§4Λείπει τοίνυν ἐπισκέψασθαι περὶ τοῦ λοὶ ποῦ πέρατος τῶν κατὰ τὴν ῥῖνα πόρων, ὃ διὰ τῶν ἠθμοειδῶν ὀστῶν ἐπὶ τὸν ἐγκέφαλον ἀναφέρεται.
因此,接下来需要考察沿鼻腔通道的其余末端,它通过筛骨向上通往大脑。
ἀλλὰ κᾀνταῦθα τὰ μὲν τῆς κατασκευῆς ὅμοια, χιτὼν ὑπαλείφων τὸν πόρον, ὡσαύτως ἔχων τῷ κάτω κατὰ τὴν οἰκείαν οὐσίαν καὶ τὴν τῶν νεύρων ἰσχνότητα, τὰ δὲ ἀπὸ τῶν συμβεβηκότων ἕτερα.
但在这里,结构方面的情况是类似的——有一层被膜涂抹在通道内侧,在其固有的实体以及神经的细小方面与下方的被膜相同——但在属性方面的情况却有所不同。
κατὰ γάρ τοι τὴν εἰσπνοὴν ἐγχωρεῖ τὸν ἐγκέφαλον αὐτὸν ἐνεργοῦντα καὶ διαστέλλοντα τὸν θώρακα διὰ τῶν οἰκείων ἀποβλαστημάτων ἐπισπάσαι τι καὶ πρὸς τὰς ἑαυτοῦ κοιλίας.
因为在吸气时,大脑自身在活动,并通过自身的派生物扩张胸腔的同时,也能够向其自身的脑室中吸入一些东西。
οὐ μὴν ἀδύνατον τοῦτο, ἀλλὰ κινοῦντι βραχυτάτην ἑαυτοῦ παρέχεσθαι κίνησιν εἰς ἑαυτόν τε καὶ ἐξ ἑαυτοῦ, πιλούμενον μὲν, ἡνίκα εἰς ἑαυτὸν συνάγηται, χεόμενον δὲ, ὁπόταν ἀποτείνηται πάντα· συνακολουθεῖν δὲ αὐτῷ κατὰ τὸ συνεχὲς, ἐπειδὰν εἰς ἑαυτὸν συνάγηται τὸν ἔξωθεν ἀέρα, καθάπερ γε καὶ ἀντεκπνεῖσθαι πάλιν, ἐπειδὰν χέηται.
这绝非不可能,相反,当大脑运动时,它能够向内及向外展现出自身极微小的运动:当它向内收缩时被压缩,当它完全伸展时则舒张;并且当它向内收缩时,外面的空气会连续地追随它,正如当它舒张时,空气又会被反向吐出一样。
τοῦθ’ ἡμῶν σκοπουμένων ποτὲ, κατά τινα τύχην συνέβη βεβλαμμένον ἄνθρωπον ἐκ κορύζης τε καὶ κατάῤῥου πολυχρονίου τὴν αἰσθητικὴν ὄσφρησιν ἐπὶ τὴν τοῦ μελανθίου βοήθειαν ἀφικέσθαι.
当当我们有一次正在思考这件事时,偶然发生了一件事:一个因长期鼻塞和卡塔儿(流出)而损害了嗅觉感官的人,求助于黑种草的治疗。
κόπτεται δὲ ἀκριβῶς τοῦτο χάριν τοῦ χνοῶδες γενέσθαι, καὶ ἔπειτα μιχθὲν ἐλαίῳ παλαιῷ τρίβεται μετ’ ἐκείνου πάλιν ἐπιμελῶς· εἶτα πληρώσας ὁ θεραπευόμενος ὕδατος τὸ στόμα, καὶ τὴν κεφαλὴν ἀνανεύσας, ἐπὶ πλεῖστον ἐγχεόμενον διὰ τῶν μυκτήρων τὸ φάρμακον εἰσπνέων ἕλκει σφοδρότερον.
黑种草被精细地研磨以使其变成粉末状,然后与陈油混合,再与之一同仔细研磨;接着,接受治疗的人口中含满水,头往后仰,在吸气的同时更强烈地吸入那通过鼻孔大量注入的药剂。
ἐπὶ δὲ τριῶν ἐφεξῆς ἡμερῶν ὁ νεανίσκος χρησάμενος τῷ βοηθήματι, μεγάλως ὤνατο.
这个年轻人连续三天使用这种疗法,获益匪浅。
φιλοτιμότερον δὲ εἰσπνεύσας τῇ τετάρτῃ τῶν ἡμερῶν, ἰσχυρᾶς ᾔσθετο δήξεως ἐν τῷ βάθει τῆς κεφαλῆς, καὶ μάλιστ’ αὐτῆς κατὰ βραχὺ μειουμένης, παντάπασιν ἐπαύσατο κατὰ τὴν ὑστεραίαν.
但在第四天,由于他更用力地吸入,他感到脑部深处有强烈的刺痛,特别是当这种刺痛逐渐减轻后,在第二天便完全消失了。
ἐδόκει τοιγαροῦν ἡμῖν ἐνηνέχθαι τι τοῦ μελανθίου κατὰ τὰς τοῦ ἐγκεφάλου κοιλίας, ὃ προσιζῆσαν ἤτοι τοῖς χοροειδέσι πλέγμασιν, ἴσως δὲ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ, παρασχεῖν τὴν ὀδύνην.
因此,在我们看来,黑种草的一部分已被带入到大脑的脑室中,它附着在脉络丛,或者也可能直接附着在大脑本身,从而引起了疼痛。
ὁμολογεῖν δὲ φαίνεται τοῖσδε καὶ τὸ δεῖν ἀτμοειδές πως εἶναι τὸ τῶν ὀσμῶν ἴδιον ὄργανον.
而嗅觉的固有器官在某种程度上必须是呈蒸汽状的这一结论,似乎也与这些事实相符。
καὶ διὰ τοῦθ’, ἕνεκα τοῦ βεβαίως πεισθῆναι, καὶ ἄλλῳ τινὶ καὶ ἄλλῳ καὶ πολλοῖς ἐφεξῆς οἰκέταις ἐνεχέαμεν τοῦ φαρμάκου, σφοδρῶς ἀναπνεῦσαι κελεύσαντες.
因此,为了确信疑问,我们又接连给其他一个又一个、以及许多仆人注入了这种药剂,并命令他们强烈地吸气。
ἐξ ὧν ἔνιοι μὲν οὐδ’ ὅλως, ἔνιοι δὲ ἀμυδρῶς, εἰσὶ δ’ οἳ καὶ σαφῶς ᾔσθοντο δήξεως ἐν τῷ βάθει τῆς κεφαλῆς.
在他们之中,有些人完全没有感觉,有些人感觉微弱,也有人清楚地感到脑部深处有刺痛。
ἡμεῖς μὲν οὖν ἔκ τε τούτων ἀναλογιζόμενοι καὶ τῶν ἄλλων τῶν προειρημένων ἐν ταῖς προσθίαις κοιλίαις τοῦ ἐγκεφάλου τὴν τῶν ὀσφρητῶν αἴσθησιν ἐπιστεύομεν γίγνεσθαι.
因此,我们根据这些情况以及前述的其他事实进行推论,相信对气味对象的感知发生在大脑的前脑室中。
προσήρχοντο δὲ ἡμῖν ἐξ ἐπιμέτρου πίστεις οὐ σμικραί· πρώτη μὲν ἡ τῶν πταρμῶν, ὠφελούντων ἐναργῶς τῷ βάρει τῆς κεφαλῆς, ὅταν ὑπὸ ἀτμῶν παχέων ὁ ἐγκέφαλος ἐμπλησθῇ· δευτέρα δὲ, ὅτι πληροῦταί τε καὶ θερμαίνεται κατὰ τὰς τῆς ἀναπνοῆς ἐπισχέσεις ὁ ἐγκέφαλος, ὡς ὀλίγον ὕστερον ἐρῶ· εἰκὸς οὖν ἐστι, δεῖσθαι τῆς μὲν ἐκπνοῆς αὐτὸν ἕνεκα τοῦ τὰ λυποῦντα κενῶσαι, τῆς δ’ εἰσπνοῆς ἀναψύξεως χάριν· ἔτι τε τρίτον, τούτοις ἐγκεκαυμένης ἢ καὶ ἄλλως ὁπωσοῦν θερμῆς τῆς κεφαλῆς, αἰσθανόμεθα τήν τε τῶν ῥόδων ὀσμὴν καὶ τινῶν ἄλλων, ὅσα προσηνῶς ἐκψύχει, ἐπιφανῶς ἰᾶσθαι τὴν θέρμην· οὐ μὴν ἀλλὰ καὶ τὸ κατὰ μηδένα τρόπον ἐγχωρεῖν ἐν τῷ ῥινὸς χιτῶνι τὴν αἴσθησιν γίνεσθαι τῶν ὀσμῶν· ὃ γὰρ εἶχε μόνον βραχὺ τὸ πιθανὸν ὑπ’ Ἀριστοτέλους εἰρημένον, ἐξεταζόμενον ηὑρίσκετο ψεῦδος.
此外,我们还获得了不少额外的确证:第一是打喷嚏,当大脑被浓厚的蒸汽充满时,打喷嚏显然对头部的沉重感有益;第二是,在屏住呼吸时,大脑会充盈并变热,正如我稍后将要谈到的;因此,这是合理的:大脑需要呼气以排空有害的物质,需要吸气以进行冷却;第三,当头部因这些蒸汽或以其他任何方式变热时,我们能感知到玫瑰的香味以及其他具有温和冷却作用的物品的香味能明显治愈这种燥热;不仅如此,在鼻腔被膜中发生对气味的感知是绝无可能的;因为亚里士多德所说的唯一稍微具有说服力的主张,在经过检验后也被发现是虚假的。