Humanitext Reader

盖伦 · 致初学者的诸学派 §4

两大学派推导相同疗法的途径与分歧

第 4 段,共 12 段 · 希腊语

内容简介

说明了教条主义者和经验主义者如何通过不同的认知过程(即“原因的指征”与“对观察的回忆”),针对相同的症状得出相同的治疗方法(如排空和排毒),并指出如果双方承认这两种途径都是真实的,就不需要再进行争论。

§4Ἀφ’ ὧν δὲ ἡ ἔνδειξις τοῦ συμφέροντος τοῖς δογματικοῖς, ἀπὸ τούτων ἡ τήρησις τοῖς ἐμπειρικοῖς.
而教条主义者从中获得有益事物之指征的那些事物,正是经验主义者获得观察的源泉。
τὸ γὰρ προειρημένον ἄθροισμα τῶν συμπτωμάτων ἐπὶ τοῦ πυρέττοντος, ὃ συνδρομὴν καλεῖν εἰσιν εἰθισμένοι, τῷ μὲν δογματικῷ τὴν κένωσιν ὑπαγορεύει, τῷ δὲ ἐμπειρικῷ τὴν ὑπόμνησιν τῆς τηρήσεως.
因为在发热患者身上出现的上述症状的总和——他们习惯称之为“综合征”——对教条主义者指示了清空,而对经验主义者则提示了对观察的回忆。
ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων πολλάκις ἑωρακὼς τὴν κένωσιν ὠφελοῦσαν, ἐλπίζει καὶ νῦν χρησάμενος ὀνήσειν.
因为他曾多次看到清空对处于这种状态的人有益,所以他期望现在通过使用它也能带来益处。
ἀλλὰ καὶ τοὺς ἀκμάζοντας τῇ ἡλικία τὴν ἱκανὴν κένωσιν ἀλύπως φέροντας οἶδεν, ἐξ ὧν πολλάκις ἑώρακεν.
不仅如此,根据他多次目睹的经历,他也知道那些正值壮年的人能毫无痛苦地承受充分的清空。
οὕτω δὲ καὶ ἦρος μᾶλλον ἢ θέρους, καὶ ἐν χωρίῳ εὐκράτῳ, καὶ εἰ ἔθος δέ τι κενώσεως εἴη τῷ κάμνοντι, οἷον δι’ αἱμοῤῥοΐδος, ἢ διὰ ῥινῶν, ὁ μὲν δογματικὸς ἀφέλοι ἂν καὶ διὰ τοῦτο πλέον τοῦ αἵματος ἀπὸ τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος· ὁ δ’ ἐμπειρικὸς, ὅτι οὕτω τετήρηκεν.
同样,在春天而非夏天,在气候温和的地区,以及如果病人有某种排泄习惯(例如通过痔疮或鼻腔出血),教条主义者也会基于事物本性而在这些情况下抽取更多血液;而经验主义者这样做,则是因为他曾如此观察。
καὶ καθόλου φάναι, τὰς αὐτὰς ἐπὶ τῶν αὐτῶν παθῶν ἰάσεις οἵ τε δογματικοὶ καὶ οἱ ἐμπειρικοὶ παραλαμβάνουσι, περὶ τοῦ τρόπου τῆς εὑρέσεως αὐτῶν ἀμφισβητοῦντες.
总的来说,教条主义者和经验主义者在治疗相同的疾病时采用相同的疗法,但对这些疗法的发现方式存在争论。
ἐπὶ γὰρ τοῖς αὐτοῖς φαινομένοις κατὰ τὸ σῶμα συμπτώμασιν ἔνδειξις μὲν τῆς αἰτίας γίνεται τοῖς δογματικοῖς, ἐξ ἧς τὴν θεραπείαν εὑρίσκουσιν· ὑπόμνησις δὲ τοῖς ἐμπειρικοῖς τῶν πολλάκις ὡσαύτως τετηρημένων.
因为基于身体上出现的相同症状,教条主义者获得了原因的指征,并由此发现疗法;而经验主义者则获得了对多次以同样方式观察到的事物的回忆。
ἐφ’ ὧν δὲ μηδὲν ἔχουσιν οἱ δογματικοὶ φαινόμενον σύμπτωμα τὸ τὴν αἰτίαν ἐνδεικνυμένον, ἐπὶ τούτων ἐρωτᾷν οὐκ ὀκνοῦσι τὸ προκαταρκτικὸν καλούμενον αἴτιον· οἷον, εἰ κύων λυττῶν ἦν ὁ δάκνων, ἢ ἔχιδνα, ἤ τι τοιοῦτον ἄλλο.
但在教条主义者没有任何显示原因的显在症状的情况下,他们会毫不犹豫地询问所谓的“前驱原因”;例如,咬人的是否是狂犬、蝰蛇,还是其他类似的东西。
τὸ μὲν γὰρ ἕλκος αὐτὸ οὐδὲν ἀλλοιότερον μέχρι παντὸς φαίνεται τῶν ἄλλων ἑλκῶν ἢ πάντως γε κατ’ ἀρχάς.
因为伤口本身在整个过程中,或者至少在开始时,看起来与其他伤口没有任何不同。
ἐπὶ μὲν γὰρ τοῦ λυττῶντος κυνὸς μέχρι παντὸς ὅμοιον φαίνεται τοῖς ὑπ’ ἄλλου τινὸς δηχθεῖσιν.
因为在被狂犬咬伤的情况下,伤口在整个过程中看起来与被其他动物咬伤的伤口相似。
ἐπὶ δὲ τῶν ἐχιδνῶν, ἐν μὲν ταῖς πρώταις ἡμέραις ὅμοιον τοῖς ἄλλοις, ὕστερον δὲ, ἡνίκα ἤδη μοχθηρῶς ἔχωσι, παθήματά τινα περὶ τὸ σῶμα ὀλέθρια προσγίνεται αὐτοῖς.
但在被蝰蛇咬伤的情况下,前几天与普通伤口相似,但后来当他们已经处于糟糕状态时,身体就会出现某些致命的病痛。
τὰ δὴ τοιαῦτα συμπτώματα πάντα, ὅσα ὑπὸ τῶν  ἰοβόλων καλουμένων ζώων γίγνεται, μὴ θεραπευόμενα καλῶς εὐθὺς ἐξ ἀρχῆς, ἐσχάτως ὀλέθρια καθίστανται.
因此,由所谓的有毒动物引起的所有这些症状,如果不能从一开始就得到妥善治疗,最终都会变得极度致命。
τίς οὖν ἡ ὀρθὴ θεραπεία;
那么,正确的疗法是什么呢?
ἢ δηλονότι κενῶσαι τὸν ἰὸν τὸν ἅμα τῇ δήξει τοῦ σώματος τοῦ δηχθέντος ἐμπεσόντα;
不显然是清空随咬伤一同侵入被咬者身体的毒素吗?
οὐκ οὖν ἐπ’ οὐλὴν ἄγειν δεῖ καὶ κλείειν τὰ τοιαῦτα σπεύδειν, ἀλλὰ τοὐναντίον ἐπιτέμνειν πολλάκις, εἰ μικρὰ παντελῶς· ἤδη δὲ καὶ θερμοῖς καὶ δριμέσι καὶ δυναμένοις ἕλκειν καὶ ξηραίνειν τὸν ἰὸν φαρμάκοις χρῆσθαι, διὰ τὴν αὐτὴν αἰτίαν.
因此,决不应急于使这些伤口结痂并闭合,相反,即使伤口完全微小,也应经常予以切开;而且出于同样的原因,应立即使用温热、辛辣且能够吸出并干燥毒素的药物。
τὰ δ’ αὐτὰ φάρμακα καὶ οἱ ἐμπειρικοὶ προσφέρουσιν, οὐχ ὑπὸ τῆς φύσεως αὐτοῦ τοῦ πράγματος ποδηγούμενοι πρὸς τὴν εὕρεσιν αὐτῶν, ἀλλὰ τῶν διὰ τῆς πείρας φανέντων μεμνημένοι.
经验主义者也提供相同的药物,但他们并不是在事物本性的引导下发现这些药物的,而是记住了那些通过经验显现出来的事物。
ὥσπερ γὰρ ἐπὶ ταῖς ἡλικίαις, καὶ ταῖς ὥραις, καὶ ταῖς χώραις, ἑκάστου τῶν εἰρημένων ἡ θεραπεία δι’ ἐμπειρίας ἐγινώσκετο αὐτοῖς, οὕτω καὶ ἐπὶ τοῖς προκαταρκτικοῖς ὀνομαζομένοις αἰτίοις.
因为正如在年龄、季节和地区方面,上述每种情况的疗法都是他们通过经验而获知的,在所谓的前驱原因方面也是如此。
εἰ μὲν δὴ οὖν συνεχώρουν ἀλλήλοις τὰς ὁδοὺς τῆς εὑρέσεως ἀμφοτέρας ἀληθεῖς εἶναι, οὐδὲν ἂν αὐτοῖς ἔδει μακροτέρων λόγων.
因此,如果他们能相互承认这两种发现途径都是真实的,他们就不需要进行更冗长的争论了。

词汇与语法注释

  1. §4Ἀφ’ ὧν — 关系代词从句 Ἀφ' ὧν 在前,并由主句中的指示代词短语 ἀπὸ τούτων 进行复指。两个分句中都省略了动词(可能是 γίγνεται),构成了两派学说认知出发点的平行对比结构。
  2. §4εἰσιν εἰθισμένοι — 这是一个迂回式的完成时被动结构,由 ἐθίζω(使习惯)的完成时被动分词 εἰθισμένοι 和助动词 εἰσίν 构成。它表示一种当下的习惯性状态:“他们习惯于……”或“他们通常……”。
  3. p.74εἰ ... συνεχώρουν ... οὐδὲν ἂν ... ἔδει — 这是一个表示与现在事实相反的虚拟条件句(反事实条件句)。条件从句使用 εἰ 搭配直陈式未完成过去时 συνεχώρουν,主句使用 ἄν 搭配无人称动词的直陈式未完成过去时 ἔδει:“如果他们相互承认(实际不承认),就不需要更长篇大论了(实际需要)。”

引用这一段

盖伦, 致初学者的诸学派 §4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0057.tlg004.humanitext-grc1:4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。