Humanitext Reader

盖伦 · 致初学者的诸学派 §5

教条派与经验派的相互批驳与方法论对立

第 5 段,共 12 段 · 希腊语

内容简介

概述了教条主义者与经验主义者之间的医学方法论对立,详细介绍了阿斯克勒皮亚德斯和埃拉西斯特拉托斯等人对经验主义的批评及经验派的辩护,并阐释了双方在解剖学、辩证法以及推理方法上的分歧。

§5Ἐπεὶ δὲ τῆς ἐμπειρίας οἱ δογματικοὶ κατηγοροῦσιν, οἱ μὲν ὡς ἀσυστάτου, οἱ δὲ ὡς ἀτελοῦς, οἱ δὲ ὡς ἀτέχνου, τοῦ λόγου δὲ πάλιν οἱ ἐμπειρικοὶ ὡς πιθανοῦ μὲν, οὐκ ἀληθοῦς δὲ, διὰ τοῦτο διπλοῦς ἑκατέροις ὁ λόγος καὶ μακρὸς πάνυ περαίνεται, κατηγοροῦσί τε καὶ ἀπολογουμένοις ἐν μέρει.
由于教条主义者指责经验,有的称其毫无根据,有的称其不完全,有的称其缺乏艺术,而经验主义者反过来指责理性虽有说服力却非真理,因此双方的辩论变得双重且极为冗长,他们轮流进行指责与辩护。
τὰ μὲν γὰρ ὑπὸ Ἀσκληπιάδου κατὰ τῆς ἐμπειρίας εἰρημένα, δεικνύντος, ὡς οἶόν τε μηδὲν πλειστάκις ὡσαύτως ὀφθῆναι δύνασθαι, παντάπασιν αὐτὴν ἀσύστατον εἶναι βούλεται, μηδέ τι σμικρότατον εὑρεῖν οὖσαν ἱκανήν.
因为阿斯克勒皮亚德斯针对经验所发表的言论(他指出任何事物都不可能多次以同样的方式被观察到),意在使经验完全失去根据,认为它连最微小的事情也无力发现。
τὰ δ’ ὑπὸ Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ, καὶ ἐφ’ ἁπλοῖς εὑρίσκεσθαι, διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος, οἶον ὅτι καὶ ἡ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τάγε σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον μὲν αὐτὴν τὸ παράπαν εὑρίσκειν, οὐ μὴν εἰς ἅπαντά γε ἱκανὴν εἶναι βούλεται.
相反,埃拉西斯特拉托斯所发表的言论(他承认简单的事物以及在简单情况下的发现是通过经验获得的,例如马齿苋是治牙齿发酸的良药,但不再承认复合的事物以及在复合情况下的发现),虽然不认为经验完全不能发现事物,但意在说明它并非对所有事情都足够。
τὰ δὲ, τῶν μὲν τοιαῦτα συγχωρούντων εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας, αἰτιωμένων δὲ αὐτῆς τὸ ἀπεριόριστόν τε καὶ μακρὸν, καὶ, ὡς αὐτοί φασιν, ἀμέθοδον, εἶθ’ οὕτω τὸν λόγον εἰσαγόντων, οὐκ ἀσύστατον μέν, οὐδὲ ἀνύπαρκτον, οἷον δ’ ἄτεχνόν τι πρᾶγμα τὴν ἐμπειρίαν εἶναι βούλεται.
此外,那些承认此类事物是通过经验发现的,却谴责经验的无界限、冗长以及(如他们所说)无条理性,并以此引入其论点的人,他们的言论并不打算把经验视为毫无根据或不存在的东西,而是打算将其视为某种缺乏技术的事情。
πρὸς ταύτας οὖν τὰς ἐφόδους τῶν λόγων ἀπολογούμενοι καὶ συστατικὴν καὶ αὐτάρκη καὶ τεχνικὴν ἐπιδεικνύναι πειρῶνται τὴν ἐμπειρίαν, καὶ αὐτοὶ δὲ τοῦ ἀναλογισμοῦ καθάπτονται πολυειδῶς, ὥστε πάλιν ἀπολογεῖσθαι πρὸς ἕκαστον εἶδος τῆς κατηγορίας τοῖς δογματικοῖς, ἀναγκαῖον.
因此,为了应对这些言论的攻击,经验主义者在辩护中试图表明经验是有根据的、自足的、具有技术性的,并且他们自己也从多方面抨击类比推理,从而使得教条主义者反过来也必须针对每一种指责进行辩护。
ἐπαγγελλομένοις γὰρ αὐτοῖς τοῦ τε σώματος τὴν φύσιν ἐπίστασθαι, καὶ τῶν νοσημάτων ἁπάντων τὰς γενέσεις, καὶ τῶν ἰαμάτων τὰς δυνάμεις, ὁμόσε χωροῦντες οἱ ἐμπειρικοὶ πάντα διαβάλλουσιν, ὡς ἄχρι μὲν τοῦ πιθανοῦ καὶ εἰκότος προιόντα, βεβαίαν δὲ γνῶσιν οὐδεμίαν ἔχοντα.
因为当教条主义者声称了解身体的本性、一切疾病的产生以及药物的功效时,经验主义者正面交锋,抨击这一切,认为这些说辞至多只能达到可信和似真,却没有任何确凿的知识。
ἔστι δ’ ὅτε καὶ τὴν γνῶσιν αὐτῶν συγχωρήσαντες, τὸ ἄχρηστον αὐτῶν ἐπιδεικνύναι πειρῶνται· καὶ τοῦτό ποτε δόντες, αὖθις τὸ περιττὸν ἐξελέγχουσιν.
有时,即便承认了他们的知识,经验主义者也试图证明其无用性;而在承认了这一点的某种情况下,他们又进而驳斥其为多余。
τοιαῦτα μὲν δὴ καθόλου πρὸς ἀλλήλους ἀμφισβητοῦσιν ἐμπειρικοί τε καὶ δογματικοί.
经验主义者和教条主义者之间大体上就是这样相互争论的。
ἐν μέρει δὲ πολλὰ καθ’ ἕκαστον αὐτῶν, οἷον ἐν ταῖς περὶ τῆς εὑρέσεως τῶν ἀφανῶν ζητήσεσιν, τῶν μὲν τὴν ἀνατομὴν, καὶ τὴν ἔνδειξιν, καὶ τὴν διαλεκτικὴν θεωρίαν ἐπαινούντων· ὄργανα γὰρ αὐτοῖς ταῦτα τῶν ἀδήλων θηρευτικά·
而在细节上,针对每一个具体问题都有许多争论,例如在关于发现不显而易见之物的探索中,一方赞美解剖、指征和辩证考察;因为这些对他们来说是猎取不显露之物的工具。
τῶν δ’ ἐμπειρικῶν μήθ’ εὑρίσκειν τι τὴν ἀνατομὴν συγχωρούντων, μήτ’, εἰ καὶ εὑρίσκοιτο, ἀναγκαῖον εἰς τὴν τέχνην. εἶναι τοῦτο, ἀλλὰ μήτε ἔνδειξιν ὑπάρχειν τοπαράπαν, μήθ’ ἕτερον ἐξ ἑτέρου δύνασθαι γνωσθῆναι.
另一方,经验主义者既不承认解剖能发现任何东西,也不承认即使有所发现,这对于医术是必需的;而且他们主张指征根本不存在,一件事物也不能从另一件事物中被认知。
πάντα γὰρ δεῖσθαι τῆς ἐξ αὐτῶν γνώσεως, μηδ’ εἶναί τι σημεῖον ἀδήλου φύσει πράγματος οὐδενός· ἀλλὰ μηδὲ διαλεκτικῆς δεῖσθαι μηδεμίαν τέχνην.
因为他们认为,所有事物都需要基于其自身的认知,并且不存在任何指向本性上不显露之物的标记;此外,任何艺术都不需要辩证法。
εἶτα καὶ πρὸς τὰς ὑποθέσεις τῆς διαλεκτικῆς λέγουσί τι, καὶ πρὸς τοὺς ὅρους, καὶ οὐδὲ τὴν ἀρχὴν εἶναι ἀπόδειξίν φασιν ἀδήλου φύσει πράγματος οὐδενός.
接着,他们还针对辩证法的假设及其定义发表议论,并否认从根本上存在对任何本性上不显露之物的证明。
ἤδη δὲ καὶ περὶ τῶν μοχθηρῶν τρόπων τῆς ἀποδείξεως, οἷς εἰώθασιν οἱ δογματικοὶ χρῆσθαι, λέγουσί τι, καὶ περὶ παντὸς ἀναλογισμοῦ· καὶ ὡς τοῦτο μὲν ἀδύνατος εὑρίσκειν, ὃ ἐπαγγέλλεται· καὶ οὔτ’ ἄλλη τις τέχνη συνίσταται κατ’ αὐτὸν, οὐδὲ ὁ βίος τῶν ἀνθρώπων πρόεισιν.
并且,他们还对教条主义者惯于使用的那些有缺陷的证明方式发表言论,并针对所有类比推理发言;说明类比推理无法发现它所声称的东西,既没有其他任何艺术是根据它建立的,人类的生活也不借此向前发展。
ὁ δὲ ἐπιλογισμὸς, ὃν δὴ φαινόμενον εἶναί φασι, χρήσιμος μὲν εἰς εὕρεσιν τῶν προσκαίρων ἀδήλων, οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ὅσα τοῦ γένους μέν ἐστι τῶν αἰσθητῶν, οὐ μὴν ἤδη γέ πω πέφηνε.
相反,经验推理(他们说这确实是基于现象的)对于发现暂时不显露之物是有用的——因为他们如此称呼那些属于感觉事物之大类、但尚未显现出来的东西。
χρήσιμος δὲ καὶ πρὸς ἔλεγχον τῶν κατὰ τοῦ φαινομένου τι λέγειν τολμώντων.
它对于驳斥那些敢于发表违背现象之言论的人也是有用的。
χρήσιμος δὲ καὶ τὸ παρορώμενον τοῖς φαινομένοις δεῖξαι, καὶ σοφίσμασιν ἀπαντῆσαι, μηδαμοῦ τῶν ἐναργῶν ἀφιστάμενος, ἀλλ’ ἐν τούτοις ἀεὶ διατρίβων, οὐ μὴν ὅγε ἀναλογισμὸς, φασὶν, ἀλλὰ ἄρχεται μὲν ἀπὸ τῶν φαινομένων, λήγει δὲ ἐπὶ τὰ διαπαντὸς ἄδηλα, καὶ διὰ τοῦτο πολυειδής ἐστιν.
它还有助于指出在现象中被忽视的事物,以及应对诡辩,它绝不偏离显而易见的事实,而是始终驻留其中;但他们说,类比推理却非如此,它始于现象,却终止于永久不显露之物,因此它是多样的。
ἀπὸ γὰρ τῶν αὐτῶν φαινομένων ἄλλο ἐπ’ ἄλλῳ τῶν ἀδήλων παραγίνεται.
因为从相同的现象中,会推导出各种各样、各不相同的非显现之物。
καὶ τὴν διαφωνίαν ἐνταῦθα προχειρίζονται τὴν ἀνεπίκριτον, ἣν δὴ σημεῖον εἶναι τῆς ἀκαταληψίας φασίν.
在这里,他们提出了无法裁决的分歧,他们确实称之为不可知性的标志。
οὕτω γὰρ αὐτοὶ καλοῦσιν τὴν μὲν ἀληθῆ καὶ βεβαίαν γνῶσιν κατάληψιν, ἀκαταληψίαν δὲ τὸ ἐναντίον ταύτῃ, καὶ τὴν μὲν ἀκαταληψίαν αἰτίαν εἶναί φασι τῆς διαφωνίας τῆς ἀνεπικρίτου, τὴν διαφωνίαν δ’ αὖ πάλιν τῆς ἀκαταληψίας σημεῖον.
因为他们自己将真实且确凿的知识称为“把握”,而将与之相反的称为“不可知性”;他们说,不可知性是无法裁决之分歧的原因,而该分歧反过来又是不可知性的标志。
ἀνεπίκριτον δὲ τὴν ἐπὶ  τῶν ἀδήλων ἀγωνολογίαν εἶναί φασιν, οὐ τὴν περὶ τῶν φαινομένων.
他们并说明,无法裁决的争论是关于不显露之物的,而非关于现象的。
ἐνταῦθα γὰρ ἕκαστόν φαμεν οἷόν ἐστι, μαρτυρεῖ μὲν τοῖς ἀληθεύουσιν; ἐξελέγχει δὲ τοὺς ψευδομένους.
因为在后者中,当我们说出每件事物是怎样的时候,现象会为说真话的人作证,并驳斥说谎的人。
τοιαῦτα μυρία πρὸς ἀλλήλους ἐρίζουσιν ἐμπειρικοί τε καὶ δογματικοὶ τὴν θεραπείαν ἐπὶ τῶν αὐτῶν παθῶν τὴν αὐτὴν ποιούμενοι, ὅσοι γε νόμῳ καθ’ ἑκατέραν τὴν αἵρεσιν ἤσκηνται.
经验主义者和教条主义者之间以此种方式进行着无数的争论,尽管只要是按照各自学派的规范训练出来的人,对同一疾病采用的治疗方法都是相同的。

词汇与语法注释

  1. §5ἀσυστάτου... ἀτελοῦς... ἀτέχνου — 三个形容词表明了教条主义者对经验的指责性质,分别指向阿斯克勒皮亚德斯(毫无根据:ἀσύστατος)、埃拉西斯特拉托斯(不完全:ἀτελής)以及一般的医学方法论批评者(缺乏技术:ἄteχνος)的立场,并在接下来的段落中进行了详细阐述。
  2. ¦290¦τὰ δ’ ὑπὸ Ἐρασιστράτου — 与主语 τὰ δ’ ὑπὸ Ἐρασιστράτου 相配的主动词在文脉中省略了 βούλεται(意图/旨在),它与前半句 τὰ μὲν γὰρ ὑπὸ Ἀσκληπιάδου ... βούλεται 构成对称结构,说明埃拉西斯特拉托斯的论点同样意在说明“经验并非对所有发现都足够”。
  3. ¦p.76¦τὰ δὲ, τῶν μὲν τοιαῦτα συγχωρούντων... βούλεται — 此句的主语是 τὰ δὲ(第三类指责的内容),由属格名词短语 τῶν μὲν... εἶθ' οὕτω τὸν λόγον εἰσαγόντων(那些……的人的)修饰。主动词为 βούλεται(意图/主张),并带有一个不定式从句 τὴν ἐμπειρίαν εἶναι...(经验是……)作为宾语补足语。
  4. ¦p.78¦ὁ δὲ ἐπιλογισμὸς... ὁ δὲ ἀναλογισμός — 经验主义者使用的“经验推理”(基于可观察事物的经验性推理)与教条主义者使用的“类比推理”(探究不可见隐藏原因的类比推理)之间的对比。经验推理对暂时不显露之物有效,而类比推理则以永久不显露之物为对象,从而在教条主义者内部引起无法解决的分歧。

引用这一段

盖伦, 致初学者的诸学派 §5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg004.humanitext-grc1:5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。