§5#1Ὅπως οὖν ἀκριβεστέρα γένοιτο παντὸς τοῦ δόγματος ἡ βάσανος, ἀρξώμεθα τῶν προειρημένων κεφαλαίων ἀπὸ τοῦ τελευταίου.
したがって、この説全体の検証がより正確になるように、前述の要点のうち最後のものから始めよう。
τί δή ποτε γὰρ εἰσπνεόντων ἡ τῶν ὀσμῶν αἴσθησις γίγνεται, κατ’ ἄλλον δὲ οὐδένα χρόνον, εἴπερ ἐν τοῖς τῆς ῥινὸς πόροις ἡ γένεσις αὐτῆς ἐστιν, ἐπισκεπτομένοις ἡμῖν ἓν τοῦτο μόνον ηὑρίσκετο πιθανὸν, ὡς μὴ κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ τῆς ῥινὸς χιτῶνος, ἀλλὰ διὰ βάθους συχνοῦ τὸ τῆς ὀσφρήσεως ὄργανον τετάχθαι, πόρων μέν τινων ἐπ’ αὐτὸ τεινόντων, οὐ μὴν ἀνεῳγμένων γε διὰ παντὸς, ἀλλ’ οἷον ἐπιθήματά τινα ἐχόντων ὑμενώδη λεπτά· τούτων δ’ ἐν ταῖς εἰσπνοαῖς ὑπὸ τῆς ῥύμης τοῦ πνεύματος ἀνοιγομένων, οὕτως ἀφικνεῖσθαι τὸ αἰσθητὸν ἐπὶ τὸ διαγνωστικὸν αὐτοῦ μόριον.
というのも、もし匂いの発生が鼻の通路の中にあるとすれば、なぜ一体、吸気しているときにだけ嗅覚の知覚が生じ、他のいかなる時にも生じないのかを、考察している私たちにとって、ただこの一つのことだけが説得力があるように見出されたからである。 すなわち、嗅覚の器官は鼻の被膜の外側の表面にではなく、かなりの深さを通って配置されており、ある通路がそれに向かって伸びているが、それらは決して常に開いているわけではなく、あたかも何らかの薄い膜のような蓋を持っており、吸気において呼吸の勢いによってこれらが開かれるとき、そのようにして感覚対象がその判定部位へと到達するのだという説である。
ἔοικε δέ τι τοιοῦτον καὶ Ἀριστοτέλης ἔν τε τῷ δευτέρῳ περὶ ψυχῆς κᾀν τῷ περὶ αἰσθήσεως καὶ αἰσθητῶν·
アリストテレスもまた『魂について』第二巻、および『感覚と感覚されるものについて』において、そのような何かを言っているように思われる。
ἐπιγράφεται δὲ τοῦτο καὶ δι’ ἕτερον τρόπον ᾧδε, περὶ αἰσθήσεως καὶ αἰσθητηρίων, ἐπειδὴ τὰ τῶν αἰσθήσεων ὄργανα καλεῖν οὕτως ἔθος ἐστὶν καὶ Ἀριστοτέλει.
なお、この著作は別の仕方で『感覚と感覚器官について』とも題されている。 なぜなら、感覚の器官をそのように呼ぶのがアリストテレスにとっても慣習だからである。
κατὰ μὲν οὖν τὸ δεύτερον περὶ ψυχῆς ταυτὶ γέγραπται·
したがって、まず『魂について』第二巻には、以下のように書かれている。
Οὕτως μὲν οὖν καὶ τὸ ὀσφραντικὸν ὄργανον τοῖς μὲν ἀκαλυφὲς, ὥσπερ τὸ ὄμμα· τοῖς δὲ τὸν ἀέρα δεχομένοις ἔχει ἐπικάλυμμα, ὃ ἀναπνεόντων ἀποκαλύπτεσθαι, διευρυνομένων τῶν φλεβῶν καὶ τῶν πόρων.
「したがってこのように、嗅覚器官も、あるものたちにとっては目のように覆いがないが、空気を容れるものたちにとっては覆いを持っており、それは彼らが呼吸するときに、血管や通路が広げられることによって覆いが取られる。
ἐν δὲ τῷ περὶ αἰσθήσεως καὶ αἰσθητηρίων τάδε φησί·
」また『感覚と感覚器官について』において彼は以下のように言っている。
Ἀλλὰ τοῖς μὲν ἀναπνέουσι τὸ πνεῦμα ἀφαιρεῖ τὸ ἐπικείμενον, ὥσπερ πῶμά τι, διὸ οὐκ αἰσθάνεται μὴ ἀναπνέοντα·
「しかし、呼吸するものたちにとっては、息が、あたかも一種の蓋のように上に載っているものを取り除く。 それゆえ彼らは呼吸していないときには知覚しない。
τοῖς δ’ οὐκ ἀναπνέουσιν ἀφῄρηται τοῦτο·
他方、呼吸しないものたちにとっては、これは取り除かれている。
καθάπερ ἐπὶ τῶν ὀφθαλμῶν τὰ μὲν ἔχει βλέφαρα τῶν ζώων, ὧν μὴ ἀνακαλυφθέντων οὐ δύναται ὁρᾷν, τὰ δὲ σκληρόφθαλμα οὐκ ἔχει, διόπερ οὐ προσδεῖται οὐδενὸς τοῦ ἀνακαλύψοντος, ἀλλ’ ὁρᾷ ἐκ τοῦ δυνατοῦ ὁρᾷν αὐτῷ εὐθύς.
ちょうど眼に関して、ある動物はまぶたを持っており、それが開かれないときには見ることができないが、硬い眼を持つものはまぶたを持っておらず、それゆえ開くためのいかなるものも必要とせず、ただ見る能力があることから直ちに見るのである。
αὗται μὲν αἱ τοῦ Ἀριστοτέλους ῥήσεις, οὐδ’ ὅλως ἐπιχειρήσαντος ζητῆσαι μόριον, ἐν ᾧ πρώτως τὴν τῶν ὀσμῶν αἴσθησιν ἔχομεν.
」これらがアリストテレスの言葉であるが、彼は、私たちがその中で第一に嗅覚の知覚を持つ部位を追求しようとは全く試みなかった。
ἀλλὰ καὶ τὸ λεγόμενον ὑπ’ αὐτοῦ περὶ τῶν ἀνακαλυπτομένων πόρων ἀδύνατον μὲν οὐκ ἔστιν, ὥσπερ ἔνια τῶν λεγομένων ὑπό τινων, οὐ μὴν δυνατόν γε συστῆναι κατὰ τοὺς πόρους τῆς ῥινός.
しかし、開かれる通路に関して彼によって言われていることも、他の人々によって言われているいくつかのことのように不可能ではないが、鼻の通路において成立することは到底不可能である。
ἐπὶ μέν γε τῶν βλεφάρων ἡ κίνησις κατὰ τὴν ἡμετέραν ἐπιτελεῖται προαίρεσιν, καὶ διὰ τοῦτο ἔξεστιν ἡμῖν, ὁπότε βουλόμεθα, καὶ κλείειν αὐτοῖς καὶ ἀνοίγειν·
まぶたにおいては、その運動は私たちの意志に従って行われ、それゆえ私たちは望むときにはいつでも、それらを閉じたり開いたりすることができる。
ἐπὶ δὲ τῆς τῶν ὀσμῶν αἰσθήσεως οὐχ ᾧδ’ ἔχει.
しかし、嗅覚の知覚においてはそのようにはなっていない。
συμβεβηκὸς γάρ ἐστι ταῖς εἰσπνοαῖς τὸ κατὰ τὴν ἄνοιξιν τῶν πόρων, οὐχ ἡμέτερον ἔργον.
なぜなら、通路の開放は吸気にとって付帯的な出来事であり、私たちの能動的な働きではないからである。
πῶς οὖν συμβήσεται, σκεπτέον ἐφεξῆς.
それゆえ、それがどのようにして起こるのか、次に考察せねばならない。
καίτοι γε δίκαιος ἦν ὁ Ἀριστοτέλης, ὁ πατὴρ τοῦ λόγου, κατεσκευακέναι μὲν τὴν ἑαυτοῦ δόξαν, οὐκ ἀποφῃνάμενος ἁπλῶς, ἡμῖν ἐπιτρέψας περὶ τῆς ἐκείνου γνώμης ἀπομαντεύσασθαι, μηδὲν εἰπόντος σαφὲς, ὥστε οὐδὲ κατασκευὴν ἣν λέγει τῶν πόρων ἐδήλωσεν, εἴτ’ ἐν τῷ χιτῶνι τῶν μυκτήρων, εἴτ’ ἐν ἄλλῳ τινὶ μέρει βούλεται τούτους δὴ τοὺς ὀσφρητικοὺς πόρους ὑπάρχειν.
もっとも、その説の創始者であるアリストテレスは、単に言明するだけでなく、自らの説を立証すべきであった。 彼は私たちに彼の意見について推測することを委ねてしまい、何ら明確なことを言わなかったので、彼が言うところの通路の構造についても、それが鼻孔の被膜にあるのか、あるいは他のいかなる部分にこれらの嗅覚の通路が存在することを彼が望んでいるのかを明らかにさえしなかった。
ἀλλ’ ὅτι γε μὴ κατὰ τοὺς μυκτῆρας, ἐνθένδε δῆλον.
しかし、少なくとも鼻孔においてではないということは、以下のことから明らかである。
εἰ γὰρ οὕτως ἔχοιεν, ἡ φορὰ τοῦ προσπίπτοντος ἔξωθεν ἀέρος ἀνοίγνυσιν αὐτοὺς, ἐὰν καὶ χωρὶς τῆς εἰσπνοῆς ἐμπίπτῃ τὸ πνεῦμα.
なぜなら、もしそのようになっているなら、たとえ吸気なしに息が吹き込むとしても、外部から吹き付ける空気の流れがそれらを開くはずだからである。
ὅτι δὲ οὐκ ἐργάζεται, σαφῶς ἔνεστι θεάσασθαι, πρῶτον μὲν αὑτῷ τεχνησάμενον κίνησιν ἀέρος ἐν οἴκῳ σμικρῷ μεστῷ σφοδροτάτης ὀσμῆς, δεύτερον δὲ καὶ πρὸς ἄνεμον τρέψαντα τοὺς μυκτῆρας ἐν τούτῳ τῷ χωρίῳ, καὶ τρίτον ἐπιθέντα κατὰ τῶν μυκτήρων ἕν τι τῶν ὀργάνων τῶν δυναμένων ὠθεῖν ἀέρα.
しかし、それが機能しないことは、はっきりと観察することができる。 第一に、きわめて強い匂いに満ちた狭い部屋の中で、自らのために空気の運動を作り出すことによって、第二に、またその場所で鼻孔を風に向けることによって、第三に、空気を押し出すことのできる道具の一つを鼻孔に当てることによって。
καλαμίσκοι δ’ εἰσὶ τοιοῦτοι, καὶ κύστεις εὐθύτρητοι, καὶ πρὸς ἑαυτῶν ἔχουσαι κέρατα.
そのような道具とは、小さな管や、まっすぐな穴のあいた、それ自体に管を取り付けた袋である。
ἀλλά τοι, τούτων πάντων κινούντων ἀέρα, διάγνωσις οὐδεμία γίγνεται τῆς ὀσμῆς.
しかし、これらすべてが空気を動かしても、匂いの識別はまったく起こらない。
οὐ μὴν τοῦτ’ ἔστιν εἰπεῖν, ὡς τοιαύτη κίνησίς ἐστι τῶν κατὰ τὸν χιτῶνα πόρων, οἵα τῶν τῆς καρδίας κοιλιῶν, ὧν διαστελλομένων, ἀνοίγνυσθαι συμβαίνει τὰ στόματα τῶν εἰσαγόντων τὰς ὕλας ἀγγείων.
さらに、被膜に沿った通路の運動が、心臓の心室の運動のようなものであると言うこともできない。 心室が拡張するときには、物質を運び入れる血管の開口部が開くことになるのだが。
ἤτοι γὰρ κατὰ τὴν ἡμετέραν προαίρεσιν ἔνεστιν ὑποθέσθαι τὴν κίνησιν γίνεσθαι τῶν πόρων, ἢ χωρὶς προαιρέσεως, οἵα καὶ τῆς καρδίας ἐστί.
なぜなら、通路の運動が起こるのを、私たちの意志に従うものとして仮定するか、あるいは心臓のそれのように、意志とは無関係なものとして仮定するかのいずれかだからである。
εἰ μὲν οὖν κατὰ τὴν ἡμετέραν προαίρεσιν, δεήσει καὶ χωρὶς τῆς εἰσπνοῆς διασταλεῖσιν αὐτοῖς αἰσθέσθαι τῆς ὀσμῆς·
それゆえ、もし私たちの意志に従うものであるなら、たとえ吸気なしでも、それらを拡張させて匂いを知覚することができるはずである。
εἰ δὲ φυσικῶς ᾖ, εὔδηλον, ὅτι καὶ οὕτως ἄνευ τῆς εἰσπνοῆς.
他方、もし自然的なものであるなら、この場合も同様に吸気なしで知覚されることは明白である。
ἀλλὰ μὴν οὐδέποτε χωρὶς τῆς εἰσπνοῆς αἰσθανόμεθα.
しかし、私たちは決して吸気なしには知覚しないのである。