Humanitext Reader

盖伦 · 论嗅觉器官 §3

鼻腔被膜与骨骼并非嗅觉器官的论据

第 3 段,共 8 段 · 希腊语

内容简介

为了确定嗅觉器官,盖伦首先检验了与鼻孔相连部位的解剖结构,并根据其神经的细小以及嗅觉仅在吸气时发生等证据,论证了鼻腔被膜、骨头、上腭、咽部和气管均非该感觉器官。

§3Ζητήσωμεν οὖν ἤδη τὸ τῆς ὀσφρήσεως ὄργανον, ἀρξάμενοι μὲν ἀπὸ τῆς τῶν συνεχῶν κατασκευῆς τοῖς μυκτῆρσι μορίων, ἑξῆς δὲ τούτοις ἐπισκεψάμενοι τὰ τῆς ἐνεργείας ἴδια συμβεβηκότα.
因此,我们现在就来寻找嗅觉器官,首先从与鼻孔相连续的各部位的构造开始,接着探讨其活动的固有属性。
ἐπεὶ τοίνυν ἐν τοῖς κατὰ τὴν ῥῖνα πόροις ὑποτέταται τοῖς ὀστοῖς ὁ χιτὼν ἐκεῖνος, ὃν καὶ τῇ φύσει καὶ τῇ συνεχείᾳ τὸν αὐτὸν ἔφην εἶναι τῷ κατά τε τὸ στόμα καὶ τὴν γλῶτταν καὶ τὴν φάρυγγα, πλήν γε ὅτι λεπτομερής ἐστιν, ἢ τοῦτο αἰσθητήριον εἶναι χρὴ νομίζειν ὀσμῶν, ἢ τὸ τῆς ῥινὸς ὀστοῦν·
既然在沿鼻腔的通道中,那层被膜被铺在骨头下方——我曾说它在性质和连续性上,都与沿口腔、舌头和咽部的被膜相同,只是它更为微细——我们必须认为,要么这层被膜是气味的感觉器官,要么鼻骨是;因为在这里没有其他第三种部位。
οὐδὲν γὰρ ἄλλο τρίτον ἐνταῦθα μόριόν ἐστιν. ἀλλὰ τῷ μὲν τῆς ῥινὸς ὀστῷ μὴ ὅτι τῆς ὀσφρητικῆς, ἀλλ’ οὐδὲ τῆς ἁπτικῆς αἰσθήσεως μέτεστιν.
然而,至于鼻骨,且不说嗅觉,它甚至不具有触觉。
ὁ δ’ ὑποτεταμένος ἔνδον χιτὼν ὁμοιότατος μὲν ὑπάρχει τῷ κατὰ τὸν οὐρανίσκον τε καὶ τὴν ὑπερῴαν, καὶ ταύτῃ γε ἀδύνατον αὐτῷ πλεονεκτεῖν ἐκείνων εἰς ἀκρίβειαν αἰσθήσεως, ἠδύνατο μέντοι μεγέθει μόνῳ νεύρων πλεονεκτῆσαι, καθάπερ ἡ γλῶττα.
而铺在内部的被膜与沿腭和上腭的被膜极为相似,在这方面,它确实不可能在感觉的敏锐度上超过它们;然而,它本可以仅在神经的粗细上超过它们,就像舌头一样。
φαίνεταί γε μὴν οὐδὲ ταῦτα, οὐ τὸ πλέον ἔχων, ἀλλ’ ὅσον ἀναγκαῖον εἰς αἴσθησιν ἁπτικὴν, τοσοῦτον νεύρων μετειληφώς.
然而,它似乎连这一点也没有,并未拥有更多神经,而只是分得了触觉所必需的那部分神经。
καὶ μὲν δὴ καὶ αὐτοῦ τοῦ χιτῶνος ἡ φύοις οὐ κατὰ τὴν τῶν αἰσθητηρίων οὐσίαν ἐστὶν, ὥσπερ αἱ λοιπαί.
确实,这层被膜本身的天性并不符合其他感觉器官的那种实体。
τὸ μὲν γὰρ τῆς ὄψεως ὄργανον φωτοειδές· τὸ δὲ τῆς ἀκοῆς ἀερῶδες· ὥσπερ τὸ τῆς γεύσεως ὑγρὸν καὶ σπογγοειδές· τὸ δὲ τῆς ἁφῆς σκληρὸν καὶ γεῶδες· προπαρασκευασθέντος ἑκάστου τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εἰς ὁμοιότητα τῶν αἰσθητῶν.
因为视觉器官具有光的特性;听觉器官具有空气的特性;就像味觉器官是湿润且呈海绵状的;触觉器官是坚硬且呈泥土状的;自然已预先使每个器官与其感觉对象相类似。
ἐχρῆν οὖν καὶ τὸ τῶν ὀσμῶν αἰσθητήριον ἀτμοειδὲς ὑπάρχειν, οὐ σκληρὸν καὶ γεῶδες, ὁποῖόν ἐστιν ὁ κατὰ τοὺς μυκτῆρας χιτὼν, πρὸς τῷ τοιοῦτος εἶναι μηδὲ νεύρων ἀξιολόγων τυχὼν, ἃ πάντα ἂν ἔτυχε καὶ πρὸ τῆς γλώττης, ὡς ἂν καὶ τρίτην ἔχων τάξιν ἐν τοῖς αἰσθητικοῖς ὀργάνοις εἰς διάγνωσιν οὐσίας λεπτομεροῦς.
因此,嗅觉的感觉器官也必须是呈蒸汽状的,而不是像沿鼻孔的被膜那样坚硬且呈泥土状——这层被膜除了具有这种性质外,甚至没有获得任何显著的神经,如果它是感觉器官,由于它在辨别微细物质的感觉器官中占有第三位,它本应该甚至在舌头之前就获得所有这些神经。
τὸ μέν γε τῆς ὄψεως νεῦρον εἰς τοσοῦτον ἥκει μεγέθους, ὥστε τοῦ κατιόντος εἰς τὸ στόμα τῆς γαστρὸς μεῖζον εἶναι πολὺ, καίτοι οὐκ εἰς ὅλον διανεμόμενον τὸν ὀφθαλμὸν, ἀλλ’ ἐπὶ μόνον ἧκον τὸ κρυσταλλοειδὲς σῶμα· τοῦτο γὰρ ἐδείχθη τὸ κυριώτατον ὄργανον τῆς ὄψεως.
事实上,视觉神经已达到如此巨大的尺寸,以至于比下降到胃口的神经要大得多,尽管它并没有分布到整个眼睛,而仅到达水晶体;因为这已被证明是视觉最主要的器官。
ὅ γε μὴν ἀκουστικὸς πόρος, βραχύτατον ἔχων τὸ ἔνδον πέρας, ὃ τοῦ νεύρου ψαύει, παχὺ καὶ οὗτος κατὰ τὴν τοῦ μεγέθους ἀναλογίαν εἴληφε νεῦρον.
然而,听觉通道也是如此,尽管它接触神经的内侧末端极短,但按比例也获得了一条粗大的神经。
οὐ μὴν οὐδὲ ἡ γλῶττα μικρῶν μετέσχεν τῶν ἐξ ἐγκεφάλου νεύρων.
当然,舌头分得的来自大脑的神经也绝非细小。
οὐκοῦν οὐδὲ τὸ τῶν ὀσμῶν αἰσθητήριον ἔσχεν ἄν ποτε ἰσχνὸν, ὁποῖόν ἐστι τὸ κατὰ τὸν τῆς ῥινὸς χιτῶνα.
因此,嗅觉的感觉器官绝不会拥有一条细小的神经,就像沿鼻腔被膜的那条神经一样。
καὶ μὲν δὴ καὶ ἀτμοειδὲς ἀναγκαῖον ὑπάρχειν αὐτό· τοιαύτη γὰρ ἡ τῶν ὀσμῶν οὐσία.
确实,它本身也必须是呈蒸汽状的;因为气味的实体就是如此。
ταύτῃ μὲν οὖν καὶ ἡμᾶς ἀπάγει τῶν κατὰ τοὺς μυκτῆρας χωρίων, ἀπὸ τῆς κατασκευῆς τὴν ἔνδειξιν τοῦ ζητουμένου λαμβάνοντας.
因此,通过从结构中获得探求对象的指引,这一推论使我们远离了沿鼻孔的区域。
ἐφεξῆς ἀπὸ τῶν ἰδίων τῆς ἐνεργείας ἐπισκεπτομένοις φαίνεται οὐδεμία γιγνομένη διάγνωσις ὀσμῶν ἄνευ τῆς εἰσπνοῆς, καίτοι γ’ ἐνίοτε πεπληρωμένων τῶν πόρων τῆς ῥινὸς ἀτμοῦ σφοδροτάτην ἔχοντος δύναμιν.
其次,对于从活动固有属性进行考察的人来说,显然如果不吸气,就无法辨别任何气味,即使有时鼻腔通道中充满了具有极强效力的蒸汽。
ἐὰν οὖν τις ἐν οἴκῳ σμικροτάτῳ θυμιάσας ἄσφαλτον, ἢ κασίαν, ἢ σμύρναν, ἢ λιβανωτὸν, ἢ στύρακα, καὶ πληρώσας ὀσμῆς ἰσχυροτάτης αὐτὸν, εἰσελθὼν ἀποπειρῷτο διὰ πολλοῦ χρόνου ποιούμενος τὴν εἰσπνοὴν, εἴσεται τοῦ λεγομένου τὴν ἀλήθειαν, ἐν μὲν τῷ τῆς εἰσπνοῆς χρόνῳ μόνῳ τῆς ὀσμῆς αἰσθανόμενος, ἐν δὲ τῷ λοιπῷ παντὶ μηδεμίαν ἔχων αὐτοῦ διάγνωσιν, καίτοι γε πληρωμένων τῶν πόρων τῆς ῥινός.
因此,如果有人在一个极小的房间里熏烧沥青、肉桂、没药、乳香或苏合香,并使其充满极强烈的气味,然后走进去尝试,间隔很长时间才吸气一次,他就会明白所说之话的真实性:他只在吸气的时间里感知到气味,而在其余所有时间里则完全无法辨别它,尽管鼻腔通道已经充满了气味。
οὕτω δὲ, κᾂν ἐνστάξῃς εἰς τοὺς μυκτῆρας ὁτιοῦν ἔχον ἰσχυρὰν ὀδμὴν, ἐν ἐκείνῳ μόνῳ τὴν διάγνωσιν αὐτοῦ λήψῃ, καθ’ ὃν εἰσπνέομεν.
同样地,即使你向鼻孔中滴入任何具有强烈气味的东西,你也只在吸气的那个瞬间才能辨别出它。
ἔοικεν οὖν ἕτερόν τι μόριον εἶναι τὸ τῶν ὀδμῶν διαγνωστικὸν, ἔνδον που τεταγμένον ἐν βαθυτέρῳ τοῦ σώματος, οὐ πρόχειρον οὕτως, οὐδ’ ἐκτὸς, ὡς ὁ κατὰ τὴν ῥῖνα χιτών· ἀλλ’ ὡς ἐν τοῖς περὶ τῆς εἰσπνοῆς λόγοις ἐμάθομεν, ὡς ὁ μὲν θώραξ ὑπό τινων μυῶν διαστέλλοιτο, συνέποιτο δὲ ὁ πνεύμων αὐτῷ, κᾄπειτα ἐξ ἀνάγκης τῷδε κατὰ τὸ συνεχὲς ὁ ἔξωθεν ἀὴρ διά τε τῆς τραχείας ἀρτηρίας καὶ τῆς φάρυγγος καὶ τοῦ στόματος καὶ τῆς ῥινός.
因此,辨别气味的器官似乎是其他某种部位,它被安置在身体较深处的内部,而不像沿鼻腔的被膜那样触手可及、显露在外;正如我们在关于呼吸的讨论中所学到的:胸腔被某些肌肉扩张,肺随之运动,然后外面的空气必然通过气管、咽部、口腔和鼻腔连续地跟随肺而入。
εἴπερ οὖν ὁ κατὰ τὴν ῥῖνα χιτὼν οὐκ ἔστι τῆς ὀσφρήσεως ὄργανον, ἑξῆς ἐπισκεπτέον ἡμῖν περὶ τοῦ κατὰ τὸν οὐρανίσκον, εἶθ’ ἑξῆς φάρυγγός τε καὶ τραχείας ἀρτηρίας.
因此,如果沿鼻腔的被膜不是嗅觉器官,我们接下来必须考察沿腭的被膜,然后再考察咽部和气管。
ὁ μὲν δὴ κατὰ τὸν οὐρανίσκον χιτὼν οὐκ ἂν εἴη τὸ τῆς ὀσφρήσεως ὄργανον, εἴ γε τοῖς ἐμφράξασι μὲν τοὺς μυκτῆρας ἢ καὶ σφίγξασι  διὰ τῶν δακτύλων τὰ τῆς ῥινὸς πτερύγια καὶ κλείσασιν ἀμφοτέρους τοὺς πόρους, ἀναπνέουσι δὲ ἐν τῷδε διὰ τοι στόματος οὐδεμία τῶν ὀσμῶν αἴσθησις γίνεται.
事实上,沿腭的被膜不可能是嗅觉器官,因为对于那些堵住鼻孔,或者用手指捏住鼻翼并关闭两个通道,而在这种状态下通过口腔呼吸的人来说,不会产生任何对气味的感知。
διὰ δὲ ταῦτα καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν οὐχ ὑποληπτέον ὑπάρχειν αὐτό.
且由于这些原因,咽部和气管也不应被假定为是该器官。

词汇与语法注释

  1. p.863ἀρξάμενοι μὲν ἀπὸ τῆς τῶν συνεχῶν κατασκευῆς τοῖς μυκτῆρσι μορίων... ἐπισκεψάμενοι... — 分词 ἀρξάμενοι 和 ἐπισκεψάμενοι 修饰主句的主劝诱语气动词 Ζητήσωμεν(第一人称复数)的主语,表示探索的手段或方式。与格的 τοῖς μυκτῆρσι 则是由形容词 συνεχῶν(意为“与……相连”)支配的。
  2. p.863ἢ τοῦτο αἰσθητήριον εἶναι χρὴ νομίζειν ὀσμῶν, ἢ τὸ τῆς ῥινὸς ὀστοῦν — 并列连词 ἤ... ἤ...(“要么……要么……”)连接了两个带不定式的宾格结构(τοῦτο ... εἶναι 和 τὸ τῆς ῥινὸς ὀστοῦν [εἶναι]),两者都依赖于非人称动词 χρή。指示代词 τοῦτο(中性单数)在语法上受表语名词 αἰσθητήριον 的性数影响而发生同化,但语义上指代前文的女性名词 ὁ χιτὼν ἐκεῖνος。
  3. p.864ἃ πάντα ἂν ἔτυχε καὶ πρὸ τῆς γλώττης — 在由关系代词 ἅ 引导的关系从句中,带有语气词 ἄν 的直陈式过去时 ἔτυχε 构成了非真实条件句的归结从句:“[如果这层被膜是感觉器官的话] 它在舌头之前就应当获得了所有这些神经(而事实上并非如此)”。
  4. p.865διὰ πολλοῦ χρόνου ποιούμενος τὴν εἰσπνοὴν — 前置词短语 διὰ πολλοῦ χρόνου 在此表示时间间隔,意为“间隔很长时间”或“隔了很久”。中动语态分词 ποιούμενος 带有条件意味(“如果进行吸气”)。
  5. p.866ὡς ὁ μὲν θώραξ ὑπό τινων μυῶν διαστέλλοιτο... — 在连词 ὡς 引导的名词性从句(意为“即……”)中,由于主句动词为过去时态(ἐμάθομεν),从属从句中的动词转为了祈愿式(διαστέλλοιτο 以及接下来的 συνέποιτο),这属于间接引语中的祈愿式用法。

引用这一段

盖伦, 论嗅觉器官 §3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg015.humanitext-grc1:3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。