§9#2καὶ εἴ τις ἐπιχειρήσειε διδάσκειν αὐτοὺς, ὅπως διαφέρει ταῦτα ἀλλήλων, καὶ ὡς ἕκαστον αὐτῶν ἰδίας δεῖται θεωρίας, οὐχ ὑπομένουσιν ἀκούειν, ἀλλὰ καὶ τοῖς παλαιοῖς ἐπιπλήττουσιν, ὡς μάτην τὰ τοιαῦτα διοριζομένοις.
そして、もし誰かが彼らに、これらがどのように互いに異なっているか、またそれら各々が独自の理論的考察を必要としているかを教えようと試みるならば、彼らは聞くことに耐えず、むしろ古代の人々をも、そのような区別を無駄に行っているとして非難するのである。
οὕτως ἀταλαιπώρως ἔχουσι πρὸς τὴν τῆς ἀληθείας ζήτησιν.
このように、彼らは真理の探求に対して何の労も執ろうとしない。
ἀλλ’ οὐδ’ ὅτι τῷ μὲν χαλαρῷ τὸ συντεταμένον ἐστὶν ἐναντίον, τῷ δὲ μαλακῷ τὸ σκληρὸν, τῷ δ’ ἀραιῷ τὸ πυκνὸν, ἀκούειν ἀνέχονται·
しかし、「弛緩したものには緊張したものが反対であり、柔らかいものには硬いものが、疎なものには密なものが反対である」ということさえ、彼らは聞くことに耐えられない。
καὶ ὡς παρὰ ταῦτα πάντα ἕτερόν τί ἐστι τὸ ἐπέχεσθαι τὰς φυσικὰς ἐκκρίσεις καὶ τὸ ῥεῖν· καὶ ὡς ὑφ’ Ἱπποκράτους ταῦτα πάντα διώρισται.
また、これらすべてとは別に、自然な排出が阻害されることと流出することとは何か別のことであるということや、これらすべてがヒッポクラテスによって区別されているということについても同様である。
προπετῶς δὲ περί τε τούτων αὐτῶν ἀποφαίνονται, καὶ τὴν φλεγμονὴν, οὕτω δὲ καλοῦσι τὸν σκληρὸν καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν καὶ θερμὸν ὄγκον, ἑτοίμως πάνυ καὶ ἀσκέπτως, στεγνὸν εἶναι πάθος φασίν.
彼らはこれら自体についても軽率に言明し、炎症――彼らは、硬く、抵抗があり、痛みがあり、熱い腫脹をそのように呼んでいる――を、極めて容易にかつ深く考えずに、緊縮の疾患であると言う。
εἶτ’ αὖθις ἑτέρας φλεγμονὰς ἐπιπεπλεγμένας ὀνομάζουσι, ὥσπερ τὰς ἐν ὀφθαλμοῖς, ὅταν μετὰ ῥεύματος ὦσι, καὶ τὰς ἐν παρισθμίοις, καὶ γαργαρεῶνι, καὶ οὐρανίσκῳ, καὶ οὔλοις.
それからまた、他の炎症を「複合的な」ものと呼び、たとえば、流出を伴うときの眼の炎症や、扁桃、口蓋垂、軟口蓋、歯肉の炎症のように言う。
εἶθ’ ὑποτίθενται πόρους, τοὺς μὲν ἀραιοὺς γεγονέναι, τοὺς δὲ μεμυκέναι, καὶ διὰ τοῦτο ἀμφότερα τὰ πάθη πεπονθέναι.
そして、ある細孔は疎になり、他の細孔は閉じていると仮定し、このために両方の疾患を被っているとする。
τινὲς δὲ οὖκ ὀκνοῦσι περὶ ἕνα καὶ τὸν αὐτὸν ἅμα πόρον συνίστασθαι λέγειν ῥύσιν τε καὶ στέγνωσιν, ὃ μηδ’ ἐπινοῆσαι ῥᾴδιον·
ある者たちにいたっては、同一のただ一つの細孔の周囲に、流出と緊縮が同時に成り立っていると言うことさえ躊躇しないが、それは考えることさえ容易ではない。
οὕτως ἐπίπαν τόλμης ἥκουσιν.
彼らはそれほどまでに、総じて厚かましさに達しているのである。
ὀλίγοι δέ τινες ἐξ αὐτῶν, ὑπομεῖναι δυνηθέντες ἐπιπλέον ὑπὲρ ἁπάντων τούτων ἀκοῦσαί τε καὶ διασκέψασθαι, μόλις ποτὲ μεταγνόντες ἐπὶ τὸ ἀληθὲς τρέπονται.
だが、彼らのうちの少数の者たちは、これらすべてについてさらに聞き、深く考察することに耐えることができて、ようやく悔い上げて真理へと転向する。
τούτοις μὲν οὖν, καὶ ὅσοι μετ’ ἀκριβείας τινὸς βούλονται μαθεῖν τι περὶ τῶν πρώτων καὶ γενικῶν παθῶν, ἰδίᾳ γέγραπται.
それゆえ、これらの人々、および根源的かつ一般的な疾患について正確に学びたいと望むすべての人々のために、別の書物で個別に書かれている。
τὸ δὲ νῦν εἶναι τοῖς εἰσαγομένοις χρήσιμον, πρὸς αὐτοὺς βραχέα εἰπεῖν δίκαιον.
さしあたり、現在のところ入門者にとって有益なものとして、彼らに対して簡潔に語るのが正当である。
ηὐξάμην δ’ ἄν τι κᾀκείνοις ἀπ’ αὐτῶν ὄνασθαι.
願わくば、彼らもまたそれらから何らかの便益を得られんことを。
γένοιτο δ’ ἂν τοῦτο, εἰ τοῦ φιλονεικεῖν ἀποστάντες, αὐτὸν τὸν λόγον ἐξετάσαιεν ἐφ’ ἑαυτοῖς.
そして、もし彼らが争い合うことをやめ、議論それ自体を自分たち自身で吟味するなら、これが起こりうるだろう。
ἔχει δὲ ὁ λόγος, ὡς ἡ καλουμένη καὶ πρὸς αὐτῶν ἐκείνων φλεγμονὴ παρὰ φύσιν ὄγκος ἐστὶν ὀδυνηρὸς, καὶ ἀντίτυπος, καὶ σκληρὸς, καὶ θερμὸς, οὐδέν τι μᾶλλον ἀραιότερον ἐργαζομένη κατὰ τὸν ἑαυτῆς λόγον, ἢ σκληρότερον, ἢ πυκνότερον ἑαυτοῦ τὸ μέρος, ἀλλὰ μεστὸν ῥεύματος περιττοῦ, καὶ διὰ τοῦτο τεταμένον.
その議論とは、彼ら自身によってもそう呼ばれている炎症は、自然に反する、痛みがあり、抵抗があり、硬く、熱い腫脹であり、その固有の定義に従えば、その部位をそれ自体よりも疎にすることも、硬くすることも、密にすることもなく、むしろ余分な流出物で満たされ、このために緊張しているのである、というものである。
οὐ μὴν, εἴ τι πάντως τέταται, τοῦτο πυκνότερον γέγονεν, ἢ σκληρότερον ἑαυτοῦ.
しかし、何かが完全に緊張しているからといって、それがそれ自体よりも密になったり、硬くなったりしたわけではない。
μάθοις δ’ ἂν ἐπί τε βυρσῶν αὐτὸ καὶ ἱμάντων, καὶ πλοκάμων, εἰ πάντη διατείνειν ἐπιχειρήσαις.
このことは、なめし革や革紐、髪の毛の束において、もしあなたがそれらをあらゆる方向に引き伸ばようと試みれば知ることができる。
οὕτω δὲ καὶ ἡ ἴασις τῶν πεπληρωμένων μελῶν κένωσίς ἐστιν·
同様に、満たされた部位の治療は排空であり、これは充満に対して反対である。
ἐναντίον γὰρ τοῦτο τῇ πληρώσει.
そして、それらの部位が排空されると、ただちにその部位がより弛緩することが生じる。
κενουμένοις δὲ αὐτοῖς εὐθὺς ἕπεται τοῖς μορίοις χαλαρωτέροις γίνεσθαι.
実に、満たされたものには緊張が必然的に伴い、排空されたものには弛緩が伴うのと同じである。
τάσις μὲν δὴ τοῖς πεπληρωμένοις ἐξ ἀνάγκης, ὥσπερ τοῖς κενουμένοις ἡ χάλασις ἕπεται. πύκνωσις δὲ, ἢ ἀραίωσις, οὐδέτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐδὲ ῥύσις, ἢ ἐπίσχεσις.
しかし、密になることや疎になることは、どちらも必然的ではなく、また流出や阻害も同様である。
οὔτε γὰρ, εἰ ἀραιὸν ἤδη τι, καὶ ῥεῖν ἐξ αὐτοῦ πάντως ἀναγκαῖον·
なぜなら、あるものがすでに疎であるからといって、そこから流出することが絶対に必然であるわけではないからだ。
τί γὰρ, εἰ παχὺ καὶ ὀλίγον εἴη τὸ περιεχόμενον;
というのも、もし含まれているものが濃くて少なければどうだろうか。
οὔτ’, εἰ πυκνὸν, ἴσχεσθαι.
また、密であるからといって、留まるわけでもない。
τὸ γὰρ πολὺ καὶ λεπτὸν καὶ διὰ πυκνῶν ἐκρεῖ τῶν πόρων.
なぜなら、多量で希薄なものは、密な細孔を通じても流れ出るからである。
βέλτιον οὖν ἦν καὶ αὐτοὺς τοὺς τῶν παλαιῶν ἀναγνόντας τὰς βίβλους μεμαθηκέναι, κατὰ πόσους τρόπους τὸ πρότερον ἐν τῷ μορίῳ στεγόμενον αὖθις ἐκκρίνεται.
それゆえ、彼ら自身も古代の人々の書物を読んで、以前にはその部位に留められていたものが、どのような多くの方法によって再び排出されるのかを学んでおく方が良かったのだ。
καὶ γὰρ ἀραιουμένου τοῦ περιέχοντος αὐτὸ, καὶ αὐτοῦ τοῦ περιεχομένου τε καὶ πλείονος γενομένου, καὶ σφοδρότερον κινουμένου, καὶ ὑπό τινος τῶν ἐκτὸς ἐφελκομένου, ἢ πρός τινος τῶν ἐντὸς ὠθουμένου, καὶ οἷον ἀναῤῥοιβδουμένου πρός τινων τῶν ἐντός.
なぜなら、それを包んでいるものが疎になることによっても、また、含まれているもの自体がより多くなり、より激しく動くことによっても、また、外部の何かによって引き寄せられたり、内部の何かによって押し出されたりすることによっても、また、内部の何らかのものへと、いわば吸い込まれることによっても排出されるからである。
εἰ δέ τις ταῦτα πάντα παρεὶς, μίαν αἰτίαν κενώσεως ἡγοῖτο εἶναι τὴν ἀραίωσιν τῶν πόρων, δόξει μηδὲ τὰ φαινόμενα γινώσκειν.
しかし、もし誰かがこれらすべてを無視して、細孔の疎開だけを排空の唯一の原因であると見なすなら、その人は現象していることさえ知らないように思われるだろう。
ἔριον γοῦν, ἢ σπογγίον, ἤ τι τῶν οὕτως ἀραιῶν ἐναργῶς ὁρῶμεν, εἰ μὲν ὀλίγον ἐντὸς ἑαυτῶν ὑγρὸν ἔχοι, στέγοντα καὶ μὴ μεθιέντα, τὸ πλέον δ’ ἀποχέοντα.
実際、羊毛や海綿、あるいはそのように疎なものがいずれも、内部に少量の液体を含んでいるときには、それを留めて放出しないが、過剰なときにはそれを流し出すのを、我々ははっきりと見ている。
τί δή ποτ’ οὖν οὐχὶ κἀπὶ τῶν ὀφθαλμῶν, καὶ τῶν μυκτήρων, καὶ τοῦ στόματος, καὶ τῶν ἄλλων τῶν οὕτως ἀραιῶν τὸ αὐτὸ τοῦτο ἐνενόησαν, ὡς ἐνδέχοιτό ποτε τῷ πλήθει τῆς περιεχομένης ἐν αὐτοῖς ὑγρότητος, οὐκ ἀραιώσει τῶν πόρων, ἐκρεῖν τι;
それなら一体なぜ、眼や鼻、口、およびその他そのように疎な器官についても、これと同じこと、すなわち、細孔の疎開ではなく、それらに含まれる液体の多量さによって、何かが流れ出ることがあり得るのだと考えなかったのだろうか。
καὶ μὲν δὴ καὶ κεράμους εἴδομεν πολλάκις ἀραιοὺς οὕτως, ὡς διηθεῖσθαι τὸ ὕδωρ.
さらにまた、我々は陶器が非常に疎であって、水がしみ出るのをしばしば見ている。
ἀλλ’ εἰ μέλιτος ἐγχέοις, οὐ διηθεῖται, παχυτέρα γὰρ ἡ τοῦ μέλιτος οὐσία τῶν τοῦ κεράμου πόρων.
しかし、もし蜜を注ぐなら、しみ出ない。
οὔκουν οὐδὲ τοῦτο ἀπεικὸς ἦν ἐννοῆσαι, ὡς διὰ λεπτότητα πολλάκις ἐκρεῖ τι, κἂν μηδὲ αὐτὸ τὸ περιέχον σῶμα τετρημένον ἐκ τῆς φύσεως ᾖ·
なぜなら蜜の実体は陶器の細孔よりも濃いからである。
ἀλλ’ οὐδ’ ὅτι πολλάκις, ἥπερ διοικεῖ τὸ ζῶον, ὁρμῇ σφοδροτέρᾳ χρησαμένη, τὸ περιττὸν ἅπαν ἐκένωσε δι’ αὐτοῦ, καθάπερ ἐκθλίψασά τε καὶ ἀπωσαμένη.
それゆえ、このこと、すなわち希薄さのために、何かがしばしば流れ出ることがあるということを考えることも不合理ではなかったはずだ。
τί οὖν χαλεπὸν ἦν ἐννοῆσαι τῷ γε ἀκριβῶς τοῖς τέχνης ἔργοις ὡμιληκότι τὰ πολλά;
たとえそれを包んでいる身体自体が、生まれつき穴があいているわけではなくとも。 また、生体を支配しているものが、しばしばより激しい衝動を用いて、あたかも絞り出し、押し出すかのようにして、余分なものをすべてそれを通じて排空する、ということを考えることも不合理ではなかったはずだ。 それなら、医術の実践に数多く、かつ正確に親しんできた者にとって、これらを考えることの何が困難であっただろうか。