語ることを強いられているが、できる限り、それらをより簡潔に切り詰めるよう試みるべきである。
εἰ δ’ οὐδὲν ἔχω φάναι, τὰς πολλὰς ἀντιλογίας περικόψας, τοῦ φαίνεσθαι τὰς κινήσεις τῶν ἀρτηριῶν ἐν ταῖς τοιαύταις διαθέσεσι μηδὲν ἀπολειπομένας μεγέθει τε καὶ χρόνῳ τῶν ἔμπροσθεν, ὡς ἂν πλήρεις οὔσας δηλονότι τοῦ δι’ αὐτῶν φερομένου πνεύματος.
多くの反論を切り捨てるなら、そのような状態において動脈の運動が大きさや時間において以前のものと何ら劣っていないように見えること(これは明らかに動脈を通って運ばれるプネウマで満ちていることを示している)を差し置いて、私が言うべきことは他に何もない。
ἐχρῆν δ’ αὐτὰς μὴ ὅτι θᾶττον ἢ μικρότερον φαίνεσθαι σφυζομένας, ἀλλ’ ἀσφύκτους γίνεσθαι παντάπασιν, ὡς ἐστερημένας τελέως τοῦ πληροῦντος αὐτῶν τὰς κοιλίας ἀέρος.
しかし、それらは、より速く、あるいはより小さく拍動しているように見えるべきであっただけでなく、完全に無脈になるべきであった、それらの空洞を満たしている空気を完全に奪われているものとして。
ἀλλ’ εἰ τὴν Ἐρασιστράτου, φασὶ, διαβάλλεις αἰτίαν, εἰπέ.
「しかし、もしあなたがエラシストラトスの説明を論破するなら、言え」と彼らは言う。
λέξω δὲ, ἐὰν πρότερον ὑμεῖς εἴπητέ μοι, διὰ ποίαν αἰτίαν θαλάττιοι ζωγρεῖς νάρκης ἁψάμενοι ναρκῶσι.
私も言おう、もしあなたがたがまず私に、どのような原因によって、海の漁師たちがシビレエイに触れると痺れるのかを言ってくれるならば。