§4#1Πᾶσαν τοίνυν αὐτὴν ἀναλαβόντες βασανίσωμεν, ἐπεὶ τῶν ἄλλων ἀληθεστέρα φαίνεται.
因此,让我们重新将这一学说整体拿来进行检验,因为它似乎比其他的更为真实。
οὐκοῦν ἔκ τε τοῦ ῥιπίζεσθαι τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας, κᾀκ τοῦ συμμέτρως ἐμψύχεσθαι, κᾀκ τοῦ τὸ οἷον καπνῶδες αὐτῆς ἅπαν ἀποῤῥεῖν, ἓν ἀθροίζεται κεφάλαιον, ἡ σωτηρία τῆς κατὰ φύσιν θερμασίας.
所以,从对先天热量之原理的煽动、适度的冷却、以及其所有烟雾般废物的流出,这三者总结出一个核心要点:即自然热量的保存。
εἰς ταύτας οὖν τὰς ἀρχὰς ἴδωμεν εἰ δυνατὸν ἀναγαγεῖν τὰ κατὰ μέρος ἅπαντα.
那么,让我们来看看,是否可以将所有具体的情况都归结为这些原理。
καὶ πρότερον προχειρισθήτω τὸ κατὰ τὰ βαλανεῖα συμβαῖνον, ἐν οἷς ἐπὶ πλέον διατρίψαντες ἐκλυόμεθα, τελευτῶντες δὲ καὶ ἀποθνήσκομεν.
首先,应当着手处理在浴场中所发生的事情,在浴场中停留过久我们会虚脱,最终甚至会死亡。
εἰ γὰρ, διότι θερμὸν ἀναπνέομεν, ἐχρῆν, φασὶ, καὶ τοὺς ὑπὲρ λέβητος ὕδατος θερμοῦ στάντας, εἶτα ἀναπνέοντας τὸν ἀναφερόμενον ἀτμὸν, ὁμοίως ἀδικεῖσθαι· οὐ μὴν φαίνεσθαι ἀδικουμένους· ᾧ δῆλον, ὅτι μὴ διὰ τὴν ἀναπνεομένην θερμασίαν, ἀλλὰ διὰ τὴν ἐξ ὅλου τοῦ σώματος κένωσιν τοῦ πνεύματος ἐν τοῖς βαλανείοις ἐκλυόμεθα.
因为,正如他们所说,如果是因为我们吸入了热空气,那么站在热水锅上并吸入升起蒸汽的人也应该受到同样的伤害;然而他们看起来并没有受到伤害;由此可见,我们在浴场中虚脱并不是因为吸入的热量,而是因为整个身体排空了普纽玛。
πῶς οὖν καὶ ταύτην τὴν ἀμφισβήτησιν διαλύσομεν;
那么,我们将如何解决这个争议呢?
ἢν τὸ μὲν συνημμένον ἀληθὲς εἶναι φήσωμεν, ὅτι δεῖ πνίγεσθαι τοὺς τὸν ἐκ λέβητος ἀτμὸν εἰσπνέοντας, εἴπερ ὅλως ἐμψύξεως ἕνεκεν ἀναπνεύ σαιεν, οὐ μὴν τήν γε πρόσληψιν αὐτῶν.
如果我们说那个假言前提是真实的——即,如果他们确实为了冷却而呼吸,那么吸入锅中蒸汽的人必然会窒息——但并不赞同他们的前提。
ἀλλὰ μὴν οὐ πνίγονται· πνίγονται γὰρ οὐδὲν ἧττον τῶν ἐν τοῖς βαλανείοις οἱ τὸν ἐκ λεβήτων ἀτμὸν ἀναπνέοντες.
然而事实上,“他们并非窒息,”[他们会这样说];因为吸入锅中蒸汽的人,其窒息程度绝不亚于浴场中的人。
εἰ δὲ καὶ μὴ πνιγόμεθα, θαυμαστὸν οὐδὲν ἂν ἦν ἴσως· ἡ γὰρ καθ’ ὅλον τὸ σῶμα διαπνοὴ κατὰ τὰ βαλανεῖα τῇ διὰ τοῦ στόματος ὁμοίως βέβλαπται.
即使我们没有窒息,这或许也并不奇怪;因为在浴场中,通过全身的发散与通过口腔的发散受到了同样的损害。
οὐκ ἔστι δὲ ταὐτὸν τὸ κατὰ τὸ στόμα μόνον ἀναπνεῖν τινα κακῶς τῷ κατὰ τοῦτο καὶ καθ’ ὅλον τὸ σῶμα.
而某人仅通过口腔呼吸不畅,与通过口腔及全身都呼吸不畅,这并不是一回事。
μεγίστη δ’ ἀπόδειξις ἐπὶ πολλῶν ἀῤῥώστων γίγνεται, δι’ ὅλης μὲν ἡμέρας ἱδρούντων κρισίμως, πολλῷ μᾶλλον ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν ἐκλυομένων ὁμοίως ἐκείνοις, οὐδὲ πνιγομένων ὅλως, ἔστ’ ἂν ἀναπνέωσι τὸν ἔξωθεν ἀέρα τὸν ψυχρόν.
最大的证据出现在许多病人身上,他们整天关键性地出汗,比在浴场中要多得多,然而只要他们吸入外部的冷空气,他们就不会像那些人一样虚脱,也完全不会窒息。
εἰ δὲ καὶ συνείρξας αὐτοὺς ἱματίοις τι θερμὸν ἀναπνεῖν ἀναγκάσαις, ἀποπνίξαις αὐτίκα.
但如果你用衣物把他们包裹起来,强迫他们吸入某种温热的东西,你就会立刻让他们窒息。
τοὺς μέντοι κατεψυγμένους καὶ ῥιγοῦντας οὕτως συνείρξας οὐχ ὅπως οὐκ ἀποπνίξῃ, ἀλλ’ οὐδ’ ἀδικήσεις οὐδὲν, ἄχρις ἂν ἐκθερμανθέντες τύχωσι· τηνικαῦτα δ’ οὐκέθ’ ὑπομένουσιν, ὡς μὴ σύνηθες.
然而,如果你把那些受冻和战栗的人这样包裹起来,不仅不会让他们窒息,而且在他们变暖之前不会有任何伤害;但到了那个时候,他们就再也无法忍受了,因为这不合适。
ἐξ ὧν ἁπάντων δῆλον, ὡς οὐ διὰ τὸ κενούμενον ἐξ ὅλου τοῦ σώματος ἐν τοῖς βαλανείοις πνεῦμα καταλυόμεθά τε καὶ τελευτῶμεν τὸν βίον, ἀλλὰ διὰ τὴν θερμασίαν.
从这一切可以明显看出,我们在浴场中衰竭并结束生命,不是因为全身排空的普纽玛,而是因为热量。
θαυμάσαι δὲ ἔστιν οὐ τῶν ἄλλων τοσοῦτον Ἐρασίστρατον, τῶν τοιούτων φαινομένων κατατολμῶντα καταψεύσασθαι, ὃν οὐκ εἰκὸς ἄπειρον εἶναι τῆς διὰ τοῦ πίθου πυρίας τῶν ὑδερικῶν, εὐδοκιμησάσης οὐχ ἥκιστα τῶν ἄλλων παλαιῶν παρὰ Χρυσίππῳ τῷ Κνιδίῳ.
而我们不得不惊讶的,与其说是其他人,不如说是埃拉西斯特拉托斯,他竟敢对如此显而易见的现象捏造谎言,像他这样的人,不可能对用大瓮对水肿病人进行温热疗法没有经验,这在克尼多斯的克律西波斯那里,在其他古老疗法中尤其享有盛誉。
κενοῦνται γὰρ οὗτοι τὸ πᾶν σῶμα πολὺ θᾶττόν τε καὶ μᾶλλον, ἢ ἐν τοῖς βαλανείοις, οὐ μὴν πνίγονταί γε διὰ τὸ ψυχρὸν εἰσπνεῖν ἀέρα.
因为这些人排空全身的速度和程度比在浴场中要快得多、大得多,但由于他们吸入的是冷空气,所以绝不会窒息。
τούτου δ’ ἄν τις αὐτοὺς στερήσειεν, ἀποθνήσκουσιν ἐν τάχει.
但如果有人剥夺他们的冷空气,他们就会迅速死亡。
πῶς οὖν, φασὶν, ἔν τε τοῖς βαρυόδμοις βαράθροις, καὶ τοῖς νεωστὶ κεχρισμένοις οἴκοις τιτάνῳ, καὶ πρὸς τῆς τῶν ἐσβεσμένων ἀνθράκων ὀσμῆς πνιγόμεθα;
那么,他们说,为什么我们在恶臭的深坑里、在刚刷了石灰的房间里、以及在熄灭的木炭气味中会窒息呢?
κατὰ μὲν τὸν Ἐρασίστρατον, ὅτι λεπτὸς ὢν ἐν ταῖς τοιαύταις καταστάσεσιν ὁ ἀὴρ οὐ στέγεται πρὸς τῶν ἀρτηριῶν, ἀλλ’ ἐκκενοῦται ῥᾳδίως, καὶ ἐνδείᾳ πνεύματος ἀπόλλυται τὸ ζῶον.
根据埃拉西斯特拉托斯的说法,因为在这些情况下空气稀薄,无法被动脉保持,而是轻易被排空,动物因缺乏普纽玛而死亡。
ἡμεῖς δέ φαμεν, ὅτι οὐδὲν ἐξετέλεσεν, ὡς Ἐρασιστράτου δείξαντος, ἢ λεπτὸν ἐν τοῖς τοιούτοις τὸν ἀέρα γιγνόμενον, ἢ μὴ στεγόμενον τοῖς ζώων σώμασιν, ἢ μὴ τῆς ἀληθοῦς αἰτίας ἑτέρας οὔσης, ἢ χαλεπῆς ὑπαρχούσης εὑρεθῆναι.
但我们说,埃拉西斯特拉托斯并没有证明任何事情,无论是说在这些地方空气变稀薄,还是说它不被动物的身体所保持,或者说真实的原因不是另外一个,或者说它是难以发现的。
μακρότερα μὲν οὖν ἀναγκαζόμεθα λέγειν πρὸς τὰ εἰρημένα, χρὴ δὲ, ὅσον οἷόν τε, πειρᾶσθαι τεμεῖν αὐτὰ συντομώτερον.
因此,我们不得不对所说的话作更长篇幅的解释,但我们必须尽可能尝试将其剪裁得更简短。
εἰ δ’ οὐδὲν ἔχω φάναι, τὰς πολλὰς ἀντιλογίας περικόψας, τοῦ φαίνεσθαι τὰς κινήσεις τῶν ἀρτηριῶν ἐν ταῖς τοιαύταις διαθέσεσι μηδὲν ἀπολειπομένας μεγέθει τε καὶ χρόνῳ τῶν ἔμπροσθεν, ὡς ἂν πλήρεις οὔσας δηλονότι τοῦ δι’ αὐτῶν φερομένου πνεύματος.
如果我剪除许多反驳,而没有什么可说的话,除了指出这样一个事实:在这些状态下,动脉的运动在大小和时间上似乎与之前没有任何逊色,显然充满了通过它们运送的普纽玛。
ἐχρῆν δ’ αὐτὰς μὴ ὅτι θᾶττον ἢ μικρότερον φαίνεσθαι σφυζομένας, ἀλλ’ ἀσφύκτους γίνεσθαι παντάπασιν, ὡς ἐστερημένας τελέως τοῦ πληροῦντος αὐτῶν τὰς κοιλίας ἀέρος.
然而,它们不仅应该显得搏动得更快或更小,而且应该完全变得没有脉搏,因为它们完全被剥夺了充满其空腔的空气。
ἀλλ’ εἰ τὴν Ἐρασιστράτου, φασὶ, διαβάλλεις αἰτίαν, εἰπέ.
“但是,”他们说,“如果你否定埃拉西斯特拉托斯的解释,那就请说出你的解释。
λέξω δὲ, ἐὰν πρότερον ὑμεῖς εἴπητέ μοι, διὰ ποίαν αἰτίαν θαλάττιοι ζωγρεῖς νάρκης ἁψάμενοι ναρκῶσι.
”我也将说出来,只要你们先告诉我,为什么海里的渔夫摸到电鳐就会麻木。