§5Ἐπεὶ δὲ τῆς ἐμπειρίας οἱ δογματικοὶ κατηγοροῦσιν, οἱ μὲν ὡς ἀσυστάτου, οἱ δὲ ὡς ἀτελοῦς, οἱ δὲ ὡς ἀτέχνου, τοῦ λόγου δὲ πάλιν οἱ ἐμπειρικοὶ ὡς πιθανοῦ μὲν, οὐκ ἀληθοῦς δὲ, διὰ τοῦτο διπλοῦς ἑκατέροις ὁ λόγος καὶ μακρὸς πάνυ περαίνεται, κατηγοροῦσί τε καὶ ἀπολογουμένοις ἐν μέρει.
ドグマ派が経験を非難し、ある者は根拠がないとし、ある者は不完全であるとし、ある者は技術がないとする一方で、他方で経験派が理性を、説得力はあるが真実ではないとして非難するので、このために両者にとって議論は二重になり、非常に長くなって行われる。 彼らは交互に非難し、また自己弁護するからである。
τὰ μὲν γὰρ ὑπὸ Ἀσκληπιάδου κατὰ τῆς ἐμπειρίας εἰρημένα, δεικνύντος, ὡς οἶόν τε μηδὲν πλειστάκις ὡσαύτως ὀφθῆναι δύνασθαι, παντάπασιν αὐτὴν ἀσύστατον εἶναι βούλεται, μηδέ τι σμικρότατον εὑρεῖν οὖσαν ἱκανήν.
というのも、アスクレピアデスによって経験に対して述べられたことは、何ものも何度も同様に見えることはあり得ないということを示しており、経験を完全に根拠のないものにしようとし、最も小さなことさえ発見する能力がないとするからである。
τὰ δ’ ὑπὸ Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ, καὶ ἐφ’ ἁπλοῖς εὑρίσκεσθαι, διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος, οἶον ὅτι καὶ ἡ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τάγε σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον μὲν αὐτὴν τὸ παράπαν εὑρίσκειν, οὐ μὴν εἰς ἅπαντά γε ἱκανὴν εἶναι βούλεται.
これに対して、エラシストラトスによって述べられたことは、単純なこと、および単純なことにおける発見は経験によることを認めつつも、例えばスベリヒユが歯の浮くことの治療薬であることなどは認めるが、複合的なことや複合的なことにおける発見はもはや認めず、経験が全く発見できないとはしないものの、すべてに対して十分であるわけではないとする。
τὰ δὲ, τῶν μὲν τοιαῦτα συγχωρούντων εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας, αἰτιωμένων δὲ αὐτῆς τὸ ἀπεριόριστόν τε καὶ μακρὸν, καὶ, ὡς αὐτοί φασιν, ἀμέθοδον, εἶθ’ οὕτω τὸν λόγον εἰσαγόντων, οὐκ ἀσύστατον μέν, οὐδὲ ἀνύπαρκτον, οἷον δ’ ἄτεχνόν τι πρᾶγμα τὴν ἐμπειρίαν εἶναι βούλεται.
さらに、そのようなことが経験によって発見されることを認めつつも、経験の際限のなさや長さ、そして彼らが言うところの無秩序さを非難し、そのようにして議論を導入する者たちによる主張は、経験が根拠のないものでも存在しないものでもないが、何か技術のない事柄であることを望むものである。
πρὸς ταύτας οὖν τὰς ἐφόδους τῶν λόγων ἀπολογούμενοι καὶ συστατικὴν καὶ αὐτάρκη καὶ τεχνικὴν ἐπιδεικνύναι πειρῶνται τὴν ἐμπειρίαν, καὶ αὐτοὶ δὲ τοῦ ἀναλογισμοῦ καθάπτονται πολυειδῶς, ὥστε πάλιν ἀπολογεῖσθαι πρὸς ἕκαστον εἶδος τῆς κατηγορίας τοῖς δογματικοῖς, ἀναγκαῖον.
したがって、これらの議論の攻撃に対して弁明しつつ、経験派は経験が確固としたものであり、自己十分なものであり、技術的なものであることを示そうと試みる。 そして彼ら自身も類比的推論を多方面から批判し、その結果、今度はドグマ派が非難のそれぞれの種類に対して弁明することが必要となる。
ἐπαγγελλομένοις γὰρ αὐτοῖς τοῦ τε σώματος τὴν φύσιν ἐπίστασθαι, καὶ τῶν νοσημάτων ἁπάντων τὰς γενέσεις, καὶ τῶν ἰαμάτων τὰς δυνάμεις, ὁμόσε χωροῦντες οἱ ἐμπειρικοὶ πάντα διαβάλλουσιν, ὡς ἄχρι μὲν τοῦ πιθανοῦ καὶ εἰκότος προιόντα, βεβαίαν δὲ γνῶσιν οὐδεμίαν ἔχοντα.
なぜなら、ドグマ派が身体の本性を知っており、すべての病気の発生原因を、そして治療薬の効能を知っていると公言するのに対して、立ち向かって経験派はすべてを非難し、それらは説得力やもっともらしさの段階にまで進むことはあっても、確実な知識は何一つ持っていないとするからである。
ἔστι δ’ ὅτε καὶ τὴν γνῶσιν αὐτῶν συγχωρήσαντες, τὸ ἄχρηστον αὐτῶν ἐπιδεικνύναι πειρῶνται· καὶ τοῦτό ποτε δόντες, αὖθις τὸ περιττὸν ἐξελέγχουσιν.
そして、時には彼らの知識を認めた上で、その無用さを示そうと試み、またこれを認めた場合でも、さらにそれが余計なものであることを論駁する。
τοιαῦτα μὲν δὴ καθόλου πρὸς ἀλλήλους ἀμφισβητοῦσιν ἐμπειρικοί τε καὶ δογματικοί.
このようにして、経験派とドグマ派は一般的に互いに争っている。
ἐν μέρει δὲ πολλὰ καθ’ ἕκαστον αὐτῶν, οἷον ἐν ταῖς περὶ τῆς εὑρέσεως τῶν ἀφανῶν ζητήσεσιν, τῶν μὲν τὴν ἀνατομὴν, καὶ τὴν ἔνδειξιν, καὶ τὴν διαλεκτικὴν θεωρίαν ἐπαινούντων·
個別的には、各事項において多くの争いがあり、例えば隠れた事柄の発見に関する探求において、一方(ドグマ派)は解剖、指標、そして弁証法的な考察を称賛する。
ὄργανα γὰρ αὐτοῖς ταῦτα τῶν ἀδήλων θηρευτικά·
これらは彼らにとって隠れたものを捕らえるための道具だからである。
τῶν δ’ ἐμπειρικῶν μήθ’ εὑρίσκειν τι τὴν ἀνατομὴν συγχωρούντων, μήτ’, εἰ καὶ εὑρίσκοιτο, ἀναγκαῖον εἰς τὴν τέχνην.
他方、経験派は、解剖が何かを発見することを認めず、たとえ発見されるとしても、これが技術にとって必要であるとは認めない。
εἶναι τοῦτο, ἀλλὰ μήτε ἔνδειξιν ὑπάρχειν τοπαράπαν, μήθ’ ἕτερον ἐξ ἑτέρου δύνασθαι γνωσθῆναι.
それどころか、指標というものは全く存在せず、一つのことから他の一つのことが知られることもあり得ないとする。
πάντα γὰρ δεῖσθαι τῆς ἐξ αὐτῶν γνώσεως, μηδ’ εἶναί τι σημεῖον ἀδήλου φύσει πράγματος οὐδενός·
なぜなら、すべてのものはそれら自体による知を必要とし、本性上隠れた事柄を示す兆候は何一つ存在しないからである。
ἀλλὰ μηδὲ διαλεκτικῆς δεῖσθαι μηδεμίαν τέχνην.
さらに、いかなる技術も弁証法を必要としないとする。
εἶτα καὶ πρὸς τὰς ὑποθέσεις τῆς διαλεκτικῆς λέγουσί τι, καὶ πρὸς τοὺς ὅρους, καὶ οὐδὲ τὴν ἀρχὴν εἶναι ἀπόδειξίν φασιν ἀδήλου φύσει πράγματος οὐδενός.
さらに、彼らは弁証法の前提に対しても異論を唱え、定義に対しても同様であり、そもそも本性上隠れた事柄に対する証明というものは存在しないと主張する。
ἤδη δὲ καὶ περὶ τῶν μοχθηρῶν τρόπων τῆς ἀποδείξεως, οἷς εἰώθασιν οἱ δογματικοὶ χρῆσθαι, λέγουσί τι, καὶ περὶ παντὸς ἀναλογισμοῦ·
そして、すでにドグマ派が用いるのに慣れている、証明の不完全な方法についても何かを言い、すべての類比的推論についても言う。
καὶ ὡς τοῦτο μὲν ἀδύνατος εὑρίσκειν, ὃ ἐπαγγέλλεται· καὶ οὔτ’ ἄλλη τις τέχνη συνίσταται κατ’ αὐτὸν, οὐδὲ ὁ βίος τῶν ἀνθρώπων πρόεισιν.
すなわち、これが公言している事柄を発見することは不可能であり、それに従って他のいかなる技術も成立せず、人間の生活も進まないとする。
ὁ δὲ ἐπιλογισμὸς, ὃν δὴ φαινόμενον εἶναί φασι, χρήσιμος μὲν εἰς εὕρεσιν τῶν προσκαίρων ἀδήλων, οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ὅσα τοῦ γένους μέν ἐστι τῶν αἰσθητῶν, οὐ μὴν ἤδη γέ πω πέφηνε.
他方、エピロギスモス(経験的推論)は、彼らが「現象に基づいている」と言うものであるが、一時的に隠れた事柄――彼らは感覚されるものの類に属しながらも、まだ現れていないものをそう呼ぶのであるが――の発見にとって有用であるとする。
χρήσιμος δὲ καὶ πρὸς ἔλεγχον τῶν κατὰ τοῦ φαινομένου τι λέγειν τολμώντων.
また、現象に反して何かをあえて言う者たちの論駁にとっても有用である。
χρήσιμος δὲ καὶ τὸ παρορώμενον τοῖς φαινομένοις δεῖξαι, καὶ σοφίσμασιν ἀπαντῆσαι, μηδαμοῦ τῶν ἐναργῶν ἀφιστάμενος, ἀλλ’ ἐν τούτοις ἀεὶ διατρίβων, οὐ μὴν ὅγε ἀναλογισμὸς, φασὶν, ἀλλὰ ἄρχεται μὲν ἀπὸ τῶν φαινομένων, λήγει δὲ ἐπὶ τὰ διαπαντὸς ἄδηλα, καὶ διὰ τοῦτο πολυειδής ἐστιν. ἀπὸ γὰρ τῶν αὐτῶν φαινομένων ἄλλο ἐπ’ ἄλλῳ τῶν ἀδήλων παραγίνεται.
さらに、現象において見落とされていることを示し、ソフィズムに対処するためにも有用であり、明白な事柄から決して離れず、常にこれらの中で過ごすものである。 しかし、類比的推論はそうではなく、現象から始まるが、永続的に隠れた事柄において終わるため、多種多様であると彼らは言う。 なぜなら、同一の現象から、隠れた事柄の異なるものが次から次へと生じるからである。
καὶ τὴν διαφωνίαν ἐνταῦθα προχειρίζονται τὴν ἀνεπίκριτον, ἣν δὴ σημεῖον εἶναι τῆς ἀκαταληψίας φασίν. οὕτω γὰρ αὐτοὶ καλοῦσιν τὴν μὲν ἀληθῆ καὶ βεβαίαν γνῶσιν κατάληψιν, ἀκαταληψίαν δὲ τὸ ἐναντίον ταύτῃ, καὶ τὴν μὲν ἀκαταληψίαν αἰτίαν εἶναί φασι τῆς διαφωνίας τῆς ἀνεπικρίτου, τὴν διαφωνίαν δ’ αὖ πάλιν τῆς ἀκαταληψίας σημεῖον.
そして、彼らはここで決着のつかない不一致を持ち出し、これこそが不可知性の兆候であると言う。
ἀνεπίκριτον δὲ τὴν ἐπὶ τῶν ἀδήλων ἀγωνολογίαν εἶναί φασιν, οὐ τὴν περὶ τῶν φαινομένων.
というのも、彼ら自身、真実で確実な知識を「把握」と呼び、これに反対するものを「不可知性」と呼び、不可知性が決着のつかない不一致の原因であり、不一致が逆に不可知性の兆候であると言うからである。
ἐνταῦθα γὰρ ἕκαστόν φαμεν οἷόν ἐστι, μαρτυρεῖ μὲν τοῖς ἀληθεύουσιν; ἐξελέγχει δὲ τοὺς ψευδομένους.
そして、決着のつかない論争とは、隠れた事柄に関するものであり、現象に関するものではないと言う。 というのも、現象においては、私たちはそれぞれがどのようなものであるかを言い、現象は真実を語る者たちを証言し、偽る者たちを論駁するからである。
τοιαῦτα μυρία πρὸς ἀλλήλους ἐρίζουσιν ἐμπειρικοί τε καὶ δογματικοὶ τὴν θεραπείαν ἐπὶ τῶν αὐτῶν παθῶν τὴν αὐτὴν ποιούμενοι, ὅσοι γε νόμῳ καθ’ ἑκατέραν τὴν αἵρεσιν ἤσκηνται.
このように、経験派とドグマ派は、互いに無数の事柄について争っているが、それぞれの学派の規則に従って訓練された者たちは皆、同一の疾患に対して同一の治療を行っているのである。