§3Ζητήσωμεν οὖν ἤδη τὸ τῆς ὀσφρήσεως ὄργανον, ἀρξάμενοι μὲν ἀπὸ τῆς τῶν συνεχῶν κατασκευῆς τοῖς μυκτῆρσι μορίων, ἑξῆς δὲ τούτοις ἐπισκεψάμενοι τὰ τῆς ἐνεργείας ἴδια συμβεβηκότα.
したがって、今や嗅覚の器官を探索することにしよう。 まずは鼻孔に連続する諸部位の構造から始め、次いでそれらに続いて、その活動に固有の属性を考察することによって。
ἐπεὶ τοίνυν ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις ὑποτέταται τοῖς ὀστοῖς ὁ χιτὼν ἐκεῖνος, ὃν καὶ τῇ φύσει καὶ τῇ συνεχείᾳ τὸν αὐτὸν ἔφην εἶναι τῷ κατά τε τὸ στόμα καὶ τὴν γλῶτταν καὶ τὴν φάρυγγα, πλήν γε ὅτι λεπτομερής ἐστιν, ἢ τοῦτο αἰσθητήριον εἶναι χρὴ νομίζειν ὀσμῶν, ἢ τὸ τῆς ῥινὸς ὀστοῦν·
さて、鼻に沿った通路において、あの被膜が骨の下に敷かれているが(私はその被膜が、性質においても連続性においても、口、舌、咽頭に沿ったものと同一であると言った、ただし微細であるという点を除いて)、この被膜を嗅覚の感覚器とみなすべきか、それとも鼻の骨をそうみなすべきかのいずれかである。
οὐδὲν γὰρ ἄλλο τρίτον ἐνταῦθα μόριόν ἐστιν.
なぜなら、ここには他に第三の部位は存在しないからである。
ἀλλὰ τῷ μὲν τῆς ῥινὸς ὀστῷ μὴ ὅτι τῆς ὀσφρητικῆς, ἀλλ’ οὐδὲ τῆς ἁπτικῆς αἰσθήσεως μέτεστιν.
しかし、鼻の骨については、嗅覚はおろか、触覚の感覚さえも分け持っていない。
ὁ δ’ ὑποτεταμένος ἔνδον χιτὼν ὁμοιότατος μὲν ὑπάρχει τῷ κατὰ τὸν οὐρανίσκον τε καὶ τὴν ὑπερῴαν, καὶ ταύτῃ γε ἀδύνατον αὐτῷ πλεονεκτεῖν ἐκείνων εἰς ἀκρίβειαν αἰσθήσεως, ἠδύνατο μέντοι μεγέθει μόνῳ νεύρων πλεονεκτῆσαι, καθάπερ ἡ γλῶττα.
一方、内側に敷かれている被膜は、口蓋や上あごに沿った被膜に極めて類似しており、この点においては、感覚の鋭敏さにおいてそれらより優れることは不可能である。 しかしながら、舌がそうであるように、神経の太さにおいてのみ、それらより優れることは可能であった。
φαίνεταί γε μὴν οὐδὲ ταῦτα, οὐ τὸ πλέον ἔχων, ἀλλ’ ὅσον ἀναγκαῖον εἰς αἴσθησιν ἁπτικὴν, τοσοῦτον νεύρων μετειληφώς.
しかしながら、これを持っているようにも見えず、より多く持っているのではなく、触覚に必要なだけの量の神経を分け持っているにすぎない。
καὶ μὲν δὴ καὶ αὐτοῦ τοῦ χιτῶνος ἡ φύοις οὐ κατὰ τὴν τῶν αἰσθητηρίων οὐσίαν ἐστὶν, ὥσπερ αἱ λοιπαί.
そして実際、この被膜自体の本質は、他の感覚器がそうであるような感覚器の実質には従っていない。
τὸ μὲν γὰρ τῆς ὄψεως ὄργανον φωτοειδές· τὸ δὲ τῆς ἀκοῆς ἀερῶδες· ὥσπερ τὸ τῆς γεύσεως ὑγρὸν καὶ σπογγοειδές· τὸ δὲ τῆς ἁφῆς σκληρὸν καὶ γεῶδες·
なぜなら、視覚の器官は光のようであり、聴覚の器官は空気のようであり、味覚の器官が湿っていて海綿のようであるように、触覚の器官は硬くて土のようだからである。
προπαρασκευασθέντος ἑκάστου τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εἰς ὁμοιότητα τῶν αἰσθητῶν.
すなわち、各器官は自然によって、知覚対象に似るようにあらかじめ準備されているのである。
ἐχρῆν οὖν καὶ τὸ τῶν ὀσμῶν αἰσθητήριον ἀτμοειδὲς ὑπάρχειν, οὐ σκληρὸν καὶ γεῶδες, ὁποῖόν ἐστιν ὁ κατὰ τοὺς μυκτῆρας χιτὼν, πρὸς τῷ τοιοῦτος εἶναι μηδὲ νεύρων ἀξιολόγων τυχὼν, ἃ πάντα ἂν ἔτυχε καὶ πρὸ τῆς γλώττης, ὡς ἂν καὶ τρίτην ἔχων τάξιν ἐν τοῖς αἰσθητικοῖς ὀργάνοις εἰς διάγνωσιν οὐσίας λεπτομεροῦς.
したがって、嗅覚の感覚器もまた蒸気のようである必要があり、鼻孔に沿った被膜のように硬くて土のようであってはならない。 この被膜は、そのようなものであることに加えて、顕著な神経さえも得ていない。 もしそれが感覚器であるなら、微細な実質を識別するための感覚器の中で三番目の地位を占めるものとして、舌よりも前に、それらすべての神経を得ていたはずである。
τὸ μέν γε τῆς ὄψεως νεῦρον εἰς τοσοῦτον ἥκει μεγέθους, ὥστε τοῦ κατιόντος εἰς τὸ στόμα τῆς γαστρὸς μεῖζον εἶναι πολὺ, καίτοι οὐκ εἰς ὅλον διανεμόμενον τὸν ὀφθαλμὸν, ἀλλ’ ἐπὶ μόνον ἧκον τὸ κρυσταλλοειδὲς σῶμα·
実際、視覚の神経は、胃の口に下りていく神経よりもはるかに大きくなるほどのサイズに達している。 もっとも、それは眼球全体に分配されているわけではなく、水晶体にのみ至っている。
τοῦτο γὰρ ἐδείχθη τὸ κυριώτατον ὄργανον τῆς ὄψεως.
なぜなら、これが視覚の最も主要な器官であることが示されているからである。
ὅ γε μὴν ἀκουστικὸς πόρος, βραχύτατον ἔχων τὸ ἔνδον πέρας, ὃ τοῦ νεύρου ψαύει, παχὺ καὶ οὗτος κατὰ τὴν τοῦ μεγέθους ἀναλογίαν εἴληφε νεῦρον.
また、聴覚の通路も、神経に接する内側の末端が極めて短いにもかかわらず、その大きさの比率に応じて太い神経を受け取っている。
οὐ μὴν οὐδὲ ἡ γλῶττα μικρῶν μετέσχεν τῶν ἐξ ἐγκεφάλου νεύρων.
そしてもちろん、舌もまた脳からの小さな神経を分け持っているわけではない。
οὐκοῦν οὐδὲ τὸ τῶν ὀσμῶν αἰσθητήριον ἔσχεν ἄν ποτε ἰσχνὸν, ὁποῖόν ἐστι τὸ κατὰ τὸν τῆς ῥινὸς χιτῶνα.
したがって、嗅覚の感覚器が、鼻の被膜に沿ったもののように細い神経を持つことなど決してあり得なかったはずである。
καὶ μὲν δὴ καὶ ἀτμοειδὲς ἀναγκαῖον ὑπάρχειν αὐτό·
そして実際、それ自体が蒸気のようであることが必要である。
τοιαύτη γὰρ ἡ τῶν ὀσμῶν οὐσία.
なぜなら、嗅覚の実質とはそのようなものだからである。
ταύτῃ μὲν οὖν καὶ ἡμᾶς ἀπάγει τῶν κατὰ τοὺς μυκτῆρας χωρίων, ἀπὸ τῆς κατασκευῆς τὴν ἔνδειξιν τοῦ ζητουμένου λαμβάνοντας.
このように、構造から探求対象の指標を受け取ることで、この推論は私たちを鼻孔に沿った領域から遠ざけるのである。
ἐφεξῆς ἀπὸ τῶν ἰδίων τῆς ἐνεργείας ἐπισκεπτομένοις φαίνεται οὐδεμία γιγνομένη διάγνωσις ὀσμῶν ἄνευ τῆς εἰσπνοῆς, καίτοι γ’ ἐνίοτε πεπληρωμένων τῶν πόρων τῆς ῥινὸς ἀτμοῦ σφοδροτάτην ἔχοντος δύναμιν.
次に、活動の固有の性質から考察する者にとって、吸気なしにはいかなる嗅覚の識別も起こらないように思われる。 たとえ時に、鼻の通路が極めて強い力を持つ蒸気で満たされているとしても、である。
ἐὰν οὖν τις ἐν οἴκῳ σμικροτάτῳ θυμιάσας ἄσφαλτον, ἢ κασίαν, ἢ σμύρναν, ἢ λιβανωτὸν, ἢ στύρακα, καὶ πληρώσας ὀσμῆς ἰσχυροτάτης αὐτὸν, εἰσελθὼν ἀποπειρῷτο διὰ πολλοῦ χρόνου ποιούμενος τὴν εἰσπνοὴν, εἴσεται τοῦ λεγομένου τὴν ἀλήθειαν, ἐν μὲν τῷ τῆς εἰσπνοῆς χρόνῳ μόνῳ τῆς ὀσμῆς αἰσθανόμενος, ἐν δὲ τῷ λοιπῷ παντὶ μηδεμίαν ἔχων αὐτοῦ διάγνωσιν, καίτοι γε πληρωμένων τῶν πόρων τῆς ῥινός.
したがって、もし誰かが極めて小さな部屋で、アスファルト、カシア、没薬、乳香、または蘇合香を燻らせ、その部屋を非常に強い匂いで満たし、中に入って、長い時間をおいて吸気を行うことで試してみるなら、言われていることの真実を知るだろう。 すなわち、吸気するその時においてのみ匂いを感じ、それ以外のすべての時間においては、たとえ鼻の通路が満たされているとしても、その匂いを全く識別できないのである。
οὕτω δὲ, κᾂν ἐνστάξῃς εἰς τοὺς μυκτῆρας ὁτιοῦν ἔχον ἰσχυρὰν ὀδμὴν, ἐν ἐκείνῳ μόνῳ τὴν διάγνωσιν αὐτοῦ λήψῃ, καθ’ ὃν εἰσπνέομεν.
同様にして、鼻孔に強い匂いを持つ何かを滴下したとしても、私たちが吸気するその瞬間にのみ、その識別を得ることになる。
ἔοικεν οὖν ἕτερόν τι μόριον εἶναι τὸ τῶν ὀδμῶν διαγνωστικὸν, ἔνδον που τεταγμένον ἐν βαθυτέρῳ τοῦ σώματος, οὐ πρόχειρον οὕτως, οὐδ’ ἐκτὸς, ὡς ὁ κατὰ τὴν ῥῖνα χιτών·
したがって、匂いを識別する器官は、鼻に沿った被膜のようにそれほど手近にあって露出しているものではなく、身体のより深い内側のどこかに配置された、何か別の部位であると思われる。
ἀλλ’ ὡς ἐν τοῖς περὶ τῆς εἰσπνοῆς λόγοις ἐμάθομεν, ὡς ὁ μὲν θώραξ ὑπό τινων μυῶν διαστέλλοιτο, συνέποιτο δὲ ὁ πνεύμων αὐτῷ, κᾄπειτα ἐξ ἀνάγκης τῷδε κατὰ τὸ συνεχὲς ὁ ἔξωθεν ἀὴρ διά τε τῆς τραχείας ἀρτηρίας καὶ τῆς φάρυγγος καὶ τοῦ στόματος καὶ τῆς ῥινός.
それは、呼吸に関する議論において私たちが学んだのと同様である。 すなわち、胸郭がいくつかの筋肉によって拡張され、肺がそれに伴って動き、次いで必然的に、この肺に連続して外部の空気が気管、咽頭、口、そして鼻を通じて入ってくるのである。
εἴπερ οὖν ὁ κατὰ τὴν ῥῖνα χιτὼν οὐκ ἔστι τῆς ὀσφρήσεως ὄργανον, ἑξῆς ἐπισκεπτέον ἡμῖν περὶ τοῦ κατὰ τὸν οὐρανίσκον, εἶθ’ ἑξῆς φάρυγγός τε καὶ τραχείας ἀρτηρίας.
それゆえ、もし鼻に沿った被膜が嗅覚の器官でないとするなら、私たちは次に口蓋に沿った被膜について、その次には咽頭と気管について考察しなければならない。
ὁ μὲν δὴ κατὰ τὸν οὐρανίσκον χιτὼν οὐκ ἂν εἴη τὸ τῆς ὀσφρήσεως ὄργανον, εἴ γε τοῖς ἐμφράξασι μὲν τοὺς μυκτῆρας ἢ καὶ σφίγξασι διὰ τῶν δακτύλων τὰ τῆς ῥινὸς πτερύγια καὶ κλείσασιν ἀμφοτέρους τοὺς πόρους, ἀναπνέουσι δὲ ἐν τῷδε διὰ τοι στόματος οὐδεμία τῶν ὀσμῶν αἴσθησις γίνεται.
実のところ、口蓋に沿った被膜は嗅覚の器官ではあり得ない。 なぜなら、鼻孔を塞ぐか、あるいは指で小鼻を挟んで両方の通路を閉じ、この状態で口を通じて呼吸する人々にとっては、匂いの知覚が全く起こらないからである。
διὰ δὲ ταῦτα καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν οὐχ ὑποληπτέον ὑπάρχειν αὐτό.
そしてこれらの理由により、咽頭も気管もそれであると想定すべきではない。