§4Ἀφ’ ὧν δὲ ἡ ἔνδειξις τοῦ συμφέροντος τοῖς δογματικοῖς, ἀπὸ τούτων ἡ τήρησις τοῖς ἐμπειρικοῖς.
また、ドグマ派にとって有益なものの指標がそこから生じる当の事柄から、経験派にとっては観察が生じるのである。
τὸ γὰρ προειρημένον ἄθροισμα τῶν συμπτωμάτων ἐπὶ τοῦ πυρέττοντος, ὃ συνδρομὴν καλεῖν εἰσιν εἰθισμένοι, τῷ μὲν δογματικῷ τὴν κένωσιν ὑπαγορεύει, τῷ δὲ ἐμπειρικῷ τὴν ὑπόμνησιν τῆς τηρήσεως.
というのも、熱のある患者における前述の症状の集まり――彼らが「症候群」と呼ぶのに慣れているもの――は、ドグマ派に対しては空にすることを指示し、経験派に対しては観察の想起を促すからである。
ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων πολλάκις ἑωρακὼς τὴν κένωσιν ὠφελοῦσαν, ἐλπίζει καὶ νῦν χρησάμενος ὀνήσειν.
というのも、このようにあっている人々において、空にすることが益することを何度も目にしてきたので、彼は今またそれを用いることによって益するであろうと期待するからである。
ἀλλὰ καὶ τοὺς ἀκμάζοντας τῇ ἡλικία τὴν ἱκανὴν κένωσιν ἀλύπως φέροντας οἶδεν, ἐξ ὧν πολλάκις ἑώρακεν.
そればかりか、年齢において全盛期にある人々が十分な空にすることを苦痛なく耐えるということも、彼が何度も目にしてきたことから、知っているのである。
οὕτω δὲ καὶ ἦρος μᾶλλον ἢ θέρους, καὶ ἐν χωρίῳ εὐκράτῳ, καὶ εἰ ἔθος δέ τι κενώσεως εἴη τῷ κάμνοντι, οἷον δι’ αἱμοῤῥοΐδος, ἢ διὰ ῥινῶν, ὁ μὲν δογματικὸς ἀφέλοι ἂν καὶ διὰ τοῦτο πλέον τοῦ αἵματος ἀπὸ τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος·
同様に、夏よりも春において、また気候の穏やかな土地において、さらに、もし患者に例えば痔あるいは鼻からの出血といったような、空にする何らかの習慣があるならば、ドグマ派はその事柄の本性から出発して、この理由によっても、より多くの血液を取り去るであろう。
ὁ δ’ ἐμπειρικὸς, ὅτι οὕτω τετήρηκεν.
しかし、経験派はそれをそのように観察してきたという理由によって、そうするであろう。
καὶ καθόλου φάναι, τὰς αὐτὰς ἐπὶ τῶν αὐτῶν παθῶν ἰάσεις οἵ τε δογματικοὶ καὶ οἱ ἐμπειρικοὶ παραλαμβάνουσι, περὶ τοῦ τρόπου τῆς εὑρέσεως αὐτῶν ἀμφισβητοῦντες.
そして一般的に言えば、ドグマ派も経験派も、同一の疾患に対して同一の治療法を採用しているが、それらの発見方法をめぐっては争っているのである。
ἐπὶ γὰρ τοῖς αὐτοῖς φαινομένοις κατὰ τὸ σῶμα συμπτώμασιν ἔνδειξις μὲν τῆς αἰτίας γίνεται τοῖς δογματικοῖς, ἐξ ἧς τὴν θεραπείαν εὑρίσκουσιν· ὑπόμνησις δὲ τοῖς ἐμπειρικοῖς τῶν πολλάκις ὡσαύτως τετηρημένων.
というのも、身体に現れる同一の症状に基づいて、ドグマ派にとっては原因の指標が生じ、そこから彼らは治療法を発見するが、経験派にとっては何度も同様に観察されてきたことの想起が生じるからである。
ἐφ’ ὧν δὲ μηδὲν ἔχουσιν οἱ δογματικοὶ φαινόμενον σύμπτωμα τὸ τὴν αἰτίαν ἐνδεικνυμένον, ἐπὶ τούτων ἐρωτᾷν οὐκ ὀκνοῦσι τὸ προκαταρκτικὸν καλούμενον αἴτιον·
しかし、ドグマ派が原因を指し示す現れた症状を何一つ持たない場合には、彼らは「先先行的原因」と呼ばれるものについて尋ねることを躊躇しない。
οἷον, εἰ κύων λυττῶν ἦν ὁ δάκνων, ἢ ἔχιδνα, ἤ τι τοιοῦτον ἄλλο.
例えば、噛んだものが狂犬であったのか、毒蛇であったのか、あるいは何か他のそのようなものであったのか、ということである。
τὸ μὲν γὰρ ἕλκος αὐτὸ οὐδὲν ἀλλοιότερον μέχρι παντὸς φαίνεται τῶν ἄλλων ἑλκῶν ἢ πάντως γε κατ’ ἀρχάς.
というのも、傷自体は、終始にわたって、あるいは少なくとも最初のうちは、他の傷と何ら異なるようには見えないからである。
ἐπὶ μὲν γὰρ τοῦ λυττῶντος κυνὸς μέχρι παντὸς ὅμοιον φαίνεται τοῖς ὑπ’ ἄλλου τινὸς δηχθεῖσιν.
狂犬の場合には、他の何者かによって噛まれた傷と終始にわたって同様に見える。
ἐπὶ δὲ τῶν ἐχιδνῶν, ἐν μὲν ταῖς πρώταις ἡμέραις ὅμοιον τοῖς ἄλλοις, ὕστερον δὲ, ἡνίκα ἤδη μοχθηρῶς ἔχωσι, παθήματά τινα περὶ τὸ σῶμα ὀλέθρια προσγίνεται αὐτοῖς.
しかし毒蛇の場合には、最初の数日間は他の傷と同様であるが、後になって、彼らが既に深刻な状態に陥った時に、彼らの身体にいくつかの致命的な苦痛が加わるのである。
τὰ δὴ τοιαῦτα συμπτώματα πάντα, ὅσα ὑπὸ τῶν ἰοβόλων καλουμένων ζώων γίγνεται, μὴ θεραπευόμενα καλῶς εὐθὺς ἐξ ἀρχῆς, ἐσχάτως ὀλέθρια καθίστανται.
したがって、いわゆる有毒動物によって引き起こされるこのような症状はすべて、最初からただちに適切に治療されないならば、極めて致命的なものとなるのである。
τίς οὖν ἡ ὀρθὴ θεραπεία;
では、正しい治療法とは何か。
ἢ δηλονότι κενῶσαι τὸν ἰὸν τὸν ἅμα τῇ δήξει τοῦ σώματος τοῦ δηχθέντος ἐμπεσόντα;
噛まれた者の身体に、噛み傷とともに侵入した毒を空にすることであることは明らかではないか。
οὐκ οὖν ἐπ’ οὐλὴν ἄγειν δεῖ καὶ κλείειν τὰ τοιαῦτα σπεύδειν, ἀλλὰ τοὐναντίον ἐπιτέμνειν πολλάκις, εἰ μικρὰ παντελῶς·
したがって、そのような傷を急いで瘢痕に導き、閉じてしまおうとするべきではなく、逆に、たとえ完全に小さな傷であっても、しばしば切り開くべきである。
ἤδη δὲ καὶ θερμοῖς καὶ δριμέσι καὶ δυναμένοις ἕλκειν καὶ ξηραίνειν τὸν ἰὸν φαρμάκοις χρῆσθαι, διὰ τὴν αὐτὴν αἰτίαν.
そしてまさに同じ理由によって、熱く、刺激が強く、毒を引き出し乾燥させることができる薬を用いるべきなのである。
τὰ δ’ αὐτὰ φάρμακα καὶ οἱ ἐμπειρικοὶ προσφέρουσιν, οὐχ ὑπὸ τῆς φύσεως αὐτοῦ τοῦ πράγματος ποδηγούμενοι πρὸς τὴν εὕρεσιν αὐτῶν, ἀλλὰ τῶν διὰ τῆς πείρας φανέντων μεμνημένοι.
そして経験派もまた同一の薬を処方するが、彼らはその発見に向けて、事柄自体の本性によって導かれているのではなく、経験を通じて明らかになった事柄を記憶しているのである。
ὥσπερ γὰρ ἐπὶ ταῖς ἡλικίαις, καὶ ταῖς ὥραις, καὶ ταῖς χώραις, ἑκάστου τῶν εἰρημένων ἡ θεραπεία δι’ ἐμπειρίας ἐγινώσκετο αὐτοῖς, οὕτω καὶ ἐπὶ τοῖς προκαταρκτικοῖς ὀνομαζομένοις αἰτίοις.
というのも、年齢、季節、土地において、述べられた事柄それぞれの治療法が彼らにとって経験を通じて知られていたのと同様に、先行的と呼ばれる原因に対してもそうだからである。
εἰ μὲν δὴ οὖν συνεχώρουν ἀλλήλοις τὰς ὁδοὺς τῆς εὑρέσεως ἀμφοτέρας ἀληθεῖς εἶναι, οὐδὲν ἂν αὐτοῖς ἔδει μακροτέρων λόγων.
それゆえ、もし彼らが、発見への両方の道がともに真実であることを互いに認めるならば、彼らにとってこれ以上長い議論は必要ないであろうに。