§9#3αἱ γὰρ κρίσεις τῶν νοσημάτων ὧδέ πως γίνονται.
病気の危機はそのようにして生じるのである。
καὶ παρίημι τὰς λοιπὰς τῶν κενουμένων αἰτίας·
そして私は、排空されるものの残りの原因を省略する。
ὡσαύτως δὲ καὶ τῶν ἰσχομένων ἴσας τὸν ἀριθμὸν, ἐναντίας ταύταις οὔσας.
同様に、それらと数が等しく、かつ反対である、阻害されるものの原因についても省略する。
οὐ γάρ ἐστι τῶν ἐκείνων ἀκοῶν ὁ τοιοῦτος λόγος ἄκουσμα.
そのような議論は彼らの耳が聞き入れるようなものではないからである。
ὃ δέ μοι δοκοῦσι τάχα ἄν ποτε συνήσειν, ἐπὶ τοῦτ’ αὖθις ἐπάνειμι.
しかし、彼らがひょっとするといつか理解するかもしれないと思われることへと、私は再び戻る。
τὸ δύνασθαί ποτε ῥευματίζεσθαι τὸν ὀφθαλμὸν, ἢ πολλοῦ τοῦ ῥεύματος, ἢ λεπτοῦ γεγονότος, ἢ ὑπὸ τῆς φύσεως διὰ τοῦδε τοῦ μέρους ἀπωθουμένου, μηδὲν αὐτῶν τῶν σωμάτων παρὰ τὸ κατὰ φύσιν ἀλλοιότερον ἐχόντων, καὶ χρή δηλονότι τὸ μὲν λεπτὸν·
眼に流出が生じ得るのは、流出物が多量であったり、あるいは希薄であったり、あるいは自然によってこの部位を通じて押し出されたりすることによるのであって、その身体自体が自然の状態から異なったものへと変化したわけではない。
ῥεῦμα παχύνειν, τὸ δὲ πολὺ κενοῦν.
そして、明らかに希薄な流出物は濃くし、多量なものは排空しなければならない。
τὴν δὲ ὁρμὴν τῆς φύσεως, ἂν ἐν καιρῷ γένηται, δέχεσθαι, μηδὲν περὶ τὰ σώματα τῶν ὀφθαλμῶν αὐτὰ πραγματευόμενον, ἅτε μηδὲ τῆς ῥύσεως ἦν αἴτια.
また、自然の衝動が適切な時に生じるならば、それを受け入れるべきであり、眼の身体自体について何も処置する必要はない。 それ自体が流出の原因であったわけではないのだから。
τὸ δ’ οἴεσθαί τινα μὲν φλεγμονὴν στεγνὸν εἶναι πάθος, ἑτέραν δὲ ἐπιπεπλεγμένην, οὐκ οἶδ’ ὅπως σωφρονούντων ἐστί.
しかし、ある種の炎症は緊縮の疾患であり、別のものは複合的なものであると考えるのは、どのようにして正気の人々の考えであり得るのか、私には分からない。
πρῶτον μὲν γὰρ ἐπελάθοντο τῶν σφετέρων λόγων, ὡς οὐ τῇ κενώσει κριτέον τὸ ῥοῶδες, ἢ ταῖς ἐπισχέσεσι τὸ στεγνὸν, ἀλλ’ εἰς αὐτὰς τῶν σωμάτων τὰς διαθέσεις χρὴ βλέπειν.
なぜなら、まず彼らは自分たちの主張を忘れてしまっているからだ。 すなわち、流出を排空によって判断したり、緊縮を阻害によって判断したりするのではなく、身体そのものの状態に目を向けなければならない、という主張を。
ὅταν οὖν καθ’ ἅπαν ὅμοιαι τυγχάνωσιν αὗται, καὶ μηδενὶ φαίνηται διαφέρειν ἡ νῦν φλεγμονὴ τῶν πρόσθεν, ἄλλῳ γε, ἢ τῷ τὸ μὲν ἀποῤῥεῖν τι, τὸ δὲ οὔ·
それゆえ、これらが全面的に同じであり、現在の炎症が以前のそれと、一方は何かが流れ出、他方はそうではないということ以外の点では何も異なっていないように見えるとき、一方を複合的であり、他方を緊縮的であると見なすことは、なんとひどく不条理なことではないか。
πῶς οὐ δεινὸν ἄτοπον, ἐπιπεπλεγμένην μὲν ταύτην, στεγνὴν δ’ ἐκείνην εἶναι νομίζειν; ἔπειτα δὲ, πῶς οὐδὲ τοῦθ’, ὅπερ ἦν προχειρότατον, ἐπῆλθεν αὐτοῖς λογίσασθαι, ὅτι μήτε ἐν χειρὶ, μήτ’ ἐν ποδὶ, μήτ’ ἐν πήχει, μήτ’ ἐν βραχίονι, μήτ’ ἐν κνήμη, μήτ’ ἐν μηρῷ, μήτ’ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος ὤφθη ποτὲ φλεγμονῆς εἶδος τοιοῦτον, οἷον ἐκτὸς ἀποχεῖν τι·
さらにまた、きわめて自明な次のことを考えることさえ、なぜ彼らには思い浮かばなかったのか。 すなわち、手においても、足においても、前腕においても、上腕においても、下腿においても、大腿においても、あるいは身体の他のどの部位においても、外へと何かを流し出すような種類の炎症は一度も見られたことがないということである。
μόναις δὲ ταῖς ἐν τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς, καὶ ταῖς ῥισὶν ὑπάρχειν τοῦτο;
そして、口や眼や鼻における炎症にのみ、このことが存在するということ。
πότερον ὁ Ζεὺς προσέταξε ταῖς κοινότησιν ἁπάσαις ταῖς ἐπιπεπλεγμέναις, ὥστε μηδὲ πώποτε μηδεμίαν αὐτῶν εἰς ἄλλο μηδὲν τῶν τοῦ σώματος ἀφικνεῖσθαι μορίων, ἀλλ’ ἐν ὀφθαλμοῖς μόνον, καὶ ῥινὶ, καὶ στόματι πολεμεῖν;
ゼウスが、これらすべての複合的な共同状態に対して、それらのうちのどれ一つとして身体の他のどの部位にも決して到達せず、ただ眼と鼻と口においてのみ戦うように命じたとでもいうのだろうか。
ἡ φλεγμονὴ μὲν γὰρ ἅπαντα δύναται καταλαμβάνειν, ὅσα γε τὰ τῆς γενέσεως αὐτῆς αἴτια δέχεσθαι πέφυκεν.
なぜなら、炎症自体は、その発生の原因を受け入れる性質を持つすべての部位を襲うことができるからである。
τῷ δὲ εἶναι τὰ μὲν ἀραιὰ τὴν φύσιν, τὰ δὲ πυκνά· τῶν μὲν ἀποχεῖταί τι τοῦ ῥεύματος, ἐν δὲ τοῖς ἴσχεται.
しかし、あるものは生まれつき疎であり、他のものは密であるため、一方からは流出物の一部が流し出され、他方では留められるのである。
καὶ γὰρ εἰ πληρώσειας ἀσκὸν ἢ ἄλλο τι τῶν οὕτως στεγανῶν ὑγρᾶς οὐσίας, οὐδὲν ἀποῤῥεῖ·
実際、革袋や、そのように密閉された他の何かに液体の実体を満たしても、何も流れ出ない。
σπογγίαν δὲ καὶ τῶν οὕτως ἀραιῶν εὐθὺς ἅπαν τὸ περιττὸν ἀποχεῖται.
しかし、海綿や、そのように疎なものからは、ただちにすべての余分なものが流し出される。
τί δὴ οὖν χαλεπὸν ἦν, ἐννοήσαντας αὐτοὺς, ὅσον γε τὸ ἄλλο δέρμα πᾶν στεγνότερόν ἐστι τοῦ κατὰ τοὺς ὀφθαλμοὺς, καὶ τοὺς μυκτῆρας, καὶ τὸ στόμα, τῇ τῶν μορίων φύσει τὴν αἰτίαν ἀναθεῖναι, παρέντας ἐπιπλοκὴν καὶ λήρους μακρούς;
それなら、眼や鼻や口のあたりの皮膚に比べて、他のすべての皮膚がいかに緊縮しているかを考え、複合や長い戯言を捨てて、部位の自然な性質にその原因を帰することが、彼らにとって一体何の困難であっただろうか。
ὅτι γὰρ οὕτω τοῦτ’ ἔχει, δηλοῦσιν αἱ μεθ’ ἑλκώσεως ἐν τοῖς ἄλλοις μορίοις γινόμεναι φλεγμοναί·
なぜなら、このことがその通りであることは、他の部位において潰瘍形成を伴って生じる炎症が示しているからである。
καὶ γὰρ κἀκείνων ἀποῤῥεῖ τὸ λεπτομερὲς, ὥσπερ ἐν ὀφθαλμοῖς, καὶ ῥινὶ, καὶ στόματι·
実に、それらからも、眼や鼻や口におけるのと同様に、希薄な部分が流れ出るのである。
ἕως δ’ ἂν ἀπαθὲς ᾖ, καὶ πάντως στεγνὸν τὸ δέρμα, τοῦ μηδὲν ἀποχεῖσθαι τοῦτο αἴτιον, οὐ τὸ τῆς φλεγμονῆς εἶδος.
しかし、皮膚が傷ついておらず、完全に緊縮している限り、何も流し出されないことの原因はこれであって、炎症の種類ではない。
ὥσπερ αὖ πάλιν, εἰ μέλιτι δεύσειας ἢ ὑγρᾷ πίττῃ πάνυ τὸ πλῆθος ἀμέτρῳ σπογγίαν ἢ ἔριον, οὐδὲν ἀποῤῥεῖ διὰ τὸ τῆς ὑγρότητος πάχος, ἢ ὕδατι μὲν, ἤ τινι τῶν οὕτω λεπτῶν, ἀλλ’ ἐλαχίστῳ τούτῳ·
あるいは逆にまた、もし海綿や羊毛に蜜や液状のピッチを極めて大量に浸したとしても、液体の粘り気のために何も流れ出ないし、水やそのように希薄なものであっても、それが極めて少量であるならば流れ出ない。
κατὰ τὸν αὐτὸν, οἶμαι, λόγον οὐ διὰ παντὸς ἐκχεῖταί τινι τῶν ὀφθαλμῶν, ἢ διὰ τὸ πάχος τῆς ὑγρότητος, ἢ τῷ μὴ περιττεύειν, ὥσπερ καὶ ἐπὶ τῶν κατὰ φύσιν ἐχόντων.
これと同じ理由で、私が思うに、誰の眼からも常に液が流れ出るわけではない。 それは液体の粘り気のため、あるいは液が余分ではないためであり、これは健康な状態にある人々の場合と同様である。
ὥστ’ ἐνδέχεται ταὐτὸν εἶδος τῆς φλεγμονῆς, μηδενὶ διαφέρον ἄλλῳ γε, πλὴν τῷ πάχει τῆς ἐπιῤῥεούσης οὐσίας, ὀφθαλμίαν ἐργάσασθαι χωρὶς ῥεύματος, ἣν οἱ σοφώτατοι Μεθοδικοὶ στεγνὴν ὀνομάζουσι, καὶ διαφέρειν οἴονται τῆς ἐπιπεπλεγμένης, ἐπιλανθανόμενοι τῶν ἰδίων λόγων, οὓς ἄνω καὶ κάτω μεταφέρουσι, σωματικὰς ἀξιοῦντες εἶναι τὰς κατασκευὰς τῶν παθῶν, οὐκ ἐν τοῖς ὑγροῖς συνίστασθαι.
したがって、炎症の同一の形でありながら、流入する実体の粘り気以外の点では何も異ならないものが、流出を伴わない眼炎を引き起こすことがあり得る。 これをきわめて知恵あるメソッド派の人々は緊縮的と呼び、彼らはそれが複合的なものとは異なると考えているが、その際、彼らは自分たちの主張を忘れてしまっている。 彼らはその主張をあちこちで振り回し、疾患の構成は身体的なものであって、液体において成立するものではないと主張している。
πῶς οὖν, ὅταν εἰ μὲν ἐν τοῖς σώμασιν ἡ αὐτὴ διάθεσις ᾖ, οὐδενὶ ἄλλῳ γε διαφέρουσα, μόνῃ δὲ τῇ τῶν ὑγρῶν φύσει λεπτῶν ἢ παχέων ὄντων, ἕπηται, ποτὲ μὲν ἀποῤῥεῖν τι, ποτὲ δὲ ἴσχεσθαι, διαφερούσας ὑπολαμβάνετε εἶναι τὰς κοινότητας;
それなら、身体における状態が同じであり、他の何によっても異ならず、ただ液体の性質が希薄であるか濃厚であるかということのみによって、ある時は何かが流れ出、ある時は留まるということが伴うとき、あなた方はどうして共同状態が異なっていると想定するのか。
οὕτω μὲν δὴ καὶ τὸ ἐπιπεπλεγμένον ὑμῶν ἀδιανόητόν ἐστι.
このようにして、あなた方の複合的なものというのも理解不能である。
τὰ δὲ ἄλλα κατὰ μέρος, οὐκ ἐν τοῖς κατὰ δίαιταν μόνον, ἀλλὰ καὶ ἐν τοῖς κατὰ χειρουργίαν τε καὶ φαρμακείαν, ὅσα σφάλλεσθε, τάχα ἂν αὖθις μαθήσετε, εἰ μηδέπω διὰ τούτων ἐπείσθητε.
その他の個別の点、すなわち養生法におけるものだけでなく、外科手術や薬物療法におけるものにおいても、あなた方がいかに多くの過ちを犯しているかは、もしこれらによってもまだ納得していないならば、やがて再び学ぶことになるだろう。
νυνὶ δὲ, ἐπεὶ καὶ τοῖς εἰσαγομένοις ἱκανὰ ταῦτα, καταπαύσω τῇδε τὸν παρόντα λόγον.
しかし今は、これらが入門者にとっても十分であるので、ここで今回の議論を終えることにする。