Humanitext Reader

盖伦 · 致初学者的诸学派 §9#2

批判方法派病理说与炎症排泄的原因

第 11 段,共 12 段 · 希腊语

内容简介

理智派(教条学派)批判方法学派关于紧缩、流出和细孔开闭的病理学说,指出炎症的真正原因在于过剩流出物的充盈,并阐明了排泄发生的多种物理与生理机制。

§9#2καὶ εἴ τις ἐπιχειρήσειε διδάσκειν αὐτοὺς, ὅπως διαφέρει ταῦτα ἀλλήλων, καὶ ὡς ἕκαστον αὐτῶν ἰδίας δεῖται θεωρίας, οὐχ ὑπομένουσιν ἀκούειν, ἀλλὰ καὶ τοῖς παλαιοῖς ἐπιπλήττουσιν, ὡς μάτην τὰ τοιαῦτα διοριζομένοις.
如果有人试图教导他们,这些事物如何彼此不同,以及它们中的每一个如何需要其独特的理论考察,他们是不愿听取的,甚至还指责古人,认为古人做这样的区分是徒劳的。
οὕτως ἀταλαιπώρως ἔχουσι πρὸς τὴν τῆς ἀληθείας ζήτησιν.
他们对于真理的探求竟是如此不情愿付出努力。
ἀλλ’ οὐδ’ ὅτι τῷ μὲν χαλαρῷ τὸ συντεταμένον ἐστὶν ἐναντίον, τῷ δὲ μαλακῷ τὸ σκληρὸν, τῷ δ’ ἀραιῷ τὸ πυκνὸν, ἀκούειν ἀνέχονται· καὶ ὡς παρὰ ταῦτα πάντα ἕτερόν τί ἐστι τὸ ἐπέχεσθαι τὰς φυσικὰς ἐκκρίσεις καὶ τὸ ῥεῖν· καὶ ὡς ὑφ’ Ἱπποκράτους ταῦτα πάντα διώρισται.
而且,他们甚至无法容忍听到“紧张之物与松弛之物相反、坚硬之物与柔软之物相反、稠密之物与稀疏之物相反”;也无法容忍听到在所有这些之外,自然排泄受阻与流出是截然不同的两回事;以及所有这些都已被希波克拉底所区分。
προπετῶς δὲ περί τε τούτων αὐτῶν ἀποφαίνονται, καὶ τὴν φλεγμονὴν, οὕτω δὲ καλοῦσι τὸν σκληρὸν καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν καὶ θερμὸν ὄγκον, ἑτοίμως πάνυ καὶ ἀσκέπτως, στεγνὸν εἶναι πάθος φασίν.
相反,他们对这些事情本身草率地做出判断,并且极易且不加思索地断言,炎症(他们把坚硬、有抵抗力、疼痛且发热的肿胀称为炎症)是紧缩的病症。
εἶτ’ αὖθις ἑτέρας φλεγμονὰς ἐπιπεπλεγμένας ὀνομάζουσι, ὥσπερ τὰς ἐν ὀφθαλμοῖς, ὅταν μετὰ ῥεύματος ὦσι, καὶ τὰς ἐν παρισθμίοις, καὶ γαργαρεῶνι, καὶ οὐρανίσκῳ, καὶ οὔλοις.
接着,他们又把其他的炎症称为“复合的”,例如眼部伴有流出时的炎症,以及扁桃体、悬雍垂、软腭和牙龈的炎症。
εἶθ’ ὑποτίθενται πόρους, τοὺς μὲν ἀραιοὺς γεγονέναι, τοὺς δὲ μεμυκέναι, καὶ διὰ τοῦτο ἀμφότερα τὰ πάθη πεπονθέναι.
然后他们假定,有些细孔变得稀疏,有些细孔则闭合了,并因为这个缘故,同时遭受了这两种病症。
τινὲς δὲ οὖκ ὀκνοῦσι περὶ ἕνα καὶ τὸν αὐτὸν ἅμα πόρον συνίστασθαι λέγειν ῥύσιν τε καὶ στέγνωσιν, ὃ μηδ’ ἐπινοῆσαι ῥᾴδιον· οὕτως ἐπίπαν τόλμης ἥκουσιν.
有些人甚至毫不犹豫地声称,在同一个且仅有的一个细孔周围同时存在流出与紧缩,这甚至连想象都不容易;总的来说,他们竟达到了如此大胆的地步。
ὀλίγοι δέ τινες ἐξ αὐτῶν, ὑπομεῖναι δυνηθέντες ἐπιπλέον ὑπὲρ ἁπάντων τούτων ἀκοῦσαί τε καὶ διασκέψασθαι, μόλις ποτὲ μεταγνόντες ἐπὶ τὸ ἀληθὲς τρέπονται.
但他们中的极少数人,在能够忍受进一步听取并仔细考察所有这些事情之后,终于悔改并转向真理。
τούτοις μὲν οὖν, καὶ ὅσοι μετ’ ἀκριβείας τινὸς βούλονται μαθεῖν τι περὶ τῶν πρώτων καὶ γενικῶν παθῶν, ἰδίᾳ γέγραπται.
因此,对于这些人,以及所有希望对根源性和普遍性病症有精确了解的人,已在其他著作中单独做了阐述。
τὸ δὲ νῦν εἶναι τοῖς εἰσαγομένοις χρήσιμον, πρὸς αὐτοὺς βραχέα εἰπεῖν δίκαιον.
而眼下,既然这对于初学者是有用的,对他们做简要的说明是理所应当的。
ηὐξάμην δ’ ἄν τι κᾀκείνοις ἀπ’ αὐτῶν ὄνασθαι.
我倒希望他们也能从中获得一些益处。
γένοιτο δ’ ἂν τοῦτο, εἰ τοῦ φιλονεικεῖν ἀποστάντες, αὐτὸν τὸν λόγον ἐξετάσαιεν ἐφ’ ἑαυτοῖς.
而如果他们能放弃争强好胜,自己去检验这一理论本身,这就可能实现。
ἔχει δὲ ὁ λόγος, ὡς ἡ καλουμένη καὶ πρὸς αὐτῶν ἐκείνων φλεγμονὴ παρὰ φύσιν ὄγκος ἐστὶν ὀδυνηρὸς, καὶ ἀντίτυπος, καὶ σκληρὸς, καὶ θερμὸς, οὐδέν τι μᾶλλον ἀραιότερον ἐργαζομένη κατὰ τὸν  ἑαυτῆς λόγον, ἢ σκληρότερον, ἢ πυκνότερον ἑαυτοῦ τὸ μέρος, ἀλλὰ μεστὸν ῥεύματος περιττοῦ, καὶ διὰ τοῦτο τεταμένον.
这一理论是说,即便是被他们自己也称为炎症的现象,是一种违背自然的、疼痛的、有抵抗力的、坚硬的且发热的肿胀,根据其自身的定义,它既不会使该部位变得比其自身更稀疏,也不会使之更坚硬或更稠密,而是充满了过剩的流出物,并因此而紧张。
οὐ μὴν, εἴ τι πάντως τέταται, τοῦτο πυκνότερον γέγονεν, ἢ σκληρότερον ἑαυτοῦ.
然而,并非只要某物完全紧张,它就变得比自身更稠密或更坚硬。
μάθοις δ’ ἂν ἐπί τε βυρσῶν αὐτὸ καὶ ἱμάντων, καὶ πλοκάμων, εἰ πάντη διατείνειν ἐπιχειρήσαις.
如果你试图在各个方向上拉伸皮革、皮带或发束,你就能明白这一点。
οὕτω δὲ καὶ ἡ ἴασις τῶν πεπληρωμένων μελῶν κένωσίς ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ πληρώσει.
同样,充盈部位的治疗是排空;因为这与充盈相反。
κενουμένοις δὲ αὐτοῖς εὐθὺς ἕπεται τοῖς μορίοις χαλαρωτέροις γίνεσθαι.
而当这些部位被排空时,紧接着就会使这些器官变得更松弛。
τάσις μὲν δὴ τοῖς πεπληρωμένοις ἐξ ἀνάγκης, ὥσπερ τοῖς κενουμένοις ἡ χάλασις ἕπεται.
确实,紧张必然伴随着充盈之物,正如松弛伴随着被排空之物一样。
πύκνωσις δὲ, ἢ ἀραίωσις, οὐδέτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐδὲ ῥύσις, ἢ ἐπίσχεσις.
但是,稠密或稀疏,两者都不是必然的,流出或阻滞也是如此。
οὔτε γὰρ, εἰ ἀραιὸν ἤδη τι, καὶ ῥεῖν ἐξ αὐτοῦ πάντως ἀναγκαῖον· τί γὰρ, εἰ παχὺ καὶ ὀλίγον εἴη τὸ περιεχόμενον;
因为,并非如果某物已经是稀疏的,就绝对必然从中流出;因为,如果其中所含之物既浓稠又稀少,那又会怎样呢?
οὔτ’, εἰ πυκνὸν, ἴσχεσθαι.
也并非如果某物是稠密的,就会被阻滞。
τὸ γὰρ πολὺ καὶ λεπτὸν καὶ διὰ πυκνῶν ἐκρεῖ τῶν πόρων.
因为,多而稀薄之物即使通过稠密的细孔也会流出。
βέλτιον οὖν ἦν καὶ αὐτοὺς τοὺς τῶν παλαιῶν ἀναγνόντας τὰς βίβλους μεμαθηκέναι, κατὰ πόσους τρόπους τὸ πρότερον ἐν τῷ μορίῳ στεγόμενον αὖθις ἐκκρίνεται.
因此,他们自己若能阅读古人的书,学到先前留在该部位的东西是如何通过许多种方式再次被排出的,那就更好了。
καὶ γὰρ ἀραιουμένου τοῦ περιέχοντος αὐτὸ, καὶ αὐτοῦ τοῦ περιεχομένου τε καὶ πλείονος γενομένου, καὶ σφοδρότερον κινουμένου, καὶ ὑπό τινος τῶν ἐκτὸς ἐφελκομένου, ἢ πρός τινος τῶν ἐντὸς ὠθουμένου, καὶ οἷον ἀναῤῥοιβδουμένου πρός τινων τῶν ἐντός.
因为,这既可以通过包围它的容器变得稀疏来排出,也可以通过所含物本身增多且运动得更剧烈来排出,还可以通过外部某物的吸引或内部某物的推动来排出,以及被内部的某些东西仿佛吸入一般来排出。
εἰ δέ τις ταῦτα πάντα παρεὶς, μίαν αἰτίαν κενώσεως ἡγοῖτο εἶναι τὴν ἀραίωσιν τῶν πόρων, δόξει μηδὲ τὰ φαινόμενα γινώσκειν.
但如果有人忽略了所有这些,而认为细孔的稀疏是排空的唯一原因,那他似乎连显现的现象都不懂得。
ἔριον γοῦν, ἢ σπογγίον, ἤ τι τῶν οὕτως ἀραιῶν ἐναργῶς ὁρῶμεν, εἰ μὲν ὀλίγον ἐντὸς ἑαυτῶν ὑγρὸν ἔχοι, στέγοντα καὶ μὴ μεθιέντα, τὸ πλέον δ’ ἀποχέοντα.
至少我们清楚地看到,羊毛、海绵或任何类似稀疏之物,如果它们自身内部含有少量的液体,就会保留而不释放它,但若过剩则会将其排出。
τί δή ποτ’ οὖν οὐχὶ κἀπὶ τῶν ὀφθαλμῶν, καὶ τῶν μυκτήρων, καὶ τοῦ στόματος, καὶ τῶν ἄλλων τῶν οὕτως ἀραιῶν τὸ αὐτὸ τοῦτο ἐνενόησαν, ὡς ἐνδέχοιτό ποτε τῷ πλήθει τῆς περιεχομένης ἐν αὐτοῖς ὑγρότητος, οὐκ ἀραιώσει τῶν πόρων, ἐκρεῖν τι;
那么,他们为什么不在眼睛、鼻腔、口腔以及其他类似稀疏的器官上想到这同一件事,即有时可能由于它们中所含液体的多量,而不是由于细孔的稀疏,才会有东西流出呢?
καὶ μὲν δὴ καὶ κεράμους εἴδομεν πολλάκις ἀραιοὺς οὕτως, ὡς διηθεῖσθαι τὸ ὕδωρ.
此外,我们经常看到陶器是如此稀疏,以至于水会渗透出来。
ἀλλ’ εἰ μέλιτος ἐγχέοις, οὐ διηθεῖται, παχυτέρα γὰρ ἡ τοῦ μέλιτος οὐσία τῶν τοῦ κεράμου πόρων.
但是如果倒进蜂蜜,它就不会渗透,因为蜂蜜的实体比陶器的细孔更浓稠。
οὔκουν οὐδὲ τοῦτο ἀπεικὸς ἦν ἐννοῆσαι, ὡς διὰ λεπτότητα πολλάκις ἐκρεῖ τι, κἂν μηδὲ αὐτὸ τὸ περιέχον σῶμα τετρημένον ἐκ τῆς φύσεως ᾖ· ἀλλ’ οὐδ’ ὅτι πολλάκις, ἥπερ διοικεῖ τὸ ζῶον, ὁρμῇ σφοδροτέρᾳ χρησαμένη, τὸ περιττὸν ἅπαν ἐκένωσε δι’ αὐτοῦ, καθάπερ ἐκθλίψασά τε καὶ ἀπωσαμένη.
因此,想到这一点也并非不合理,即由于稀薄,某物常常会流出,即使包围它的身体本身并非天生有孔;同样,想到支配生物的主体常常会使用更剧烈的冲动,将所有过剩之物通过它排空,就像挤压并推开它一样,也并非不合理。
τί οὖν χαλεπὸν ἦν ἐννοῆσαι τῷ γε ἀκριβῶς τοῖς τέχνης ἔργοις ὡμιληκότι τὰ πολλά;
那么,对于一个确实且密切地熟悉医术实践的人来说,想到这些事情又有什么困难呢?

词汇与语法注释

  1. p.97ὡς μάτην τὰ τοιαῦτα διοριζομένοις — 修饰给格名词 τοῖς παλαιοῖς 的分词结构,由 ὡς 引导以表示主观原因或指称(“认为……而……”、“以……为由”)。
  2. p.98τὸ δὲ νῦν εἶναι — 不定式 εἶναι 的绝对用法(限定用法),作为惯用的副词性短语,意为“目前”、“就眼下而言”。
  3. p.99κατὰ τὸν ἑαυτῆς λόγον — 此处的 λόγος 意为“固有定义”或“本质原理解释”,指代炎症本身的定义或本质。
  4. p.101ἥπερ διοικεῖ τὸ ζῶον — 关系代词 ἥπερ 的先行词被省略,但在医学和自然哲学语境中,它指代支配和管理生物体的“自然”(φύσις)或“机能”(δύναμις)。

引用这一段

盖伦, 致初学者的诸学派 §9#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg004.humanitext-grc1:9%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。