§1## ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΑΡΙΣΤΗΣ ΔΙΔΑΣΚΑΛΙΑΣ.
Τὴν εἰς ἑκάτερα ἐπιχείρησιν ἀρίστην εἶναι διδασκαλίαν ὁ Φαβωρῖνος φησίν.
## ガレノス「最善の教えについて」ファウォリノスは、両側について議論を試みることが最善の教授法であると言う。
ὀνομάζουσι δ’ οὕτως οἱ Ἀκαδημιακοὶ, καθ’ ἣν τὴν ἀντικειμένην προσαγορεύουσι.
アカデメイア派の人々はこれをそのように呼び、それによって反対の主張をも唱えるのである。
οἱ μὲν οὖν παλαιότεροι τελευτᾷν αὐτὴν εἰς ἐποχὴν ὑπολαμβάνουσι, ἐποχὴν καλοῦντες τὴν, ὡς ἂν εἴποι τὶς, ἀοριστίαν, ὅπερ ἐστὶ περὶ μηδενὸς πράγματος ὁρίσασθαι, μηδὲ ἀποφήνασθαι βεβαίως.
さて、より古い人々は、それが判断保留に帰着すると考えており、彼らはその判断保留を、言わば「未決定性」と呼んでいる。 これはすなわち、いかなる事柄についても決定せず、確実には言明しないことである。
οἱ νεώτεροι δὲ, οὐ γὰρ μόνος ὁ Φαβωρῖνος, ἐνίοτε μὲν εἰς τοσοῦτον προάγουσι τὴν ἐποχὴν, ὡς μηδὲ τὸν ἥλιον ὁμολογεῖν εἶναι καταληπτόν· ἐνίοτε δὲ εἰς τοσοῦτον τὴν γνῶσιν, ὡς καὶ τοῖς μαθηταῖς ἐπιτρέπειν αὐτὴν, ἄνευ τοῦ διδαχθῆναι πρότερον ἐπιστημονικὸν κριτήριον.
一方、より新しい人々は――ファウォリノス一人だけではないが――ある時には判断保留をそこまで推し進め、太陽さえも把握可能であると認めないほどであり、またある時には、認識をそこまで推し進め、弟子たちがあらかじめ学術的な判定基準を教えられることなしに、認識を彼ら自身に委ねてしまうほどである。
οὐδὲ γὰρ ἄλλο τί ἐστιν, ὃ Φαβωρῖνος εἴρηκεν ἐν τῷ περὶ τῆς Ἀκαδημιακῆς διαθέσεως, ὃ Πλούταρχος ἐπιγέγραπται.
なぜなら、ファウォリノスが『プルタルコス』と題された『アカデメイア派の態度について』の中で述べたことも、これにほかならないからである。
λέγει δὲ αὐτὸ ἐν τῷ πρὸς Ἐπίκτητον, ἐν ᾧ δήπουθεν ἐστὶν Ὀνήσιμος ὁ Πλουτάρχου δοῦλος Ἐπικτήτῳ διαλεγόμενος.
彼はそのことを『エピクテトス対論』の中でも述べているが、その中では言うまでもなく、プルタルコスの奴隷であるオネシモスがエピクテトスと対話している。
καὶ μέντοι κᾀν τῷ μετὰ ταῦτα γραφέντι βιβλίῳ Ἀλκιβιάδη καὶ τοὺς ἄλλους τοὺς Ἀκαδημιακοὺς ἐπαινεῖ, προσαγορεύοντας μὲν ἑκατέρῳ τῶν ἀντικειμένων ἀλλήλοις λόγων, ἐπιτρέποντας δὲ τοῖς μαθηταῖς αἱρεῖσθαι τοὺς ἀληθεστέρους·
さらに、その後に書かれた書物『アルキビアデス』においても、彼は他のアカデメイア派の人々を称賛しており、彼らが互いに対立する議論の双方を主張する一方で、弟子たちにはより真実らしい方を選択することを委ねているからである。
ἀλλ’ ἐν τούτῳ μὲν εἴρηκε, πιθανὸν ἑαυτῷ φαίνεσθαι, μηδὲν εἶναι καταληπτόν.
しかしながら、この書物において彼は、何ものも把握不可能であるということが自分にとって説得的に思われる、と述べている。
ἐν δὲ τῷ Πλουτάρχῳ συγχωρεῖν ἔοικεν, εἶναί τι βεβαίως γνωστόν.
ところが『プルタルコス』においては、何らかのことが確実に知られうるということを認めているように思われる。
ἄμεινον γὰρ οὕτως ὀνομάζειν τὸ καταληπτὸν, ἀποχωροῦντας ὀνόματι Στωϊκῷ.
というのも、ストア派の言葉から離れて、「把握可能なもの」をそのように名付ける方がより良いからである。
καὶ ἔγωγε ἐθαύμαζον νὴ τοὺς θεοὺς, ὅπως ὁ Φαβωρῖνος εἰς τὴν τῶν Ἀττικῶν φωνὴν εἰωθὼς μεταλαμβάνειν ἕκαστα τῶν ὀνομάτων, οὐ παύεται λέγων, οὔτε τὸ καταληπτὸν, οὔτε τὴν κατάληψιν, οὔτε τὴν καταληπτικὴν φαντασίαν, οὔτε τὰ τούτοις ἀντικείμενα οἷον στερητικῶς λεγόμενα, ἀκατάληπτον φαντασίαν, ἢ τὴν ἀκαταληψίαν αὐτήν.
そして、神々に誓って私は不思議に思うのだが、個々の言葉をアッティカ方言へと置き換えることを習慣としているファウォリノスが、なぜ「把握可能なもの」も、「把握」も、「把握的表象」も、あるいはこれらに対立する否定的な言い方、すなわち「把握不可能な表象」や「把握不可能性」そのものをも、口にすることをやめないのだろうか。
ὡς δὲ καὶ τρία βιβλία γράψας, ἓν μὲν πρὸς Ἀδριανὸν, ἕτερον δὲ πρὸς Δρύσωνα, καὶ τρίτον πρὸς Ἀρίσταρχον, ἅπαντα περὶ τῆς καταληπτικῆς φαντασίας ἐπέγραψε.
さらに彼は三つの書物を著し、一つはハドリアヌス宛て、もう一つはドリュソン宛て、そして三つ目はアリスタルコス宛てとしたが、そのすべてに『把握的表象について』という題名を付したほどである。
καὶ καθ’ ὅλα γε αὐτὰ γενναίως ἀγωνίζεται, πειρώμενος ἐπιδεικνύναι τὴν καταληπτικὴν φαντασίαν ἀνύπαρκτον.
そして、それらの書物の全体を通じて、彼は把握的表象が存在しないことを示そうと試みて、精力的に戦っている。