§4Λείπει τοίνυν ἐπισκέψασθαι περὶ τοῦ λοὶ ποῦ πέρατος τῶν κατὰ τὴν ῥῖνα πόρων, ὃ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἐπὶ τὸν ἐγκέφαλον ἀναφέρεται.
それゆえ、鼻に沿った通路の残りの末端について考察することが残されている。 それは篩骨を通じて脳へと上っている。
ἀλλὰ κᾀνταῦθα τὰ μὲν τῆς κατασκευῆς ὅμοια, χιτὼν ὑπαλείφων τὸν πόρον, ὡσαύτως ἔχων τῷ κάτω κατὰ τὴν οἰκείαν οὐσίαν καὶ τὴν τῶν νεύρων ἰσχνότητα, τὰ δὲ ἀπὸ τῶν συμβεβηκότων ἕτερα.
しかし、ここでも構造の点では同様であり、通路を内張りしている被膜は、固有の実質および神経の細さにおいて下方のそれと同様の状態にあるが、属性から生じる点では異なっている。
κατὰ γάρ τοι τὴν εἰσπνοὴν ἐγχωρεῖ τὸν ἐγκέφαλον αὐτὸν ἐνεργοῦντα καὶ διαστέλλοντα τὸν θώρακα διὰ τῶν οἰκείων ἀποβλαστημάτων ἐπισπάσαι τι καὶ πρὸς τὰς ἑαυτοῦ κοιλίας.
なぜなら、吸気においては、脳自体が活動し、固有の派生物を通じて胸郭を拡張させつつ、自らの脳室の方へと何かを引き入れることが可能だからである。
οὐ μὴν ἀδύνατον τοῦτο, ἀλλὰ κινοῦντι βραχυτάτην ἑαυτοῦ παρέχεσθαι κίνησιν εἰς ἑαυτόν τε καὶ ἐξ ἑαυτοῦ, πιλούμενον μὲν, ἡνίκα εἰς ἑαυτὸν συνάγηται, χεόμενον δὲ, ὁπόταν ἀποτείνηται πάντα·
これは決して不可能ではなく、むしろ動くことで、自己の内へ、また自己の外への、極めてわずかな自己の運動を示すことが可能なのである。 自己の内へと縮まるときには圧縮され、全体に引き伸ばされるときには拡散しつつ。
συνακολουθεῖν δὲ αὐτῷ κατὰ τὸ συνεχὲς, ἐπειδὰν εἰς ἑαυτὸν συνάγηται τὸν ἔξωθεν ἀέρα, καθάπερ γε καὶ ἀντεκπνεῖσθαι πάλιν, ἐπειδὰν χέηται.
そして、自己の内へと縮まるときに外の空気がそれに連続して追従し、ちょうど拡散するときに再び逆に吐き出されるようになるのである。
τοῦθ’ ἡμῶν σκοπουμένων ποτὲ, κατά τινα τύχην συνέβη βεβλαμμένον ἄνθρωπον ἐκ κορύζης τε καὶ κατάῤῥου πολυχρονίου τὴν αἰσθητικὴν ὄσφρησιν ἐπὶ τὴν τοῦ μελανθίου βοήθειαν ἀφικέσθαι.
かつて私たちがこのことを考察していたとき、ある偶然によって、長引く鼻カタルと流出によって嗅覚の感覚機能を損なわれたある人が、ニゲラによる治療にたどり着いた。
κόπτεται δὲ ἀκριβῶς τοῦτο χάριν τοῦ χνοῶδες γενέσθαι, καὶ ἔπειτα μιχθὲν ἐλαίῳ παλαιῷ τρίβεται μετ’ ἐκείνου πάλιν ἐπιμελῶς·
これは、微細な粉末状になるように細かく砕かれ、その後、古い油と混ぜ合わされて、それとともに再び念入りにすり潰される。
εἶτα πληρώσας ὁ θεραπευόμενος ὕδατος τὸ στόμα, καὶ τὴν κεφαλὴν ἀνανεύσας, ἐπὶ πλεῖστον ἐγχεόμενον διὰ τῶν μυκτήρων τὸ φάρμακον εἰσπνέων ἕλκει σφοδρότερον.
それから、治療を受ける者は口を水で満たし、頭を後ろに傾けて、鼻孔からたっぷりと注ぎ込まれるその薬を、吸気しながらより強く吸い込む。
ἐπὶ δὲ τριῶν ἐφεξῆς ἡμερῶν ὁ νεανίσκος χρησάμενος τῷ βοηθήματι, μεγάλως ὤνατο.
この若者は三日続けてこの治療法を用いたところ、大いに効果があった。
φιλοτιμότερον δὲ εἰσπνεύσας τῇ τετάρτῃ τῶν ἡμερῶν, ἰσχυρᾶς ᾔσθετο δήξεως ἐν τῷ βάθει τῆς κεφαλῆς, καὶ μάλιστ’ αὐτῆς κατὰ βραχὺ μειουμένης, παντάπασιν ἐπαύσατο κατὰ τὴν ὑστεραίαν.
四日目にはより強く吸い込んだため、頭の奥深くに強い刺激を感じ、特にそれが徐々に減少して、翌日にはすっかり治まった。
ἐδόκει τοιγαροῦν ἡμῖν ἐνηνέχθαι τι τοῦ μελανθίου κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας, ὃ προσιζῆσαν ἤτοι τοῖς χοροειδέσι πλέγμασιν, ἴσως δὲ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ, παρασχεῖν τὴν ὀδύνην.
それゆえ、ニゲラの一部が脳の脳室へと運ばれ、それが脈絡叢、あるいはおそらく脳自体に付着して、痛みを引き起こしたのだと私たちには思われた。
ὁμολογεῖν δὲ φαίνεται τοῖσδε καὶ τὸ δεῖν ἀτμοειδές πως εἶναι τὸ τῶν ὀσμῶν ἴδιον ὄργανον.
そして、嗅覚の固有の器官がある種蒸気のようなものであるべきだということも、これらの事実と合致しているように思われる。
καὶ διὰ τοῦθ’, ἕνεκα τοῦ βεβαίως πεισθῆναι, καὶ ἄλλῳ τινὶ καὶ ἄλλῳ καὶ πολλοῖς ἐφεξῆς οἰκέταις ἐνεχέαμεν τοῦ φαρμάκου, σφοδρῶς ἀναπνεῦσαι κελεύσαντες.
そしてこのため、確信を得るために、次から次へと他の、多くの使用人たちにその薬を注ぎ入れ、強く呼吸するように命じた。
ἐξ ὧν ἔνιοι μὲν οὐδ’ ὅλως, ἔνιοι δὲ ἀμυδρῶς, εἰσὶ δ’ οἳ καὶ σαφῶς ᾔσθοντο δήξεως ἐν τῷ βάθει τῆς κεφαλῆς.
彼らのうち、ある者は全く感じず、ある者はかすかに、またある者ははっきりと、頭の奥に刺激を感じた。
ἡμεῖς μὲν οὖν ἔκ τε τούτων ἀναλογιζόμενοι καὶ τῶν ἄλλων τῶν προειρημένων ἐν ταῖς προσθίαις κοιλίαις τοῦ ἐγκεφάλου τὴν τῶν ὀσφρητῶν αἴσθησιν ἐπιστεύομεν γίγνεσθαι.
したがって私たちは、これらのことや先に述べた他の事柄から推論して、脳の前室においてにおい対象の知覚が起こると信じるに至った。
προσήρχοντο δὲ ἡμῖν ἐξ ἐπιμέτρου πίστεις οὐ σμικραί·
さらに、おまけとして少なからぬ確証が私たちに加わった。
πρώτη μὲν ἡ τῶν πταρμῶν, ὠφελούντων ἐναργῶς τῷ βάρει τῆς κεφαλῆς, ὅταν ὑπὸ ἀτμῶν παχέων ὁ ἐγκέφαλος ἐμπλησθῇ·
第一にはくしゃみであり、脳が濃い蒸気で満たされているときに、それは頭の重さに明らかに効果がある。
δευτέρα δὲ, ὅτι πληροῦταί τε καὶ θερμαίνεται κατὰ τὰς τῆς ἀναπνοῆς ἐπισχέσεις ὁ ἐγκέφαλος, ὡς ὀλίγον ὕστερον ἐρῶ·
第二には、少し後で述べるように、呼吸の停止において脳が満たされ、また温められるということである。
εἰκὸς οὖν ἐστι, δεῖσθαι τῆς μὲν ἐκπνοῆς αὐτὸν ἕνεκα τοῦ τὰ λυποῦντα κενῶσαι, τῆς δ’ εἰσπνοῆς ἀναψύξεως χάριν·
したがって、それが有害なものを排出するために呼気を必要とし、冷却のために吸気を必要とするというのは、理にかなっている。
ἔτι τε τρίτον, τούτοις ἐγκεκαυμένης ἢ καὶ ἄλλως ὁπωσοῦν θερμῆς τῆς κεφαλῆς, αἰσθανόμεθα τήν τε τῶν ῥόδων ὀσμὴν καὶ τινῶν ἄλλων, ὅσα προσηνῶς ἐκψύχει, ἐπιφανῶς ἰᾶσθαι τὴν θέρμην·
さらに第三に、これらによって、あるいは他のいかなる形であれ頭が熱くなっているとき、薔薇の匂いや、優しく冷やすその他のものの匂いが、その熱を明らかに治癒するのを私たちは実感する。
οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ μηδένα τρόπον ἐγχωρεῖν ἐν τῷ ῥινὸς χιτῶνι τὴν αἴσθησιν γίνεσθαι τῶν ὀσμῶν·
そればかりか、鼻の被膜において嗅覚の知覚が起こることはいかなる方法によっても不可能である。
ὃ γὰρ εἶχε μόνον βραχὺ τὸ πιθανὸν ὑπ’ Ἀριστοτέλους εἰρημένον, ἐξεταζόμενον ηὑρίσκετο ψεῦδος.
なぜなら、アリストテレスによって語られた、唯一わずかに説得力を持っていた主張も、吟味されると誤りであることが判明したからである。